Pseudo Plutarco Vita di Omero

Vita di Omero da Pseudo Plutarco

1 Περισσὸν μὲν ἴσως δόξειέ τισι πολυπραγμονεῖν περὶ Ὁμήρου, ποίων τε ἦν γονέων καὶ πόθεν, ἐπεὶ μηδὲ αὐτὸς ἠξίωσεν εἰπεῖν τὰ περὶ αὑτοῦ, ἀλλ’ οὕτως ἐγκρατῶς ἔσχεν ὡς μηδὲ τὴν ἀρχὴν τοῦ ὀνόματος ἐπιμνησθῆναι.

ἐπεὶ δὲ ὡς πρὸς εἰσαγωγὴν τῶν ἀρχομένων παιδεύεσθαι χρήσιμος ἡ πολυπειρία, πειρασώμεθα εἰπεῖν ὅσα ἱστόρηται τοῖς παλαιοῖς περὶ αὐτοῦ.

2 Ἔφορος μὲν οὖν ὁ Κυμαῖος ἐν συντάγματι τῶι ἐπιγραφομένωι Ἐπιχωρίωι, Κυμαῖον αὐτὸν ἀποδεικνύναι πειρώμενος, φησὶν ὅτι Ἀπελλῆς καὶ Μαίων καὶ Δῖος ἀδελφοί, Κυμαῖοι τὸ γένος· ὧν Δῖος μὲν διὰ χρέα μετώικησεν εἰς Ἄσκρην κώμην τῆς Βοιωτίας, κἀκεῖ γήμας Πυκιμήδην ἐγέννησεν Ἡσίοδον· Ἀπελλῆς δὲ τελευτήσας ἐν τῆι πατρίδι Κύμηι κατέλιπε θυγατέρα Κριθηίδα τοὔνομα, προστησάμενος αὐτῆι τὸν ἀδελφὸν Μαίονα. ὃς διακορεύσας τὴν προειρημένην καὶ τὴν ἀπὸ τῶν πολιτῶν ἐπὶ τῶι γεγονότι δείσας κατάγνωσιν, ἔδωκεν αὐτὴν πρὸς γάμον Φημίωι Σμυρναίωι, διδασκάλωι γραμμάτων. φοιτῶσα δὲ αὐτὴ ἐπὶ τοὺς πλύνους, οἳ ἦσαν παρὰ τῶι Μέλητι, ἀπεκύησε τὸν Ὅμηρον ἐπὶ τῶι ποταμῶι, καὶ διὰ τοῦτο Μελησιγένης ἐκλήθη. μετωνομάσθη δὲ Ὅμηρος, ἐπειδὴ τὰς ὄψεις ἐπηρώθη· οὕτω δὲ ἐκάλουν οἵ τε Κυμαῖοι καὶ οἱ Ἴωνες τοὺς τὰς ὄψεις πεπηρωμένους παρὰ τὸ δεῖσθαι τῶν ὁμηρευόντων, ὅ ἐστι τῶν ἡγουμένων. καὶ ταῦτα μὲν Ἔφορος.

3 Ἀριστοτέλης δὲ ἐν τῶι τρίτωι περὶ ποιητικῆς ἐν Ἴωι φησὶ τῆι νήσωι, καθ’ ὃν καιρὸν Νηλεὺς ὁ Κόδρου τῆς Ἰωνικῆς ἀποικίας ἡγεῖτο, κόρην τινὰ τῶν ἐπιχωρίων γενομένην ὑπό τινος δαίμονος τῶν συγχορευτῶν ταῖς Μούσαις ἐγκύμονα, αἰδεσθεῖσαν τὸ συμβὰν διὰ τὸν ὄγκον τῆς γαστρός, ἐλθεῖν εἴς τι χωρίον καλούμενον Αἴγιναν· εἰς ὃ καταδραμόντας ληιστὰς ἀνδραποδίσαι τὴν προειρημένην καὶ ἀγαγόντας εἰς Σμύρναν, οὖσαν ὑπὸ Λυδοῖς τότε, τῶι βασιλεῖ τῶν Λυδῶν ὄντι φίλωι τοὔνομα Μαίονι χαρίσασθαι· τὸν δὲ ἀγαπήσαντα τὴν κόρην διὰ τὸ κάλλος γῆμαι. ἣν διατρίβουσαν παρὰ τῶι Μέλητι καὶ συσχεθεῖσαν ὑπὸ τῆς ὠδῖνος ἔτυχεν ἀποκυῆσαι τὸν Ὅμηρον ἐπὶ τῶι ποταμῶι. ὃν ἀναλαβὼν ὁ Μαίων ὡς ἴδιον ἔτρεφε, τῆς Κριθηίδος μετὰ τὴν κύησιν εὐθέως τελευτησάσης· χρόνου δὲ οὐ πολλοῦ διελθόντος καὶ αὐτὸς ἐτελεύτησε. τῶν δὲ Λυδῶν καταπονουμένων ὑπὸ τῶν Αἰολέων καὶ κρινάντων καταλιπεῖν τὴν Σμύρναν, κηρυξάντων τῶν ἡγεμόνων τὸν βουλόμενον ἀκολουθεῖν ἐξιέναι τῆς πόλεως, ἔτι νήπιος ὢν Ὅμηρος ἔφη καὶ αὐτὸς βούλεσθαι ὁμηρεῖν· ὅθεν ἀντὶ Μελησιγένους Ὅμηρος προσηγορεύθη.

4 γενόμενος δὲ ἐν ἡλικίαι καὶ δόξαν ἐπὶ ποιητικῆι κεκτημένος ἤδη ἐπηρώτα τὸν θεόν, τίνων τε εἴη γονέων καὶ πόθεν. ὃ δὲ ἀνεῖλεν οὕτως· ἔστιν Ἴος νῆσος, μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι. φέρεται δὲ καὶ ἕτερος χρησμὸς τοιοῦτος· ὄλβιε καὶ δύσδαιμον – ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι – πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστιν, μητρόπολις ἐν νήσωι ὑπὸ Κρήτης εὐρείης Μίνωος γαίης οὔτε σχεδὸν οὔτ’ ἀποτηλοῦ. ἐν τῆι σοὶ μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῶις ἐπακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον. δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυράν ἠελίων δισσῶν, ἣν δ’ ἀθανάτοις ἰσόμοιρον ζῶντί τε καὶ φθιμένωι· φθίμενος δ’ ἔτι πολλὸν ἀγήρως. μετ’ οὐ πολὺν δὲ χρόνον πλέων ἐις Θήβας ἐπὶ τὰ Κρόνια (ἀγὼν δὲ οὗτος ἄγεται παρ’ αὐτοῖς μουσικός) ἦλθεν εἰς Ἴον· ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπύθετο εἴ τι ἔχοιεν. οἳ δέ, ἐπὶ τῶι θηρᾶσαι μὲν μηδὲν φθειρίσασθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θήρας, οὕτως ἀπεκρίναντο· ὅσσ’ ἕλομεν λιπόμεσθ’, ὅσσ’ οὐχ ἔλομεν φερόμεσθα, αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες κατέλιπον, οὓς δὲ οὐκ ἔλαβον ἐν τῆι ἐσθῆτι φέροιεν. ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησε. θάψαντες δὲ αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς, τοιόνδε ἐπέγραψαν αὐτοῦ τῶι τάφωι· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει, ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. εἰσὶ μέντοι οἳ καὶ Κολοφώνιον αὐτὸν ἀποδεικνύναι πειρῶνται, μεγίστωι τεκμηρίωι χρώμενοι πρὸς ἀπόδειξιν τῶι ἐπὶ τοῦ ἀνδριάντος ἐπιγεγραμμένωι ἐλεγείωι· ἔχει δὲ οὕτως· υἱὲ Μέλητος Ὅμηρε, σὺ γὰρ κλέος Ἑλλάδι πάσηι καὶ Κολοφῶνι πάτρηι θῆκας ἐς ἀίδιον· καὶ τάσδ’ ἀντιθέωι ψυχῆι γεννήσαο κούρας δισσὰς ἡμιθέων, γραψάμενος σελίδας· ὑμνεῖ δ’ ἣ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον, ἣ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον. ἄξιον δὲ μηδὲ τὸ ὑπὸ Ἀντιπάτρου τοῦ ἐπιγραμματοποιοῦ γραφὲν ἐπίγραμμα παραλιπεῖν, ἔχον οὐκ ἀσέμνως· ἔχει δὲ οὕτως· οἳ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε, οἳ δὲ καλὰν Σμύρναν, οἳ δ’ ἐνέπουσι Χίον, οἳ δ’ Ἴον, οἳ δ’ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα, οἳ δέ νυ τὰν Λαπιθᾶν ματέρα Θεσσαλίαν, ἄλλοι δ’ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν, πάτρα τοι τελέθει μέγας οὐρανός, ἐκ δὲ γυναικός οὐ θνατᾶς, ματρὸς δ’ ἔπλεο Καλλιόπας.

5 γενέσθαι δὲ αὐτὸν τοῖς χρόνοις οἳ μέν φασι κατὰ τὸν Τρωικὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι· οἳ δὲ μετὰ ἑκατὸν ἔτη τοῦ πολέμου· ἄλλοι δὲ μετὰ πεντήκοντα καὶ ἑκατόν. ἔγραψε δὲ ποιήματα δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν· ὡς δέ τινες, οὐκ ἀληθῶς λέγοντες, γυμνασίας καὶ παιδείας ἕνεκα Βατραχομυομαχίαν προσθεὶς καὶ Μαργίτην.

1 Ὅμηρον τὸν ποιητήν χρόνωι μὲν τῶν πλείστων, δυνάμει δὲ πάντων πρῶτον γενόμενον εἰκότως ἀναγινώσκομεν πρῶτον, ὠφελούμενοι τὰ μέγιστα εἴς τε τὴν φωνὴν καὶ τὴν διάνοιαν καὶ τὴν τῶν πραγμάτων πολυπειρίαν. λέγωμεν δὲ περὶ τῆς τούτου ποιήσεως, πρότερον μνησθέντες διὰ βραχέων τοῦ γένους αὐτοῦ.

2 Ὅμηρον τοίνυν Πίνδαρος μὲν ἔφη Χῖόν τε καὶ Σμυρναῖον γενέσθαι, Σιμωνίδης δὲ Χῖον, Ἀντίμαχος δὲ καὶ Νίκανδρος Κολοφώνιον, Ἀριστοτέλης δὲ ὁ φιλόσοφος Ἰήτην, Ἔφορος δὲ ὁ ἱστορικὸς Κυμαῖον. οὐκ ὤκνησαν δέ τινες καὶ Σαλαμίνιον αὐτὸν εἰπεῖν ἀπὸ Κύπρου, τινὲς δ’ Ἀργεῖον, Ἀρίσταρχος δὲ καὶ Διονύσιος ὁ Θρᾶιξ Ἀθηναῖον. υἱὸς δὲ ὑπ’ ἐνίων λέγεται Μαίονος καὶ Κριθηίδος, ὑπὸ δέ τινων Μέλητος τοῦ ποταμοῦ.

3 ὥσπερ δὲ τὰ τοῦ γένους αὐτοῦ διαπορεῖται, οὕτω καὶ τὰ περὶ τῶν χρόνων καθ’ οὓς ἐγένετο. καὶ οἱ μὲν περὶ Ἀρίσταρχόν φασιν αὐτὸν γενέσθαι κατὰ τὴν τῶν Ἰώνων ἀποικίαν, ἥτις ὑστερεῖ τῆς τῶν Ἡρακλειδῶν καθόδου ἔτεσιν ἑξήκοντα· τὰ δὲ περὶ τοὺς Ἡρακλείδας λείπεται τῶν Τρωικῶν ἔτεσιν ὀγδοήκοντα. οἱ δὲ περὶ Κράτητα καὶ πρὸ τῆς Ἡρακλειδῶν καθόδου λέγουσιν αὐτὸν γενέσθαι, ὡς οὐδὲ ὅλα ἔτη ὀγδοήκοντα ἀπέχειν τῶν Τρωικῶν. ἀλλὰ παρὰ τοῖς πλείστοις πεπίστευται μετὰ ἔτη τετρακόσια τῶν Τρωικῶν γεγονέναι, οὐ πολὺ πρὸ τῆς θέσεως τῶν Ὀλυμπίων, ἀφ’ ἧς ὁ κατὰ Ὀλυμπιάδας χρόνος ἀριθμεῖται.

4 εἰσὶ δὲ αὐτοῦ ποιήσεις δύο, Ἰλιὰς καὶ Ὀδύσσεια, διηιρημένη ἑκατέρα εἰς τὸν ἀριθμὸν τῶν στοιχείων, οὐχ ὑπὸ αὐτοῦ τοῦ ποιητοῦ ἀλλ’ ὑπὸ τῶν γραμματικῶν τῶν περὶ Ἀρίσταρχον.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:57 - flow version _RPTC_G1.3