Vita di Agesilao, Plutarco

᾿Αρχίδαμος ὁ Ζευξιδάμου βασιλεύσας ἐπιφανῶς Λακεδαιμονίων, κατέλιπεν υἱὸν ἐκ γυναικὸς εὐδοκίμου, Λαμπιδοῦς, ῏Αγιν, καὶ πολὺ νεώτερον ἐξ Εὐπωλίας τῆς Μελησιππίδα θυγατρός, ᾿Αγησίλαον. ἐπεὶ δὲ τῆς βασιλείας ῎Αγιδι προσηκούσης κατὰ τὸν νόμον ἰδιώτης ἐδόκει βιοτεύσειν ὁ ᾿Αγησίλαος, ἤχθη τὴν λεγομένην ἀγωγὴν ἐν Λακεδαίμονι, σκληρὰν μὲν οὖσαν τῇ διαίτῃ καὶ πολύπονον, παιδεύουσαν δὲ τοὺς νέους ἄρχεσθαι. διὸ καί φασιν ὑπὸ τοῦ Σιμωνίδου τὴν Σπάρτην προσηγορεῦσθαι “δαμασίμβροτον, ” ὡς μάλιστα διὰ τῶν ἐθῶν τοὺς πολίτας τοῖς νόμοις πειθηνίους καὶ χειροήθεις ποιοῦσαν, ὥσπερ ἵππους εὐθὺς ἐξ ἀρχῆς δαμαζομένους. ταύτης ἀφίησιν ὁ νόμος τῆς ἀνάγκης τοὺς ἐπὶ βασιλείᾳ τρεφομένους παῖδας. ᾿Αγησιλάῳ δὲ καὶ τοῦτο ὑπῆρξεν ἴδιον, ἐλθεῖν ἐπὶ τὸ ἄρχειν μὴ ἀπαίδευτον τοῦ ἄρχεσθαι. διὸ καὶ πολὺ τῶν βασιλέων εὐαρμοστότατον αὑτὸν τοῖς ὑπηκόοις παρέσχε, τῷ φύσει ἡγεμονικῷ καὶ βασιλικῷ προσκτησάμενος ἀπὸ τῆς ἀγωγῆς τὸ δημοτικὸν καὶ φιλάνθρωπον. [Επεξεργασία] 2 ᾿Εν δὲ ταῖς καλουμέναις ἀγέλαις τῶν συντρεφομένων παίδων Λύσανδρον ἔσχεν ἐραστήν, ἐκπλαγέντα μάλιστα τῷ κοσμίῳ τῆς φύσεως αὐτοῦ. φιλονεικότατος γὰρ ὢν καὶ θυμοειδέστατος ἐν τοῖς νέοις καὶ πάντα πρωτεύειν βουλόμενος, καὶ τὸ σφοδρὸν ἔχων καὶ ῥαγδαῖον ἄμαχον καὶ δυσεκβίαστον, εὐπειθείᾳ πάλιν αὖ καὶ πρᾳότητι τοιοῦτος ἦν οἷος φόβῳ μηδέν, αἰσχύνῃ δὲ πάντα ποιεῖν τὰ προσταττόμενα, καὶ τοῖς ψόγοις ἀλγύνεσθαι μᾶλλον ἢ τοὺς πόνους βαρύνεσθαι· τὴν δὲ τοῦ σκέλους πήρωσιν ἥ τε ὥρα τοῦ σώματος ἀνθοῦντος ἐπέκρυπτε, καὶ τὸ ῥᾳδίως φέρειν καὶ ἱλαρῶς τὸ τοιοῦτο, παίζοντα καὶ σκώπτοντα πρῶτον ἑαυτόν, οὐ μικρὸν ἦν ἐπανόρθωμα τοῦ πάθους, ἀλλὰ καὶ τὴν φιλοτιμίαν ἐκδηλοτέραν ἐποίει, πρὸς μηδένα πόνον μηδὲ πρᾶξιν ἀπαγορεύοντος αὐτοῦ διὰ τὴν χωλότητα. τῆς δὲ μορφῆς εἰκόνα μὲν οὐκ ἔχομεν (αὐτὸς γὰρ οὐκ ἠθέλησεν, ἀλλὰ καὶ ἀποθνήσκων ἀπεῖπε “μήτε πλαστὰν μήτε μιμηλάν” τινα ποιήσασθαι τοῦ σώματος εἰκόνα), λέγεται δὲ μικρός τε γενέσθαι καὶ τὴν ὄψιν εὐκαταφρόνητος· ἡ δὲ ἱλαρότης καὶ τὸ εὔθυμον ἐν ἅπαντι καιρῷ καὶ παιγνιῶδες, ἀχθεινὸν δὲ καὶ τραχὺ μηδέποτε μήτε φωνῇ μήτε ὄψει, τῶν καλῶν καὶ ὡραίων ἐρασμιώτερον αὐτὸν ἄχρι γήρως παρεῖχεν. ὡς δὲ Θεόφραστος ἱστορεῖ, τὸν ᾿Αρχίδαμον ἐζημίωσαν οἱ ἔφοροι γήμαντα γυναῖκα μικράν· “Οὐ γὰρ βασιλεῖς, ” ἔφασαν, “ἄμμιν, ἀλλὰ βασιλείδια γεννάσει. ” [Επεξεργασία] 3 Βασιλεύοντος δὲ ῎Αγιδος ἧκεν ᾿Αλκιβιάδης ἐκ Σικελίας φυγὰς εἰς Λακεδαίμονα· καὶ χρόνον οὔπω πολὺν ἐν τῇ πόλει διάγων, αἰτίαν ἔσχε τῇ γυναικὶ τοῦ βασιλέως, Τιμαίᾳ, συνεῖναι. καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς παιδάριον οὐκ ἔφη γινώσκειν ὁ ῏Αγις, ἀλλ’ ἐξ ᾿Αλκιβιάδου γεγονέναι. τοῦτο δὲ οὐ πάνυ δυσκόλως τὴν Τιμαίαν ἐνεγκεῖν φησι Δοῦρις, ἀλλὰ καὶ ψιθυρίζουσαν οἴκοι πρὸς τὰς εἱλωτίδας ᾿Αλκιβιάδην τὸ παιδίον, οὐ Λεωτυχίδην, καλεῖν· καὶ μέντοι καὶ τὸν ᾿Αλκιβιάδην αὐτὸν οὐ πρὸς ὕβριν τῇ Τιμαίᾳ φάναι πλησιάζειν, ἀλλὰ φιλοτιμούμενον βασιλεύεσθαι Σπαρτιάτας ὑπὸ τῶν ἐξ ἑαυτοῦ γεγονότων. διὰ ταῦτα μὲν τῆς Λακεδαίμονος ᾿Αλκιβιάδης ὑπεξῆλθε, φοβηθεὶς τὸν ῏Αγιν· ὁ δὲ παῖς τὸν μὲν ἄλλον χρόνον ὕποπτος ἦν τῷ ῎Αγιδι, καὶ γνησίου τιμὴν οὐκ εἶχε παρ’ αὐτῷ, νοσοῦντι δὲ προσπεσὼν καὶ δακρύων ἔπεισεν υἱὸν ἀποφῆναι πολλῶν ἐναντίον. Οὐ μὴν ἀλλὰ τελευτήσαντος τοῦ ῎Αγιδος ὁ Λύσανδρος, ἤδη κατανεναυμαχηκὼς ᾿Αθηναίους καὶ μέγιστον ἐν Σπάρτῃ δυνάμενος, τὸν ᾿Αγησίλαον ἐπὶ τὴν βασιλείαν προῆγεν, ὡς οὐ προσήκουσαν ὄντι νόθῳ τῷ Λεωτυχίδῃ. πολλοὶ δὲ καὶ τῶν ἄλλων πολιτῶν, διὰ τὴν ἀρετὴν τοῦ ᾿Αγησιλάου καὶ τὸ συντετράφθαι καὶ μετεσχηκέναι τῆς ἀγωγῆς, ἐφιλοτιμοῦντο καὶ συνέπραττον αὐτῷ προθύμως. ἦν δὲ Διοπείθης ἀνὴρ χρησμολόγος ἐν Σπάρτῃ, μαντειῶν τε παλαιῶν ὑπόπλεως καὶ δοκῶν περὶ τὰ θεῖα σοφὸς εἶναι καὶ περιττός. οὗτος οὐκ ἔφη θεμιτὸν εἶναι χωλὸν γενέσθαι τῆς Λακεδαίμονος βασιλέα, καὶ χρησμὸν ἐν τῇ δίκῃ τοιοῦτον ἀνεγίνωσκε· Φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία· δηρὸν γὰρ νοῦσοί σε κατασχήσουσιν ἄελπτοι φθισιβρότου τ’ ἐπὶ κῦμα κυλινδόμενον πολέμοιο. πρὸς ταῦτα Λύσανδρος ἔλεγεν ὡς, εἰ πάνυ φοβοῖντο τὸν χρησμὸν οἱ Σπαρτιᾶται, φυλακτέον αὐτοῖς εἴη τὸν Λεωτυχίδην· οὐ γὰρ εἰ προσπταίσας τις τὸν πόδα βασιλεύοι, τῷ θεῷ διαφέρειν, ἀλλ’ εἰ μὴ γνήσιος ὢν μηδὲ ῾Ηρακλείδης, τοῦτο τὴν χωλὴν εἶναι βασιλείαν. ὁ δὲ ᾿Αγησίλαος ἔφη καὶ τὸν Ποσειδῶ καταμαρτυρεῖν τοῦ Λεωτυχίδου τὴν νοθείαν, ἐκβαλόντα σεισμῷ τοῦ θαλάμου τὸν ῏Αγιν· ἀπ’ ἐκείνου δὲ πλέον ἢ δέκα μηνῶν διελθόντων γενέσθαι τὸν Λεωτυχίδην. [Επεξεργασία] 4 Οὕτω δὲ καὶ διὰ ταῦτα βασιλεὺς ἀποδειχθεὶς ὁ ᾿Αγησίλαος εὐθὺς εἶχε καὶ τὰ χρήματα τοῦ ῎Αγιδος, ὡς νόθον ἀπελάσας τὸν Λεωτυχίδην. ὁρῶν δὲ τοὺς ἀπὸ μητρὸς οἰκείους ἐπιεικεῖς μὲν ὄντας, ἰσχυρῶς δὲ πενομένους, ἀπένειμεν αὐτοῖς τὰ ἡμίσεα τῶν χρημάτων, εὔνοιαν ἑαυτῷ καὶ δόξαν ἀντὶ φθόνου καὶ δυσμενείας ἐπὶ τῇ κληρονομίᾳ κατασκευαζόμενος. ὃ δέ φησιν ὁ Ξενοφῶν, ὅτι πάντα τῇ πατρίδι πειθόμενος ἴσχυε πλεῖστον, ὥστε ποιεῖν ὃ βούλοιτο, τοιοῦτόν ἐστι. τῶν ἐφόρων ἦν τότε καὶ τῶν γερόντων τὸ μέγιστον ἐν τῇ πολιτείᾳ κράτος, ὧν οἱ μὲν ἐνιαυτὸν ἄρχουσι μόνον, οἱ δὲ γέροντες διὰ βίου ταύτην ἔχουσι τὴν τιμήν, ἐπὶ τῷ μὴ πάντα τοῖς βασιλεῦσιν ἐξεῖναι συνταχθέντες, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται. διὸ καὶ πατρικήν τινα πρὸς αὐτοὺς ἀπὸ τοῦ παλαιοῦ διετέλουν εὐθὺς οἱ βασιλεῖς φιλονεικίαν καὶ διαφορὰν παραλαμβάνοντες. ὁ δὲ ᾿Αγησίλαος ἐπὶ τὴν ἐναντίαν ὁδὸν ἦλθε, καὶ τὸ πολεμεῖν καὶ τὸ προσκρούειν αὐτοῖς ἐάσας ἐθεράπευε, πάσης μὲν ἀπ’ ἐκείνων πράξεως ἀρχόμενος, εἰ δὲ κληθείη, θᾶττον ἢ βάδην ἐπειγόμενος, ὁσάκις δὲ τύχοι καθήμενος ἐν τῷ βασιλικῷ θώκῳ καὶ χρηματίζων, ἐπιοῦσι τοῖς ἐφόροις ὑπεξανίστατο, τῶν δ’ εἰς τὴν γερουσίαν ἀεὶ καταταττομένων ἑκάστῳ χλαῖναν ἔπεμπε καὶ βοῦν ἀριστεῖον. ἐκ δὲ τούτων τιμᾶν δοκῶν καὶ μεγαλύνειν τὸ ἀξίωμα τῆς ἐκείνων ἀρχῆς, ἐλάνθανεν αὔξων τὴν ἑαυτοῦ δύναμιν καὶ τῇ βασιλείᾳ προστιθέμενος μέγεθος ἐκ τῆς πρὸς αὐτὸν εὐνοίας συγχωρούμενον. [Επεξεργασία] 5 ᾿Εν δὲ ταῖς πρὸς τοὺς ἄλλους πολίτας ὁμιλίαις ἐχθρὸς ἦν ἀμεμπτότερος ἢ φίλος. τοὺς μὲν γὰρ ἐχθροὺς ἀδίκως οὐκ ἔβλαπτε, τοῖς δὲ φίλοις καὶ τὰ μὴ δίκαια συνέπραττε. καὶ τοὺς μὲν ἐχθροὺς ᾐσχύνετο μὴ τιμᾶν κατορθοῦντας, τοὺς δὲ φίλους οὐκ ἐδύνατο ψέγειν ἁμαρτάνοντας, ἀλλὰ καὶ βοηθῶν ἠγάλλετο καὶ συνεξαμαρτάνων αὐτοῖς· οὐδὲν γὰρ ᾤετο τῶν φιλικῶν ὑπουργημάτων αἰσχρὸν εἶναι. τοῖς δ’ αὖ διαφόροις πταίσασι πρῶτος συναχθόμενος καὶ δεηθεῖσι συμπράττων προθύμως ἐδημαγώγει καὶ προσήγετο πάντας. ὁρῶντες οὖν οἱ ἔφοροι ταῦτα καὶ φοβούμενοι τὴν δύναμιν ἐζημίωσαν αὐτόν, αἰτίαν ὑπειπόντες ὅτι τοὺς κοινοὺς πολίτας ἰδίους κτᾶται. Καθάπερ γὰρ οἱ φυσικοὶ τὸ νεῖκος οἴονται καὶ τὴν ἔριν, εἰ τῶν ὅλων ἐξαιρεθείη, στῆναι μὲν ἂν τὰ οὐράνια, παύσασθαι δὲ πάντων τὴν γένεσιν καὶ κίνησιν ὑπὸ τῆς πρὸς πάντα πάντων ἁρμονίας, οὕτως ἔοικεν ὁ Λακωνικὸς νομοθέτης ὑπέκκαυμα τῆς ἀρετῆς ἐμβαλεῖν εἰς τὴν πολιτείαν τὸ φιλότιμον καὶ φιλόνεικον, ἀεί τινα τοῖς ἀγαθοῖς διαφορὰν καὶ ἅμιλλαν εἶναι πρὸς ἀλλήλους βουλόμενος, τὴν δὲ ἀνθυπείκουσαν τῷ ἀνελέγκτῳ χάριν ἀργὴν καὶ ἀναγώνιστον οὖσαν οὐκ ὀρθῶς ὁμόνοιαν λέγεσθαι. τοῦτο δὲ ἀμέλει συνεωρακέναι καὶ τὸν ῞Ομηρον οἴονταί τινες· οὐ γὰρ ἂν τὸν ᾿Αγαμέμνονα ποιῆσαι χαίροντα τοῦ ᾿Οδυσσέως καὶ τοῦ ᾿Αχιλλέως εἰς λοιδορίαν προαχθέντων “ἐκπάγλοις ἐπέεσσιν, ” εἰ μὴ μέγα τοῖς κοινοῖς ἀγαθὸν ἐνόμιζεν εἶναι τὸν πρὸς ἀλλήλους ζῆλον καὶ τὴν διαφορὰν τῶν ἀρίστων. ταῦτα μὲν οὖν οὐκ ἂν οὕτως τις ἁπλῶς συγχωρήσειεν· αἱ γὰρ ὑπερβολαὶ τῶν φιλονεικιῶν χαλεπαὶ ταῖς πόλεσι καὶ μεγάλους κινδύνους ἔχουσι. [Επεξεργασία] 6 Τοῦ δὲ ᾿Αγησιλάου τὴν βασιλείαν νεωστὶ παρειληφότος, ἀπήγγελλόν τινες ἐξ ᾿Ασίας ἥκοντες ὡς ὁ Περσῶν βασιλεὺς παρασκευάζοιτο μεγάλῳ στόλῳ Λακεδαιμονίους ἐκβαλεῖν τῆς θαλάσσης. ὁ δὲ Λύσανδρος ἐπιθυμῶν αὖθις εἰς ᾿Ασίαν ἀποσταλῆναι καὶ βοηθῆσαι τοῖς φίλοις, οὓς αὐτὸς μὲν ἄρχοντας καὶ κυρίους τῶν πόλεων ἀπέλιπε, κακῶς δὲ χρώμενοι καὶ βιαίως τοῖς πράγμασιν ἐξέπιπτον ὑπὸ τῶν πολιτῶν καὶ ἀπέθνησκον, ἀνέπεισε τὸν ᾿Αγησίλαον ἐπιθέσθαι τῇ στρατείᾳ καὶ προπολεμῆσαι τῆς ῾Ελλάδος, ἀπωτάτω διαβάντα καὶ φθάσαντα τὴν τοῦ βαρβάρου παρασκευήν. ἅμα δὲ τοῖς ἐν ᾿Ασίᾳ φίλοις ἐπέστελλε πέμπειν εἰς Λακεδαίμονα καὶ στρατηγὸν ᾿Αγησίλαον αἰτεῖσθαι. παρελθὼν οὖν εἰς τὸ πλῆθος ᾿Αγησίλαος ἀνεδέξατο τὸν πόλεμον, εἰ δοῖεν αὐτῷ τριάκοντα μὲν ἡγεμόνας καὶ συμβούλους Σπαρτιάτας, νεοδαμώδεις δὲ λογάδας δισχιλίους, τὴν δὲ συμμαχικὴν εἰς ἑξακισχιλίους δύναμιν. συμπράττοντος δὲ τοῦ Λυσάνδρου πάντα προθύμως ἐψηφίσαντο, καὶ τὸν ᾿Αγησίλαον ἐξέπεμπον εὐθὺς ἔχοντα τοὺς τριάκοντα Σπαρτιάτας, ὧν ὁ Λύσανδρος ἦν πρῶτος, οὐ διὰ τὴν ἑαυτοῦ δόξαν καὶ δύναμιν μόνον, ἀλλὰ καὶ διὰ τὴν ᾿Αγησιλάου φιλίαν, ᾧ μεῖζον ἐδόκει τῆς βασιλείας ἀγαθὸν διαπεπρᾶχθαι τὴν στρατηγίαν ἐκείνην. ᾿Αθροιζομένης δὲ τῆς δυνάμεως εἰς Γεραιστόν, αὐτὸς εἰς Αὐλίδα κατελθὼν μετὰ τῶν φίλων καὶ νυκτερεύσας ἔδοξε κατὰ τοὺς ὕπνους εἰπεῖν τινα πρὸς αὐτόν· “῏Ω βασιλεῦ Λακεδαιμονίων, ὅτι μὲν οὐδεὶς τῆς ῾Ελλάδος ὁμοῦ συμπάσης ἀπεδείχθη στρατηγὸς ἢ πρότερον ᾿Αγαμέμνων καὶ σὺ νῦν μετ’ ἐκεῖνον, ἐννοεῖς δήπουθεν· ἐπεὶ δὲ τῶν μὲν αὐτῶν ἄρχεις ἐκείνῳ, τοῖς δὲ αὐτοῖς πολεμεῖς, ἀπὸ δὲ τῶν αὐτῶν τόπων ὁρμᾷς ἐπὶ τὸν πόλεμον, εἰκός ἐστι καὶ θῦσαί σε τῇ θεῷ θυσίαν ἣν ἐκεῖνος ἐνταῦθα θύσας ἐξέπλευσεν. ” ἅμα δέ πως ὑπῆλθε τὸν ᾿Αγησίλαον ὁ τῆς κόρης σφαγιασμός, ἣν ὁ πατὴρ ἔσφαξε πεισθεὶς τοῖς μάντεσιν. οὐ μὴν διετάραξεν αὐτόν, ἀλλ’ ἀναστὰς καὶ διηγησάμενος τοῖς φίλοις τὰ φανέντα τὴν μὲν θεὸν ἔφη τιμήσειν οἷς εἰκός ἐστι χαίρειν θεὸν οὖσαν, οὐ μιμήσεσθαι δὲ τὴν ἀπάθειαν τοῦ τότε στρατηγοῦ. καὶ καταστέψας ἔλαφον ἐκέλευσεν ἀπάρξασθαι τὸν ἑαυτοῦ μάντιν, οὐχ ὥσπερ εἰώθει τοῦτο ποιεῖν ὁ ὑπὸ τῶν Βοιωτῶν τεταγμένος. ἀκούσαντες οὖν οἱ βοιωτάρχαι πρὸς ὀργὴν κινηθέντες ἔπεμψαν ὑπηρέτας, ἀπαγορεύοντες τῷ ᾿Αγησιλάῳ μὴ θύειν παρὰ τοὺς νόμους καὶ τὰ πάτρια Βοιωτῶν. οἱ δὲ καὶ ταῦτα ἀπήγγειλαν καὶ τὰ μηρία διέῤῥιψαν ἀπὸ τοῦ βωμοῦ. χαλεπῶς οὖν ἔχων ὁ ᾿Αγησίλαος ἀπέπλει, τοῖς τε Θηβαίοις διωργισμένος καὶ γεγονὼς δύσελπις διὰ τὸν οἰωνόν, ὡς ἀτελῶν αὐτῷ τῶν πράξεων γενησομένων καὶ τῆς στρατείας ἐπὶ τὸ προσῆκον οὐκ ἀφιξομένης. [Επεξεργασία] 7 ᾿Επεὶ δὲ ἧκεν εἰς ῎Εφεσον, εὐθὺς ἀξίωμα μέγα καὶ δύναμις ἦν ἐπαχθὴς καὶ βαρεῖα περὶ τὸν Λύσανδρον, ὄχλου φοιτῶντος ἐπὶ τὰς θύρας ἑκάστοτε καὶ πάντων παρακολουθούντων καὶ θεραπευόντων ἐκεῖνον, ὡς ὄνομα μὲν καὶ σχῆμα τῆς στρατηγίας τὸν ᾿Αγησίλαον ἔχοντα, διὰ τὸν νόμον, ἔργῳ δὲ κύριον ὄντα ἁπάντων καὶ δυνάμενον καὶ πράττοντα πάντα τὸν Λύσανδρον. οὐδεὶς γὰρ δεινότερος οὐδὲ φοβερώτερος ἐκείνου τῶν εἰς τὴν ᾿Ασίαν ἀποσταλέντων ἐγένετο στρατηγῶν, οὐδὲ μείζονα τοὺς φίλους ἀνὴρ ἄλλος εὐεργέτησεν οὐδὲ κακὰ τηλικαῦτα τοὺς ἐχθροὺς ἐποίησεν. ὧν ἔτι προσφάτων ὄντων οἱ ἄνθρωποι μνημονεύοντες, ἄλλως δὲ τὸν μὲν ᾿Αγησίλαον ἀφελῆ καὶ λιτὸν ἐν ταῖς ὁμιλίαις καὶ δημοτικὸν ὁρῶντες, ἐκείνῳ δὲ τὴν αὐτὴν ὁμοίως σφοδρότητα καὶ τραχύτητα καὶ βραχυλογίαν παροῦσαν, ὑπέπιπτον αὐτῷ παντάπασι καὶ μόνῳ προσεῖχον. ἐκ δὲ τούτου πρῶτον μὲν οἱ λοιποὶ Σπαρτιᾶται χαλεπῶς ἔφερον ὑπηρέται Λυσάνδρου μᾶλλον ἢ σύμβουλοι βασιλέως ὄντες· ἔπειτα δ’ αὐτὸς ὁ ᾿Αγησίλαος, εἰ καὶ μὴ φθονερὸς ἦν μηδὲ ἤχθετο τοῖς τιμωμένοις, ἀλλὰ φιλότιμος ὢν σφόδρα καὶ φιλόνεικος, ἐφοβεῖτο μή, κἂν ἐνέγκωσί τι λαμπρὸν αἱ πράξεις, τοῦτο Λυσάνδρου γένηται διὰ τὴν δόξαν. οὕτως οὖν ἐποίει. Πρῶτον ἀντέκρουε ταῖς συμβουλίαις αὐτοῦ, καὶ πρὸς ἃς ἐκεῖνος ἐσπουδάκει μάλιστα πράξεις ἐῶν χαίρειν καὶ παραμελῶν, ἕτερα πρὸ ἐκείνων ἔπραττεν· ἔπειτα τῶν ἐντυγχανόντων καὶ δεομένων οὓς αἴσθοιτο Λυσάνδρῳ μάλιστα πεποιθότας, ἀπράκτους ἀπέπεμπε· καὶ περὶ τὰς κρίσεις ὁμοίως οἷς ἐκεῖνος ἐπηρεάζοι, τούτους ἔδει πλέον ἔχοντας ἀπελθεῖν, καὶ τοὐναντίον οὓς φανερὸς γένοιτο προθυμούμενος ὠφελεῖν, χαλεπὸν ἦν μὴ καὶ ζημιωθῆναι. γινομένων δὲ τούτων οὐ κατὰ τύχην, ἀλλ’ οἷον ἐκ παρασκευῆς καὶ ὁμαλῶς, αἰσθόμενος τὴν αἰτίαν ὁ Λύσανδρος οὐκ ἀπεκρύπτετο πρὸς τοὺς φίλους, ἀλλ’ ἔλεγεν ὡς δι’ αὐτὸν ἀτιμάζοιντο, καὶ παρεκάλει θεραπεύειν ἰόντας τὸν βασιλέα καὶ τοὺς μᾶλλον αὐτοῦ δυναμένους. [Επεξεργασία] 8 ῾Ως οὖν ταῦτα πράττειν καὶ λέγειν ἐδόκει φθόνον ἐκείνῳ μηχανώμενος, ἔτι μᾶλλον αὐτοῦ καθάψασθαι βουλόμενος ᾿Αγησίλαος ἀπέδειξε κρεοδαίτην καὶ προσεῖπεν, ὡς λέγεται, πολλῶν ἀκουόντων· “Νῦν οὖν θεραπευέτωσαν οὗτοι ἀπιόντες τὸν ἐμὸν κρεοδαίτην. ” ἀχθόμενος οὖν ὁ Λύσανδρος λέγει πρὸς αὐτόν· “῎Ηιδεις ἄρα σαφῶς, ᾿Αγησίλαε, φίλους ἐλαττοῦν. ” “Νὴ Δί’, ” ἔφη, “τοὺς ἐμοῦ μεῖζον δύνασθαι βουλομένους. ” καὶ ὁ Λύσανδρος, “᾿Αλλ’ ἴσως, ” ἔφη, “ταῦτα σοὶ λέλεκται βέλτιον ἢ ἐμοὶ πέπρακται. δὸς δέ μοι τινὰ τάξιν καὶ χώραν ἔνθα μὴ λυπῶν ἔσομαί σοι χρήσιμος. ” ἐκ τούτου πέμπεται μὲν ἐφ’ ῾Ελλήσποντον, καὶ Σπιθριδάτην, ἄνδρα Πέρσην, ἀπὸ τῆς Φαρναβάζου χώρας μετὰ χρημάτων συχνῶν καὶ διακοσίων ἱππέων ἤγαγε πρὸς τὸν ᾿Αγησίλαον, οὐκ ἔληγε δὲ τῆς ὀργῆς, ἀλλὰ βαρέως φέρων ἤδη τὸν λοιπὸν χρόνον ἐβούλευεν ὅπως τῶν δυεῖν οἴκων τὴν βασιλείαν ἀφελόμενος εἰς μέσον ἅπασιν ἀποδοίη Σπαρτιάταις. καὶ ἐδόκει μεγάλην ἂν ἀπεργάσασθαι κίνησιν ἐκ ταύτης τῆς διαφορᾶς, εἰ μὴ πρότερον ἐτελεύτησεν εἰς Βοιωτίαν στρατεύσας. οὕτως αἱ φιλότιμοι φύσεις ἐν ταῖς πολιτείαις, τὸ ἄγαν μὴ φυλαξάμεναι, τοῦ ἀγαθοῦ μεῖζον τὸ κακὸν ἔχουσι. καὶ γὰρ εἰ Λύσανδρος ἦν φορτικός, ὥσπερ ἦν, ὑπερβάλλων τῇ φιλοτιμίᾳ τὸν καιρόν, οὐκ ἠγνόει δήπουθεν ᾿Αγησίλαος ἑτέραν ἀμεμπτοτέραν ἐπανόρθωσιν οὖσαν ἀνδρὸς ἐνδόξου καὶ φιλοτίμου πλημμελοῦντος. ἀλλ’ ἔοικε ταὐτῷ πάθει μήτε ἐκεῖνος ἄρχοντος ἐξουσίαν γνῶναι μήτε οὗτος ἄγνοιαν ἐνεγκεῖν συνήθους. [Επεξεργασία] 9 ᾿Επεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν ᾿Αγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς ῾Ελληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως, ὕστερον δὲ πεισθεὶς ἔχειν δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος ὁ ᾿Αγησίλαος ἐδέξατο. προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας· καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς ῞Ελληνας. εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων, ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε. καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν, ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθ’ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς ῎Εφεσον ἱππικὸν συνῆγε, τοῖς εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθ’ ἑαυτοῦ καὶ ἄνδρα. πολλοὶ δ’ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ ᾿Αγησιλάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν. ἐμισθοῦντο γὰρ οἱ μὴ βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους στρατεύεσθαι, οἱ δὲ μὴ βουλόμενοι ἱππεύειν τοὺς βουλομένους ἱππεύειν. καὶ γὰρ τὸν ᾿Αγαμέμνονα ποιῆσαι καλῶς ὅτι θήλειαν ἵππον ἀγαθὴν λαβὼν κακὸν ἄνδρα καὶ πλούσιον ἀπήλλαξε τῆς στρατείας. ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς ὁ ᾿Αγησίλαος, “Οὗτοι μέν, ” εἶπεν, “οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε. ” [Επεξεργασία] 10 Καιροῦ δὲ ὄντος αὖθις ἐμβαλεῖν εἰς τὴν πολεμίαν προεῖπεν εἰς Λυδίαν ἀπάξειν, οὐκέτι ψευδόμενος ἐνταῦθα τὸν Τισαφέρνην· ἀλλ’ ἐκεῖνος ἑαυτὸν ἐξηπάτησε, διὰ τὴν ἔμπροσθεν ἀπάτην ἀπιστῶν τῷ ᾿Αγησιλάῳ, καὶ νῦν γοῦν αὐτὸν ἅψεσθαι τῆς Καρίας νομίζων οὔσης δυσίππου πολὺ τῷ ἱππικῷ λειπόμενον. ἐπεὶ δέ, ὡς προεῖπεν, ὁ ᾿Αγησίλαος ἧκεν εἰς τὸ περὶ Σάρδεις πεδίον, ἠναγκάζετο κατὰ σπουδὴν ἐκεῖθεν αὖ βοηθεῖν ὁ Τισαφέρνης· καὶ τῇ ἵππῳ διεξελαύνων διέφθειρε πολλοὺς τῶν ἀτάκτως τὸ πεδίον πορθούντων. ἐννοήσας οὖν ὁ ᾿Αγησίλαος ὅτι τοῖς πολεμίοις οὔπω πάρεστι τὸ πεζόν, αὐτῷ δὲ τῆς δυνάμεως οὐδὲν ἄπεστιν, ἔσπευσε διαγωνίσασθαι. καὶ τοῖς μὲν ἱππεῦσιν ἀναμίξας τὸ πελταστικόν, ἐλαύνειν ἐκέλευσεν ὡς τάχιστα καὶ προσβάλλειν τοῖς ἐναντίοις, αὐτὸς δὲ εὐθὺς τοὺς ὁπλίτας ἐπῆγε. γενομένης δὲ τροπῆς τῶν βαρβάρων ἐπακολουθήσαντες οἱ ῞Ελληνες ἔλαβον τὸ στρατόπεδον καὶ πολλοὺς ἀνεῖλον. ἐκ ταύτης τῆς μάχης οὐ μόνον ὑπῆρξεν αὐτοῖς ἄγειν καὶ φέρειν ἀδεῶς τὴν βασιλέως χώραν, ἀλλὰ καὶ δίκην ἐπιδεῖν Τισαφέρνην διδόντα, μοχθηρὸν ἄνδρα καὶ τῷ γένει τῶν ῾Ελλήνων ἀπεχθέστατον. ἔπεμψε γὰρ εὐθέως ὁ βασιλεὺς Τιθραύστην ἐπ’ αὐτόν, ὃς ἐκείνου μὲν τὴν κεφαλὴν ἀπέτεμε, τὸν δὲ ᾿Αγησίλαον ἠξίου διαλυσάμενον ἀποπλεῖν οἴκαδε, καὶ χρήματα διδοὺς αὐτῷ προσέπεμψεν. ὁ δὲ τῆς μὲν εἰρήνης ἔφη τὴν πόλιν εἶναι κυρίαν, αὐτὸς δὲ πλουτίζων τοὺς στρατιώτας ἥδεσθαι μᾶλλον ἢ πλουτῶν αὐτός· καὶ ἄλλως γε μέντοι νομίζειν ῞Ελληνας καλὸν οὐ δῶρα λαμβάνειν, ἀλλὰ λάφυρα παρὰ τῶν πολεμίων. ὅμως δὲ τῷ Τιθραύστῃ χαρίζεσθαι βουλόμενος, ὅτι τὸν κοινὸν ἐχθρὸν ῾Ελλήνων ἐτετιμώρητο Τισαφέρνην, ἀπήγαγεν εἰς Φρυγίαν τὸ στράτευμα, λαβὼν ἐφόδιον παρ’ αὐτοῦ τριάκοντα τάλαντα. Καὶ καθ’ ὁδὸν ὢν σκυτάλην δέχεται παρὰ τῶν οἴκοι τελῶν κελεύουσαν αὐτὸν ἄρχειν ἅμα καὶ τοῦ ναυτικοῦ. τοῦτο μόνῳ πάντων ὑπῆρξεν ᾿Αγησιλάῳ. καὶ μέγιστος μὲν ἦν ὁμολογουμένως καὶ τῶν τότε ζώντων ἐπιφανέστατος, ὡς εἴρηκέ που καὶ Θεόπομπος, ἑαυτῷ γε μὴν ἐδίδου δι’ ἀρετὴν φρονεῖν μεῖζον ἢ διὰ τὴν ἡγεμονίαν. τότε δὲ τοῦ ναυτικοῦ καταστήσας ἄρχοντα Πείσανδρον ἁμαρτεῖν ἔδοξεν, ὅτι πρεσβυτέρων καὶ φρονιμωτέρων παρόντων οὐ σκεψάμενος τὸ τῆς πατρίδος, ἀλλὰ τὴν οἰκειότητα τιμῶν καὶ τῇ γυναικὶ χαριζόμενος, ἧς ἀδελφὸς ἦν ὁ Πείσανδρος, ἐκείνῳ παρέδωκε τὴν ναυαρχίαν. [Επεξεργασία] 11 Αὐτὸς δὲ τὸν στρατὸν καταστήσας εἰς τὴν ὑπὸ Φαρναβάζῳ τεταγμένην χώραν οὐ μόνον ἐν ἀφθόνοις διῆγε πᾶσιν, ἀλλὰ καὶ χρήματα συνῆγε πολλά· καὶ προελθὼν ἄχρι Παφλαγονίας προσηγάγετο τὸν βασιλέα τῶν Παφλαγόνων, Κότυν, ἐπιθυμήσαντα τῆς φιλίας αὐτοῦ δι’ ἀρετὴν καὶ πίστιν. ὁ δὲ Σπιθριδάτης, ὡς ἀποστὰς τοῦ Φαρναβάζου τὸ πρῶτον ἦλθε πρὸς τὸν ᾿Αγησίλαον, ἀεὶ συναπεδήμει καὶ συνεστράτευεν αὐτῷ, κάλλιστον υἱὸν μὲν ἔχων, Μεγαβάτην, οὗ παιδὸς ὄντος ἤρα σφοδρῶς ᾿Αγησίλαος, καλὴν δὲ καὶ θυγατέρα παρθένον ἐν ἡλικίᾳ γάμου. ταύτην ἔπεισε γῆμαι τὸν Κότυν ὁ ᾿Αγησίλαος· καὶ λαβὼν παρ’ αὐτοῦ χιλίους ἱππεῖς καὶ δισχιλίους πελταστὰς αὖθις ἀνεχώρησεν εἰς Φρυγίαν, καὶ κακῶς ἐποίει τὴν Φαρναβάζου χώραν οὐχ ὑπομένοντος οὐδὲ πιστεύοντος τοῖς ἐρύμασιν, ἀλλὰ ἔχων ἀεὶ τὰ πλεῖστα σὺν ἑαυτῷ τῶν τιμίων καὶ ἀγαπητῶν ἐξεχώρει καὶ ὑπέφευγεν ἄλλοτε ἀλλαχόσε τῆς χώρας μεθιδρυόμενος, μέχρι οὗ παραφυλάξας αὐτὸν ὁ Σπιθριδάτης καὶ παραλαβὼν ῾Ηριππίδαν τὸν Σπαρτιάτην ἔλαβε τὸ στρατόπεδον καὶ τῶν χρημάτων ἁπάντων ἐκράτησεν. ἔνθα δὴ πικρὸς ὢν ὁ ῾Ηριππίδας ἐξεταστὴς τῶν κλαπέντων, καὶ τοὺς βαρβάρους ἀναγκάζων ἀποτίθεσθαι, καὶ πάντα ἐφορῶν καὶ διερευνώμενος, παρώξυνε τὸν Σπιθριδάτην, ὥστε ἀπελθεῖν εὐθὺς εἰς Σάρδεις μετὰ τῶν Παφλαγόνων. Τοῦτο λέγεται τῷ ᾿Αγησιλάῳ γενέσθαι πάντων ἀνιαρότατον. ἤχθετο μὲν γὰρ ἄνδρα γενναῖον ἀποβεβληκὼς τὸν Σπιθριδάτην καὶ σὺν αὐτῷ δύναμιν οὐκ ὀλίγην, ᾐσχύνετο δὲ τῇ διαβολῇ τῆς μικρολογίας καὶ ἀνελευθερίας, ἧς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τὴν πατρίδα καθαρεύουσαν ἀεὶ παρέχειν ἐφιλοτιμεῖτο. χωρὶς δὲ τῶν ἐμφανῶν τούτων ἔκνιζεν αὐτὸν οὐ μετρίως ὁ τοῦ παιδὸς ἔρως ἐνεσταγμένος, εἰ καὶ πάνυ παρόντος αὐτοῦ τῷ φιλονείκῳ χρώμενος ἐπειρᾶτο νεανικῶς ἀπομάχεσθαι πρὸς τὴν ἐπιθυμίαν. καί ποτε τοῦ Μεγαβάτου προσιόντος ὡς ἀσπασομένου καὶ φιλήσοντος ἐξέκλινεν. ἐπεὶ δὲ ἐκεῖνος αἰσχυνθεὶς ἐπαύσατο καὶ τὸ λοιπὸν ἄπωθεν ἤδη προσηγόρευεν, ἀχθόμενος αὖ πάλιν καὶ μεταμελόμενος τῇ φυγῇ τοῦ φιλήματος, ὁ ᾿Αγησίλαος προσεποιεῖτο θαυμάζειν ὅ τι δὴ παθὼν αὐτὸν ὁ Μεγαβάτης ἀπὸ στόματος οὐ φιλοφρονοῖτο. “Σὺ γὰρ αἴτιος, ” οἱ συνήθεις ἔφασαν, “οὐχ ὑποστάς, ἀλλὰ τρέσας τὸ φίλημα τοῦ καλοῦ καὶ φοβηθείς· ἐπεὶ καὶ νῦν ἂν ἔλθοι σοι πεισθεὶς ἐκεῖνος ἐντὸς φιλήματος· ἀλλ’ ὅπως αὖθις οὐκ ἀποδειλιάσεις. ” χρόνον οὖν τινα πρὸς ἑαυτῷ γενόμενος ὁ ᾿Αγησίλαος καὶ διασιωπήσας, “Οὐδέν, ” ἔφη, “δεινὸν πείθειν ὑμᾶς ἐκεῖνον· ἐγὼ γάρ μοι δοκῶ τήναν τὰν μάχαν τὰν περὶ τοῦ φιλάματος ἅδιον ἂν μάχεσθαι πάλιν ἢ πάντα ὅσα τεθέαμαι χρυσία μοι γενέσθαι. ” τοιοῦτος μὲν ἦν τοῦ Μεγαβάτου παρόντος, ἀπελθόντος γε μὴν οὕτω περικαῶς ἔσχεν ὡς χαλεπὸν εἰπεῖν εἰ πάλιν αὖ μεταβαλομένου καὶ φανέντος ἐνεκαρτέρησε μὴ φιληθῆναι. [Επεξεργασία] 12 Μετὰ ταῦτα Φαρνάβαζος εἰς λόγους αὐτῷ συνελθεῖν ἠθέλησε, καὶ συνῆγεν ἀμφοτέρους ὢν ξένος ὁ Κυζικηνὸς ᾿Απολλοφάνης. πρότερος δὲ μετὰ τῶν φίλων ὁ ᾿Αγησίλαος ἐλθὼν εἰς τὸ χωρίον, ὑπὸ σκιᾷ τινι πόας οὔσης βαθείας καταβαλὼν ἑαυτόν, ἐνταῦθα περιέμενε τὸν Φαρνάβαζον. ὁ δὲ ὡς ἐπῆλθεν, ὑποβεβλημένων αὐτῷ κωδίων τε μαλακῶν καὶ ποικίλων δαπίδων, αἰδεσθεὶς τὸν ᾿Αγησίλαον οὕτω κατακείμενον κατεκλίνη καὶ αὐτός, ὡς ἔτυχεν, ἐπὶ τῆς πόας χαμᾶζε, καίπερ ἐσθῆτα θαυμαστὴν λεπτότητι καὶ βαφαῖς ἐνδεδυκώς. ἀσπασάμενοι δὲ ἀλλήλους ὁ μὲν Φαρνάβαζος οὐκ ἠπόρει λόγων δικαίων, ἅτε δὴ πολλὰ καὶ μεγάλα Λακεδαιμονίοις χρήσιμος γεγονὼς ἐν τῷ πρὸς ᾿Αθηναίους πολέμῳ, νῦν δὲ πορθούμενος ὑπ’ αὐτῶν· ὁ δὲ ᾿Αγησίλαος, ὁρῶν τοὺς σὺν αὐτῷ Σπαρτιάτας ὑπ’ αἰσχύνης κύπτοντας εἰς τὴν γῆν καὶ διαποροῦντας (ἀδικούμενον γὰρ ἑώρων τὸν Φαρνάβαζον), “῾Ημεῖς, ” εἶπεν, “ὦ Φαρνάβαζε, καὶ φίλοι ὄντες πρότερον βασιλέως ἐχρώμεθα τοῖς ἐκείνου πράγμασι φιλικῶς καὶ νῦν πολέμιοι γεγονότες πολεμικῶς. ἓν οὖν καὶ σὲ τῶν βασιλέως κτημάτων ὁρῶντες εἶναι βουλόμενον, εἰκότως διὰ σοῦ βλάπτομεν ἐκεῖνον. ἀφ’ ἧς δ’ ἂν ἡμέρας σεαυτὸν ἀξιώσῃς ῾Ελλήνων φίλον καὶ σύμμαχον μᾶλλον ἢ δοῦλον λέγεσθαι βασιλέως, ταύτην νόμιζε τὴν φάλαγγα καὶ τὰ ὅπλα καὶ τὰς ναῦς καὶ πάντας ἡμᾶς τῶν σῶν κτημάτων φύλακας εἶναι καὶ τῆς ἐλευθερίας, ἧς ἄνευ καλὸν ἀνθρώποις οὐδὲν οὐδὲ ζηλωτόν ἐστιν. ” ἐκ τούτου λέγει πρὸς αὐτὸν ὁ Φαρνάβαζος ἣν εἶχε διάνοιαν. “᾿Εγὼ γάρ, ” εἶπεν, “ἐὰν μὲν ἄλλον ἐκπέμψῃ βασιλεὺς στρατηγόν, ἔσομαι μεθ’ ὑμῶν, ἐὰν δ’ ἐμοὶ παραδῷ τὴν ἡγεμονίαν, οὐδὲν ἐλλείψω προθυμίας ἀμυνόμενος ὑμᾶς καὶ κακῶς ποιῶν ὑπὲρ ἐκείνου. ” ταῦτα δ’ ἀκούσας ὁ ᾿Αγησίλαος ἥσθη, καὶ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος καὶ συνεξαναστάς, “Εἴθε, ” εἶπεν, “ὦ Φαρνάβαζε, τοιοῦτος ὢν φίλος ἡμῖν γένοιο μᾶλλον ἢ πολέμιος. ” [Επεξεργασία] 13 ᾿Απιόντος δὲ τοῦ Φαρναβάζου μετὰ τῶν φίλων, ὁ υἱὸς ὑπολειφθεὶς προσέδραμε τῷ ᾿Αγησιλάῳ καὶ μειδιῶν εἶπεν· “᾿Εγώ σε ξένον, ὦ ᾿Αγησίλαε, ποιοῦμαι·” καὶ παλτὸν ἔχων ἐν τῇ χειρὶ δίδωσιν αὐτῷ. δεξάμενος οὖν ὁ ᾿Αγησίλαος καὶ ἡσθεὶς τῇ τε ὄψει καὶ τῇ φιλοφροσύνῃ τοῦ παιδός, ἐπεσκόπει τοὺς παρόντας, εἴ τις ἔχοι τι τοιοῦτον οἷον ἀντιδοῦναι καλῷ καὶ γενναίῳ δῶρον. ἰδὼν δὲ ἵππον ᾿Ιδαίου τοῦ γραφέως κεκοσμημένον φαλάροις, ταχὺ ταῦτα περισπάσας τῷ μειρακίῳ δίδωσι. καὶ τὸ λοιπὸν οὐκ ἐπαύετο μεμνημένος, ἀλλὰ καὶ χρόνῳ περιϊόντι τὸν οἶκον ἀποστερηθέντος αὐτοῦ καὶ φυγόντος ὑπὸ τῶν ἀδελφῶν εἰς Πελοπόννησον, ἰσχυρῶς ἐπεμελεῖτο. καί τι καὶ τῶν ἐρωτικῶν αὐτῷ συνέπραξεν. ἠράσθη γὰρ ἀθλητοῦ παιδὸς ἐξ ᾿Αθηνῶν· ἐπεὶ δὲ μέγας ὢν καὶ σκληρὸς ᾿Ολυμπίασιν ἐκινδύνευσεν ἐκκριθῆναι, καταφεύγει πρὸς τὸν ᾿Αγησίλαον ὁ Πέρσης δεόμενος ὑπὲρ τοῦ παιδός· ὁ δὲ καὶ τοῦτο βουλόμενος αὐτῷ χαρίζεσθαι, μάλα μόλις διεπράξατο σὺν πολλῇ πραγματείᾳ. Τἆλλα μὲν γὰρ ἦν ἀκριβὴς καὶ νόμιμος, ἐν δὲ τοῖς φιλικοῖς πρόφασιν ἐνόμιζεν εἶναι τὸ λίαν δίκαιον. φέρεται γοῦν ἐπιστόλιον αὐτοῦ πρὸς ῾Ιδριέα τὸν Κᾶρα τοιοῦτο· “Νικίας εἰ μὲν μὴ ἀδικεῖ, ἄφες· εἰ δὲ ἀδικεῖ, ἡμῖν ἄφες· πάντως δὲ ἄφες. ” ἐν μὲν οὖν τοῖς πλείστοις τοιοῦτος ὑπὲρ τῶν φίλων ὁ ᾿Αγησίλαος· ἔστι δὲ ὅπου πρὸς τὸ συμφέρον ἐχρῆτο τῷ καιρῷ μᾶλλον, ὡς ἐδήλωσεν, ἀναζυγῆς αὐτῷ θορυβωδεστέρας γενομένης, ἀσθενοῦντα καταλιπὼν τὸν ἐρώμενον. ἐκείνου γὰρ δεομένου καὶ καλοῦντος αὐτὸν ἀπιόντα, μεταστραφεὶς εἶπεν ὡς χαλεπὸν ἐλεεῖν ἅμα καὶ φρονεῖν. τουτὶ μὲν ῾Ιερώνυμος ὁ φιλόσοφος ἱστόρηκεν. [Επεξεργασία] 14 ῎Ηδη δὲ περιϊόντος ἐνιαυτοῦ δευτέρου τῇ στρατηγίᾳ πολὺς ἄνω λόγος ἐχώρει τοῦ ᾿Αγησιλάου, καὶ δόξα θαυμαστὴ κατεῖχε τῆς τε σωφροσύνης αὐτοῦ καὶ εὐτελείας καὶ μετριότητος. ἐσκήνου μὲν γὰρ ἀποδημῶν καθ’ αὑτὸν ἐν τοῖς ἁγιωτάτοις ἱεροῖς, ἃ μὴ πολλοὶ καθορῶσιν ἄνθρωποι πράττοντας ἡμᾶς, τούτων τοὺς θεοὺς ποιούμενος ἐπόπτας καὶ μάρτυρας· ἐν δὲ χιλιάσι στρατιωτῶν τοσαύταις οὐ ῥᾳδίως ἄν τις εἶδε φαυλοτέραν στιβάδα τῆς ᾿Αγησιλάου. πρός τε θάλπος οὕτω καὶ ψῦχος εἶχεν ὥσπερ μόνος ἀεὶ χρῆσθαι ταῖς ὑπὸ τοῦ θεοῦ κεκραμέναις ὥραις πεφυκώς. ἥδιστον δὲ θέαμα τοῖς κατοικοῦσι τὴν ᾿Ασίαν ῞Ελλησιν ἦσαν οἱ πάλαι βαρεῖς καὶ ἀφόρητοι καὶ διαῤῥέοντες ὑπὸ πλούτου καὶ τρυφῆς ὕπαρχοι καὶ στρατηγοὶ δεδιότες καὶ θεραπεύοντες ἄνθρωπον ἐν τρίβωνι περιϊόντα λιτῷ, καὶ πρὸς ἓν ῥῆμα βραχὺ καὶ Λακωνικὸν ἁρμόζοντες ἑαυτοὺς καὶ μετασχηματίζοντες, ὥστε πολλοῖς ἐπῄει τὰ τοῦ Τιμοθέου λέγειν, ῎Αρης τύραννος· χρυσὸν δὲ ῞Ελλας οὐ δέδοικε. [Επεξεργασία] 15 Κινουμένης δὲ τῆς ᾿Ασίας καὶ πολλαχοῦ πρὸς ἀπόστασιν ὑπεικούσης, ἁρμοσάμενος τὰς αὐτόθι πόλεις, καὶ ταῖς πολιτείαις δίχα φόνου καὶ φυγῆς ἀνθρώπων ἀποδοὺς τὸν προσήκοντα κόσμον, ἐγνώκει πρόσω χωρεῖν, καὶ τὸν πόλεμον διάρας ἀπὸ τῆς ῾Ελληνικῆς θαλάττης, περὶ τοῦ σώματος βασιλεῖ καὶ τῆς ἐν ᾿Εκβατάνοις καὶ Σούσοις εὐδαιμονίας διαμάχεσθαι, καὶ περισπάσαι πρῶτον αὐτοῦ τὴν σχολήν, ὡς μὴ καθέζοιτο τοὺς πολέμους βραβεύων τοῖς ῞Ελλησι καὶ διαφθείρων τοὺς δημαγωγούς. ἐν τούτῳ δὲ ἀφικνεῖται πρὸς αὐτὸν ᾿Επικυδίδας ὁ Σπαρτιάτης, ἀπαγγέλλων ὅτι πολὺς περιέστηκε τὴν Σπάρτην πόλεμος ῾Ελληνικός, καὶ καλοῦσιν ἐκεῖνον οἱ ἔφοροι καὶ κελεύουσι τοῖς οἴκοι βοηθεῖν. ῏Ω βάρβαρ’ ἐξευρόντες ῞Ελληνες κακά· τί γὰρ ἄν τις ἄλλο τὸν φθόνον ἐκεῖνον προσείποι καὶ τὴν τότε σύστασιν καὶ σύνταξιν ἐφ’ ἑαυτοὺς τῶν ῾Ελλήνων; οἳ τῆς τύχης ἄνω φερομένης ἐπελάβοντο, καὶ τὰ ὅπλα πρὸς τοὺς βαρβάρους βλέποντα καὶ τὸν πόλεμον ἤδη τῆς ῾Ελλάδος ἐξῳκισμένον αὖθις εἰς ἑαυτοὺς ἔτρεψαν. οὐ γὰρ ἔγωγε συμφέρομαι τῷ Κορινθίῳ Δημαράτῳ μεγάλης ἡδονῆς ἀπολελεῖφθαι φήσαντι τοὺς μὴ θεασαμένους ῞Ελληνας ᾿Αλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον, ἀλλ’ εἰκότως ἂν οἶμαι δακρῦσαι, συννοήσαντας ὅτι ταῦτ’ ᾿Αλεξάνδρῳ καὶ Μακεδόσιν ἀπέλιπον οἳ τότε τοὺς τῶν ῾Ελλήνων στρατηγοὺς περὶ Λεῦκτρα καὶ Κορώνειαν καὶ Κόρινθον καὶ ᾿Αρκαδίαν κατανήλωσαν. ᾿Αγησιλάῳ μέντοι οὐδὲν κρεῖσσον ἢ μεῖζόν ἐστι τῆς ἀναχωρήσεως ἐκείνης διαπεπραγμένον, οὐδὲ γέγονε παράδειγμα πειθαρχίας καὶ δικαιοσύνης ἕτερον κάλλιον. ὅπου γὰρ ᾿Αννίβας ἤδη κακῶς πράττων καὶ περιωθούμενος ἐκ τῆς ᾿Ιταλίας μάλα μόλις ὑπήκουσε τοῖς ἐπὶ τὸν οἴκοι πόλεμον καλοῦσιν, ᾿Αλέξανδρος δὲ καὶ προσεπέσκωψε πυθόμενος τὴν πρὸς ῏Αγιν ᾿Αντιπάτρου μάχην, εἰπών· “῎Εοικεν, ὦ ἄνδρες, ὅτε Δαρεῖον ἡμεῖς ἐνικῶμεν ἐνταῦθα, ἐκεῖ τις ἐν ᾿Αρκαδίᾳ γεγονέναι μυομαχία·” πῶς οὐκ ἦν ἄξιον τὴν Σπάρτην μακαρίσαι τῆς ᾿Αγησιλάου τιμῆς πρὸς ταύτην καὶ πρὸς τοὺς νόμους τῆς εὐλαβείας; ὃς ἅμα τῷ τὴν σκυτάλην ἐλθεῖν εὐτυχίαν τοσαύτην καὶ δύναμιν παροῦσαν καὶ τηλικαύτας ἐλπίδας ὑφηγουμένας ἀφεὶς καὶ προέμενος εὐθὺς ἀπέπλευσεν “ἀτελευτήτῳ ἐπὶ ἔργῳ, ” πολὺν ἑαυτοῦ πόθον τοῖς συμμάχοις ἀπολιπών, καὶ μάλιστα δὴ τὸν ᾿Ερασιστράτου τοῦ Φαίακος ἐλέγξας λόγον, εἰπόντος ὡς εἰσὶ δημοσίᾳ μὲν Λακεδαιμόνιοι βελτίονες, ἰδίᾳ δὲ ᾿Αθηναῖοι. βασιλέα γὰρ ἑαυτὸν καὶ στρατηγὸν ἄριστον ἐπιδειξάμενος, ἔτι βελτίονα καὶ ἡδίονα τοῖς χρωμένοις ἰδίᾳ φίλον καὶ συνήθη παρέσχε. τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη μυρίοις τοξόταις ὑπὸ βασιλέως ἐξελαύνεσθαι τῆς ᾿Ασίας· τοσούτων γὰρ εἰς ᾿Αθήνας καὶ Θήβας κομισθέντων καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν οἱ δῆμοι πρὸς τοὺς Σπαρτιάτας. [Επεξεργασία] 16 ῾Ως δὲ διαβὰς τὸν ῾Ελλήσποντον ἐβάδιζε διὰ τῆς Θρᾴκης, ἐδεήθη μὲν οὐδενὸς τῶν βαρβάρων, πέμπων δὲ πρὸς ἑκάστους ἐπυνθάνετο πότερον ὡς φιλίαν ἢ ὡς πολεμίαν διαπορεύηται τὴν χώραν. οἱ μὲν οὖν ἄλλοι πάντες φιλικῶς ἐδέχοντο καὶ παρέπεμπον, ὡς ἕκαστος δυνάμεως εἶχεν· οἱ δὲ καλούμενοι Τράλλεις, οἷς καὶ Ξέρξης ἔδωκεν, ὡς λέγεται, δῶρα, τῆς διόδου μισθὸν ᾔτουν τὸν ᾿Αγησίλαον ἑκατὸν ἀργυρίου τάλαντα καὶ τοσαύτας γυναῖκας. ὁ δὲ κατειρωνευσάμενος αὐτοὺς καὶ φήσας· “Τί οὖν οὐκ εὐθὺς ἦλθον ληψόμενοι; ” προῆγε, καὶ συμβαλὼν αὐτοῖς παρατεταγμένοις ἐτρέψατο καὶ διέφθειρε πολλούς. τὸ δ’ αὐτὸ καὶ τῷ βασιλεῖ τῶν Μακεδόνων ἐρώτημα προσέπεμψε· φήσαντος δὲ βουλεύσεσθαι, “Βουλευέσθω τοίνυν ἐκεῖνος, ” εἶπεν, “ἡμεῖς δὲ δὴ πορευόμεθα. ” Θαυμάσας οὖν τὴν τόλμαν αὐτοῦ καὶ δείσας ὁ βασιλεὺς ἐκέλευσεν ὡς φίλον προάγειν. τῶν δὲ Θετταλῶν τοῖς πολεμίοις συμμαχούντων ἐπόρθει τὴν χώραν. εἰς δὲ Λάρισσαν ἔπεμψε Ξενοκλέα καὶ Σκύθην περὶ φιλίας· συλληφθέντων δὲ τούτων καὶ παραφυλασσομένων οἱ μὲν ἄλλοι βαρέως φέροντες ᾤοντο δεῖν τὸν ᾿Αγησίλαον περιστρατοπεδεύσαντα πολιορκεῖν τὴν Λάρισσαν, ὁ δὲ φήσας οὐκ ἂν ἐθελῆσαι Θεσσαλίαν ὅλην λαβεῖν ἀπολέσας τῶν ἀνδρῶν τὸν ἕτερον, ὑποσπόνδους αὐτοὺς ἀπέλαβε. καὶ τοῦτ’ ἴσως ἐπ’ ᾿Αγησιλάῳ θαυμαστὸν οὐκ ἦν, ὃς πυθόμενος μάχην μεγάλην γεγονέναι περὶ Κόρινθον, καὶ ἄνδρας τῶν πάνυ ἐνδόξων ὡς ἔνι μάλιστα αἰφνίδιον ἀπολωλέναι, καὶ Σπαρτιατῶν μὲν ὀλίγους παντάπασι τεθνηκέναι, παμπόλλους δὲ τῶν πολεμίων, οὐκ ὤφθη περιχαρὴς οὐδὲ ἐπηρμένος, ἀλλὰ καὶ πάνυ βαρὺ στενάξας, “Φεῦ τῆς ῾Ελλάδος, ” ἔφη, “τοσούτους ἄνδρας ἀπολωλεκυίας ὑφ’ αὑτῆς, ὅσοι ζῶντες ἐδύναντο νικᾶν ὁμοῦ σύμπαντας τοὺς βαρβάρους μαχόμενοι. ” τῶν δὲ Φαρσαλίων προσκειμένων αὐτῷ καὶ κακούντων τὸ στράτευμα, πεντακοσίοις ἱππεῦσιν ἐμβαλεῖν κελεύσας σὺν αὑτῷ καὶ τρεψάμενος ἔστησε τρόπαιον ὑπὸ τῷ Ναρθακίῳ. καὶ τὴν νίκην ὑπερηγάπησεν ἐκείνην, ὅτι συστησάμενος ἱππικὸν αὐτὸς δι’ ἑαυτοῦ τούτῳ μόνῳ τοὺς μέγιστον ἐφ’ ἱππικῇ φρονοῦντας ἐκράτησεν. [Επεξεργασία] 17 ᾿Ενταῦθα Διφρίδας οἴκοθεν ἔφορος ὢν ἀπήντησεν αὐτῷ κελεύων εὐθὺς ἐμβαλεῖν εἰς τὴν Βοιωτίαν. ὁ δέ, καίπερ ἀπὸ μείζονος παρασκευῆς ὕστερον τοῦτο ποιῆσαι διανοούμενος, οὐδὲν ᾤετο δεῖν ἀπειθεῖν τοῖς ἄρχουσιν, ἀλλὰ τοῖς τε μεθ’ ἑαυτοῦ προεῖπεν ἐγγὺς εἶναι τὴν ἡμέραν ἐφ’ ἣν ἐξ ᾿Ασίας ἥκουσι, καὶ δύο μόρας μετεπέμψατο τῶν περὶ Κόρινθον στρατευομένων. οἱ δὲ ἐν τῇ πόλει Λακεδαιμόνιοι τιμῶντες αὐτὸν ἐκήρυξαν τῶν νέων ἀπογράφεσθαι τὸν βουλόμενον τῷ βασιλεῖ βοηθεῖν. ἀπογραψαμένων δὲ πάντων προθύμως, οἱ ἄρχοντες πεντήκοντα τοὺς ἀκμαιοτάτους καὶ ῥωμαλεωτάτους ἐκλέξαντες ἀπέστειλαν. ῾Ο δὲ ᾿Αγησίλαος εἴσω Πυλῶν παρελθὼν καὶ διοδεύσας τὴν Φωκίδα φίλην οὖσαν, ἐπεὶ τῆς Βοιωτίας πρῶτον ἐπέβη καὶ περὶ τὴν Χαιρώνειαν κατεστρατοπέδευσεν, ἅμα μὲν τὸν ἥλιον ἐκλείποντα καὶ γινόμενον μηνοειδῆ κατεῖδεν, ἅμα δὲ ἤκουσε τεθνάναι Πείσανδρον ἡττημένον ναυμαχίᾳ περὶ Κνίδον ὑπὸ Φαρναβάζου καὶ Κόνωνος. ἠχθέσθη μὲν οὖν, ὡς εἰκός, ἐπὶ τούτοις καὶ διὰ τὸν ἄνδρα καὶ διὰ τὴν πόλιν, ὅπως δὲ μὴ τοῖς στρατιώταις ἐπὶ μάχην βαδίζουσιν ἀθυμία καὶ φόβος ἐμπέσῃ, τἀναντία λέγειν ἐκέλευσε τοὺς ἀπὸ θαλάττης ἥκοντας, ὅτι νικῶσι τῇ ναυμαχίᾳ· καὶ προελθὼν αὐτὸς ἐστεφανωμένος ἔθυσεν εὐαγγέλια καὶ διέπεμπε μερίδας τοῖς φίλοις ἀπὸ τῶν τεθυμένων. [Επεξεργασία] 18 ᾿Επεὶ δὲ προϊὼν καὶ γενόμενος ἐν Κορωνείᾳ κατεῖδε τοὺς πολεμίους καὶ κατώφθη, παρετάξατο δοὺς ᾿Ορχομενίοις τὸ εὐώνυμον κέρας, αὐτὸς δὲ τὸ δεξιὸν ἐπῆγεν. οἱ δὲ Θηβαῖοι τὸ μὲν δεξιὸν εἶχον αὐτοί, τὸ δὲ εὐώνυμον ᾿Αργεῖοι. λέγει δὲ τὴν μάχην ὁ Ξενοφῶν ἐκείνην οἵαν οὐκ ἄλλην τῶν πώποτε γενέσθαι· καὶ παρῆν αὐτὸς τῷ ᾿Αγησιλάῳ συναγωνιζόμενος, ἐξ ᾿Ασίας διαβεβηκώς. ἡ μὲν οὖν πρώτη σύῤῥαξις οὐκ ἔσχεν ὠθισμὸν οὐδὲ ἀγῶνα πολύν, ἀλλὰ οἵ τε Θηβαῖοι ταχὺ τοὺς ᾿Ορχομενίους ἐτρέψαντο καὶ τοὺς ᾿Αργείους ὁ ᾿Αγησίλαος· ἐπεὶ δὲ ἀκούσαντες ἀμφότεροι τὰ εὐώνυμα πιέζεσθαι καὶ φεύγειν ἀνέστρεψαν, ἐνταῦθα τῆς νίκης ἀκινδύνου παρούσης, εἰ τῆς κατὰ στόμα μάχης ὑφέσθαι τοῖς Θηβαίοις ἠθέλησε καὶ παίειν ἑπόμενος παραλλάξαντας, ὑπὸ θυμοῦ καὶ φιλονεικίας ἐναντίος ἐχώρει τοῖς ἀνδράσιν, ὤσασθαι κατὰ κράτος βουλόμενος. οἱ δὲ οὐχ ἧττον ἐῤῥωμένως ἐδέξαντο, καὶ μάχη γίνεται δι’ ὅλου μὲν ἰσχυρὰ τοῦ στρατεύματος, ἰσχυροτάτη δὲ κατ’ ἐκεῖνον αὐτὸν ἐν τοῖς πεντήκοντα τεταγμένον, ὧν εἰς καιρὸν ἔοικεν ἡ φιλοτιμία τῷ βασιλεῖ γενέσθαι καὶ σωτήριος. ἀγωνιζόμενοι γὰρ ἐκθύμως καὶ προκινδυνεύοντες ἄτρωτον μὲν αὐτὸν οὐκ ἐδυνήθησαν φυλάξαι, πολλὰς δὲ διὰ τῶν ὅπλων δεξάμενον εἰς τὸ σῶμα πληγὰς δόρασι καὶ ξίφεσι μόλις ἀνήρπασαν ζῶντα, καὶ συμφράξαντες πρὸ αὐτοῦ πολλοὺς μὲν ἀνῄρουν, πολλοὶ δὲ ἔπιπτον. ὡς δὲ μέγα ἔργον ἦν ὤσασθαι προτροπάδην τοὺς Θηβαίους, ἠναγκάσθησαν ὅπερ ἐξ ἀρχῆς οὐκ ἐβούλοντο ποιῆσαι. διέστησαν γὰρ αὐτοῖς τὴν φάλαγγα καὶ διέσχον, εἶτα ἀτακτότερον ἤδη πορευομένους, ὡς διεξέπεσον, ἀκολουθοῦντες καὶ παραθέοντες ἐκ πλαγίων ἔπαιον. οὐ μὴν ἐτρέψαντό γε, ἀλλ’ ἀπεχώρησαν οἱ Θηβαῖοι πρὸς τὸν ῾Ελικῶνα, μέγα τῇ μάχῃ φρονοῦντες, ὡς ἀήττητοι καθ’ αὑτοὺς γεγονότες. [Επεξεργασία] 19 ᾿Αγησίλαος δέ, καίπερ ὑπὸ τραυμάτων πολλῶν κακῶς τὸ σῶμα διακείμενος, οὐ πρότερον ἐπὶ σκηνὴν ἀπῆλθεν ἢ φοράδην ἐνεχθῆναι πρὸς τὴν φάλαγγα καὶ τοὺς νεκροὺς ἰδεῖν ἐντὸς τῶν ὅπλων συγκεκομισμένους. ὅσοι μέντοι τῶν πολεμίων εἰς τὸ ἱερὸν κατέφυγον, πάντας ἐκέλευσεν ἀφεθῆναι. πλησίον γὰρ ὁ νεώς ἐστιν ὁ τῆς ᾿Ιτωνίας ᾿Αθηνᾶς, καὶ πρὸ αὐτοῦ τρόπαιον ἕστηκεν, ὃ πάλαι Βοιωτοὶ Σπάρτωνος στρατηγοῦντος ἐνταῦθα νικήσαντες ᾿Αθηναίους καὶ Τολμίδην ἀποκτείναντες ἔστησαν. ἅμα δ’ ἡμέρᾳ βουλόμενος ἐξελέγξαι τοὺς Θηβαίους ὁ ᾿Αγησίλαος, εἰ διαμαχοῦνται, στεφανοῦσθαι μὲν ἐκέλευσε τοὺς στρατιώτας, αὐλεῖν δὲ τοὺς αὐλητάς, ἱστάναι δὲ καὶ κοσμεῖν τρόπαιον ὡς νενικηκότας. ὡς δὲ ἔπεμψαν οἱ πολέμιοι νεκρῶν ἀναίρεσιν αἰτοῦντες, ἐσπείσατο, καὶ τὴν νίκην οὕτως ἐκβεβαιωσάμενος εἰς Δελφοὺς ἀπεκομίσθη, Πυθίων ἀγομένων, καὶ τήν τε πομπὴν ἐπετέλει τῷ θεῷ καὶ τὴν δεκάτην ἀπέθυε τῶν ἐκ τῆς ᾿Ασίας λαφύρων ἑκατὸν ταλάντων γενομένην. ᾿Επεὶ δὲ ἀπενόστησεν οἴκαδε, προσφιλὴς μὲν ἦν εὐθὺς τοῖς πολίταις καὶ περίβλεπτος ἀπὸ τοῦ βίου καὶ τῆς διαίτης· οὐ γάρ, ὥσπερ οἱ πλεῖστοι τῶν στρατηγῶν, καινὸς ἐπανῆλθεν ἀπὸ τῆς ξένης καὶ κεκινημένος ὑπ’ ἀλλοτρίων ἐθῶν, καὶ δυσκολαίνων πρὸς τὰ οἴκοι καὶ ζυγομαχῶν, ἀλλὰ ὁμοίως τοῖς μηδεπώποτε τὸν Εὐρώταν διαβεβηκόσι τὰ παρόντα τιμῶν καὶ στέργων οὐ δεῖπνον ἤλλαξεν, οὐ λουτρόν, οὐ θεραπείαν γυναικός, οὐχ ὅπλων κόσμον, οὐκ οἰκίας κατασκευήν, ἀλλὰ καὶ τὰς θύρας ἀφῆκεν οὕτως οὔσας σφόδρα παλαιάς, ὡς δοκεῖν εἶναι, ταύτας ἐκείνας ἃς ἐπέθηκεν ᾿Αριστόδημος. καὶ τὸ κάνναθρόν φησιν ὁ Ξενοφῶν οὐδέν τι σεμνότερον εἶναι τῆς ἐκείνου θυγατρὸς ἢ τῶν ἄλλων. κάνναθρα δὲ καλοῦσιν εἴδωλα γρυπῶν ξύλινα καὶ τραγελάφων ἐν οἷς κομίζουσι τὰς παῖδας ἐν ταῖς πομπαῖς. ὁ μὲν οὖν Ξενοφῶν ὄνομα τῆς ᾿Αγησιλάου θυγατρὸς οὐ γέγραφε, καὶ ὁ Δικαίαρχος ἐπηγανάκτησεν ὡς μήτε τὴν ᾿Αγησιλάου θυγατέρα μήτε τὴν ᾿Επαμινώνδου μητέρα γινωσκόντων ἡμῶν· ἡμεῖς δὲ εὕρομεν ἐν ταῖς Λακωνικαῖς ἀναγραφαῖς ὀνομαζομένην γυναῖκα μὲν ᾿Αγησιλάου Κλεόραν, θυγατέρας δὲ Εὐπωλίαν καὶ Πρόαυγαν. ἔστι δὲ καὶ λόγχην ἰδεῖν αὐτοῦ κειμένην ἄχρι νῦν ἐν Λακεδαίμονι, μηδὲν τῶν ἄλλων διαφέρουσαν. [Επεξεργασία] 20 Οὐ μὴν ἀλλὰ ὁρῶν ἐνίους τῶν πολιτῶν ἀπὸ ἱπποτροφίας δοκοῦντας εἶναί τινας καὶ μέγα φρονοῦντας, ἔπεισε τὴν ἀδελφὴν Κυνίσκαν ἅρμα καθεῖσαν ᾿Ολυμπίασιν ἀγωνίσασθαι, βουλόμενος ἐνδείξασθαι τοῖς ῞Ελλησιν ὡς οὐδεμιᾶς ἐστιν ἀρετῆς, ἀλλὰ πλούτου καὶ δαπάνης ἡ νίκη. Ξενοφῶντα δὲ τὸν σοφὸν ἔχων μεθ’ ἑαυτοῦ σπουδαζόμενον ἐκέλευε τοὺς παῖδας ἐν Λακεδαίμονι τρέφειν μεταπεμψάμενον, ὡς μαθησομένους τῶν μαθημάτων τὸ κάλλιστον, ἄρχεσθαι καὶ ἄρχειν. τοῦ δὲ Λυσάνδρου τετελευτηκότος εὑρὼν ἑταιρείαν πολλὴν συνεστῶσαν, ἣν ἐκεῖνος εὐθὺς ἐπανελθὼν ἀπὸ τῆς ᾿Ασίας συνέστησεν ἐπὶ τὸν ᾿Αγησίλαον, ὥρμησεν αὐτὸν ἐξελέγχειν οἷος ἦν ζῶν πολίτης· καὶ λόγον ἀναγνοὺς ἐν βιβλίῳ ἀπολελειμμένον, ὃν ἔγραψε μὲν Κλέων ὁ ῾Αλικαρνασσεύς, ἔμελλε δὲ λέγειν ἀναλαβὼν ὁ Λύσανδρος ἐν τῷ δήμῳ περὶ πραγμάτων καινῶν καὶ μεταστάσεως τοῦ πολιτεύματος, ἠθέλησεν εἰς μέσον ἐξενεγκεῖν. ἐπεὶ δέ τις τῶν γερόντων τὸν λόγον ἀναγνοὺς καὶ φοβηθεὶς τὴν δεινότητα συνεβούλευσε μὴ τὸν Λύσανδρον ἀνορύττειν, ἀλλὰ τὸν λόγον μᾶλλον αὐτῷ συγκατορύττειν, ἐπείσθη καὶ καθησύχαζε. τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἔβλαπτε, διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν, ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας, εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος, οἰκείους ἐκ διαφόρων ἐποιεῖτο καὶ μεθίστη πρὸς αὑτόν, ὥστε μηθένα ἀντίπαλον εἶναι. ῾Ο γὰρ ἕτερος βασιλεὺς ᾿Αγησίπολις, ἅτε δὴ πατρὸς μὲν ὢν φυγάδος, ἡλικίᾳ δὲ παντάπασι μειράκιον, φύσει δὲ πρᾷος καὶ κόσμιος, οὐ πολλὰ τῶν πολιτικῶν ἔπραττεν. οὐ μὴν ἀλλὰ καὶ τοῦτον ἐποιεῖτο χειροήθη. συσσιτοῦσι γὰρ οἱ βασιλεῖς εἰς τὸ αὐτὸ φοιτῶντες φιδίτιον, ὅταν ἐπιδημῶσιν. εἰδὼς οὖν ἔνοχον ὄντα τοῖς ἐρωτικοῖς τὸν ᾿Αγησίπολιν, ὥσπερ ἦν αὐτός, ἀεί τινος ὑπῆρχε λόγου περὶ τῶν ἐν ὥρᾳ· καὶ προῆγε τὸν νεανίσκον εἰς ταὐτὸ καὶ συνήρα καὶ συνέπραττε, τῶν Λακωνικῶν ἐρώτων οὐδὲν αἰσχρόν, αἰδῶ δὲ πολλὴν καὶ φιλοτιμίαν καὶ ζῆλον ἀρετῆς ἐχόντων, ὡς ἐν τοῖς περὶ Λυκούργου γέγραπται. [Επεξεργασία] 21 Μέγιστον οὖν δυνάμενος ἐν τῇ πόλει διαπράττεται Τελευτίαν τὸν ὁμομήτριον ἀδελφὸν ἐπὶ τοῦ ναυτικοῦ γενέσθαι. καὶ στρατευσάμενος εἰς Κόρινθον αὐτὸς μὲν ᾕρει κατὰ γῆν τὰ μακρὰ τείχη, ταῖς δὲ ναυσὶν ὁ Τελευτίας ... ᾿Αργείων δὲ τὴν Κόρινθον ἐχόντων τότε καὶ τὰ ῎Ισθμια συντελούντων, ἐπιφανεὶς ἐκείνους μὲν ἐξήλασεν ἄρτι τῷ θεῷ τεθυκότας, τὴν παρασκευὴν ἅπασαν ἀπολιπόντας· ἐπεὶ δὲ τῶν Κορινθίων ὅσοι φυγάδες ἔτυχον παρόντες ἐδεήθησαν αὐτοῦ τὸν ἀγῶνα διαθεῖναι, τοῦτο μὲν οὐκ ἐποίησεν, αὐτῶν δὲ ἐκείνων διατιθέντων καὶ συντελούντων παρέμεινε καὶ παρέσχεν ἀσφάλειαν. ὕστερον δὲ ἀπελθόντος αὐτοῦ πάλιν ὑπ’ ᾿Αργείων ἤχθη τὰ ῎Ισθμια, καί τινες μὲν ἐνίκησαν πάλιν, εἰσὶ δὲ οἳ νενικηκότες πρότερον, ἡττημένοι δὲ ὕστερον, ἀνεγράφησαν. ἐπὶ τούτῳ δὲ πολλὴν ἀπέφηνε δειλίαν κατηγορεῖν ἑαυτῶν τοὺς ᾿Αργείους ὁ ᾿Αγησίλαος, εἰ σεμνὸν οὕτω καὶ μέγα τὴν ἀγωνοθεσίαν ἡγούμενοι μάχεσθαι περὶ αὐτῆς οὐκ ἐτόλμησαν. αὐτὸς δὲ πρὸς ταῦτα πάντα μετρίως ᾤετο δεῖν ἔχειν, καὶ τοὺς μὲν οἴκοι χοροὺς καὶ ἀγῶνας ἐπεκόσμει καὶ συμπαρῆν ἀεὶ φιλοτιμίας καὶ σπουδῆς μεστὸς ὢν καὶ οὔτε παίδων οὔτε παρθένων ἁμίλλης ἀπολειπόμενος, ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς ῞Ελλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτὸν ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφροσύνης, τέλος δὲ εἶπεν· “Οὐκ ἐπιγινώσκεις με, ὦ βασιλεῦ; ” κἀκεῖνος ἀποβλέψας πρὸς αὐτὸν εἶπεν· “᾿Αλλὰ οὐ σύγε ἐσσὶ Καλλιππίδας ὁ δεικηλίκτας; ” οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσι. παρακαλούμενος δὲ πάλιν ἀκοῦσαι τοῦ τὴν ἀηδόνα μιμουμένου, παρῃτήσατο φήσας, “Αὐτᾶς ἄκουκα. ” τοῦ δὲ ἰατροῦ Μενεκράτους, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ καὶ δὴ καὶ πρὸς ἐκεῖνον ἐπιστεῖλαι τολμήσαντος οὕτως· “Μενεκράτης Ζεὺς βασιλεῖ ᾿Αγησιλάῳ χαίρειν, ” ἀντέγραψε· “Βασιλεὺς ᾿Αγησίλαος Μενεκράτει ὑγιαίνειν. ” [Επεξεργασία] 22 Διατρίβοντος δὲ περὶ τὴν Κορινθίων αὐτοῦ καὶ τὸ ῾Ηραῖον εἰληφότος καὶ τὰ αἰχμάλωτα τοὺς στρατιώτας ἄγοντας καὶ φέροντας ἐπιβλέποντος, ἀφίκοντο πρέσβεις ἐκ Θηβῶν περὶ φιλίας. ὁ δὲ μισῶν μὲν ἀεὶ τὴν πόλιν, οἰόμενος δὲ τότε καὶ συμφέρειν ἐνυβρίσαι, προσεποιεῖτο μήτε ὁρᾶν αὐτοὺς μήτε ἀκούειν ἐντυγχανόντων. ἔπαθε δὲ πρᾶγμα νεμεσητόν· οὔπω γὰρ ἀπηλλαγμένων τῶν Θηβαίων ἧκόν τινες ἀπαγγέλλοντες αὐτῷ τὴν μόραν ὑπὸ ᾿Ιφικράτους κατακεκόφθαι. καὶ πάθος τοῦτο μέγα διὰ πολλοῦ χρόνου συνέπεσεν αὐτοῖς· πολλοὺς γὰρ ἄνδρας ἀγαθοὺς ἀπέβαλον κρατηθέντας ὑπό τε πελταστῶν ὁπλίτας καὶ μισθοφόρων Λακεδαιμονίους. ᾿Ανεπήδησε μὲν οὖν εὐθὺς ὁ ᾿Αγησίλαος ὡς βοηθήσων· ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους, αὖθις εἰς τὸ ῾Ηραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρίζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς ὁ ᾿Αγησίλαος εἶπεν· “Εἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφ’ οἷς εὐτυχοῦσιν, αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει. ” καὶ παραλαβὼν αὐτοὺς τῇ ὑστεραίᾳ τήν τε χώραν τῶν Κορινθίων ἔκοπτε καὶ πρὸς τὴν πόλιν αὐτὴν προσῆλθεν. οὕτω δὲ τοὺς Κορινθίους ἐξελέγξας ἀμύνεσθαι μὴ τολμῶντας, ἀφῆκε τὴν πρεσβείαν. αὐτὸς δὲ τοὺς περιλελειμμένους ἄνδρας ἐκ τῆς μόρας ἀναλαβὼν ἀπῆγεν εἰς Λακεδαίμονα, πρὸ ἡμέρας ποιούμενος τὰς ἀναζεύξεις καὶ πάλιν σκοταίους τὰς καταλύσεις, ὅπως οἱ μισοῦντες καὶ βασκαίνοντες τῶν ᾿Αρκάδων μὴ ἐπιχαίρωσιν. ᾿Εκ τούτου χαριζόμενος τοῖς ᾿Αχαιοῖς διέβαινεν εἰς ᾿Ακαρνανίαν στρατιᾷ μετ’ αὐτῶν, καὶ πολλὴν μὲν ἠλάσατο λείαν, μάχῃ δὲ τοὺς ᾿Ακαρνᾶνας ἐνίκησε. δεομένων δὲ τῶν ᾿Αχαιῶν ὅπως τὸν χειμῶνα παραμείνας ἀφέληται τὸν σπόρον τῶν πολεμίων, τοὐναντίον ἔφη ποιήσειν· μᾶλλον γὰρ φοβηθήσεσθαι τὸν πόλεμον αὐτούς, ἐὰν ἐσπαρμένην τὴν γῆν εἰς ὥρας ἔχωσιν· ὃ καὶ συνέβη. παραγγελλομένης γὰρ αὖθις ἐπ’ αὐτοὺς στρατείας διηλλάγησαν τοῖς ᾿Αχαιοῖς. [Επεξεργασία] 23 ᾿Επεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπόρθουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ καὶ τὸ ἄστυ τῶν ᾿Αθηναίων Φαρναβάζου χρήματα δόντος, ἔδοξε τοῖς Λακεδαιμονίοις εἰρήνην ποιεῖσθαι πρὸς βασιλέα· καὶ πέμπουσιν ᾿Ανταλκίδαν πρὸς Τιρίβαζον, αἴσχιστα καὶ παρανομώτατα τοὺς τὴν ᾿Ασίαν κατοικοῦντας ῞Ελληνας, ὑπὲρ ὧν ἐπολέμησεν ᾿Αγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης ᾿Αγησιλάῳ μετασχεῖν. ὁ γὰρ ᾿Ανταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν ὡς τοῦ πολέμου τὸν ᾿Αγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα τοὺς Λακεδαιμονίους μηδίζειν ὁ ᾿Αγησίλαος ἀπεκρίνατο μᾶλλον τοὺς Μήδους λακωνίζειν. τοῖς δὲ μὴ βουλομένοις δέχεσθαι τὴν εἰρήνην ἀπειλῶν καὶ καταγγέλλων πόλεμον ἠνάγκασεν ἐμμένειν ἅπαντας οἷς ὁ Πέρσης ἐδικαίωσε, μάλιστα διὰ τοὺς Θηβαίους, ὅπως αὐτόνομον τὴν Βοιωτίαν ἀφέντες ἀσθενέστεροι γένωνται. δῆλον δὲ τοῦτο τοῖς ὕστερον ἐποίησεν. ἐπεὶ γὰρ Φοιβίδας ἔργον εἰργάσατο δεινὸν ἐν σπονδαῖς καὶ εἰρήνῃ τὴν Καδμείαν καταλαβών, καὶ πάντες μὲν ἠγανάκτουν οἱ ῞Ελληνες, χαλεπῶς δὲ ἔφερον οἱ Σπαρτιᾶται, καὶ μάλιστα οἱ διαφερόμενοι τῷ ᾿Αγησιλάῳ μετ’ ὀργῆς ἐπυνθάνοντο τοῦ Φοιβίδου τίνος ταῦτα κελεύσαντος ἔπραξεν, εἰς ἐκεῖνον τὴν ὑπόνοιαν τρέποντες, οὐκ ὤκνησε τῷ Φοιβίδᾳ βοηθῶν λέγειν ἀναφανδὸν ὅτι δεῖ τὴν πρᾶξιν αὐτήν, εἴ τι χρήσιμον ἔχει, σκοπεῖν· τὰ γὰρ συμφέροντα τῇ Λακεδαίμονι καλῶς ἔχειν αὐτοματίζεσθαι, κἂν μηδεὶς κελεύσῃ. καίτοι τῷ λόγῳ πανταχοῦ τὴν δικαιοσύνην ἀπέφαινε πρωτεύειν τῶν ἀρετῶν· ἀνδρείας μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, μὴ παρούσης δικαιοσύνης, εἰ δὲ δίκαιοι πάντες γένοιντο, μηδὲν ἀνδρείας δεήσεσθαι. πρὸς δὲ τοὺς λέγοντας ὅτι ταῦτα δοκεῖ τῷ μεγάλῳ βασιλεῖ, “Τί δ’ ἐκεῖνος ἐμοῦ, ” εἶπε, “μείζων, εἰ μὴ καὶ δικαιότερος; ” ὀρθῶς καὶ καλῶς οἰόμενος δεῖν τῷ δικαίῳ καθάπερ μέτρῳ βασιλικῷ μετρεῖσθαι τὴν ὑπεροχὴν τοῦ μείζονος. ἣν δὲ τῆς εἰρήνης γενομένης ἔπεμψεν αὐτῷ περὶ ξενίας καὶ φιλίας ἐπιστολὴν ὁ βασιλεύς, οὐκ ἔλαβεν, εἰπὼν ἐξαρκεῖν τὴν κοινὴν φιλίαν, καὶ μηδὲν ἰδίας δεήσεσθαι μενούσης ἐκείνης. ἐν δὲ τοῖς ἔργοις οὐκέτι ταύτην διαφυλάττων τὴν δόξαν, ἀλλὰ τῇ φιλοτιμίᾳ καὶ τῇ φιλονεικίᾳ πολλαχοῦ συνεκφερόμενος, καὶ μάλιστα τῇ πρὸς Θηβαίους, οὐ μόνον ἔσωσε τὸν Φοιβίδαν, ἀλλὰ καὶ τὴν πόλιν ἔπεισεν εἰς αὑτὴν ἀναδέξασθαι τὸ ἀδίκημα καὶ κατέχειν τὴν Καδμείαν δι’ ἑαυτῆς, τῶν δὲ πραγμάτων καὶ τῆς πολιτείας ᾿Αρχίαν καὶ Λεοντίδαν ἀποδεῖξαι κυρίους, δι’ ὧν ὁ Φοιβίδας εἰσῆλθε καὶ κατέλαβε τὴν ἀκρόπολιν. [Επεξεργασία] 24 ῏Ην μὲν οὖν εὐθὺς ἐκ τούτων ὑπόνοια Φοιβίδου μὲν ἔργον εἶναι, βούλευμα δὲ ᾿Αγησιλάου τὸ πεπραγμένον· αἱ δὲ ὕστερον πράξεις ὁμολογουμένην ἐποίησαν τὴν αἰτίαν. ὡς γὰρ ἐξέβαλον οἱ Θηβαῖοι τὴν φρουρὰν καὶ τὴν πόλιν ἠλευθέρωσαν, ἐγκαλῶν αὐτοῖς ὅτι τὸν ᾿Αρχίαν καὶ τὸν Λεοντίδαν ἀπεκτόνεσαν, ἔργῳ μὲν τυράννους, λόγῳ δὲ πολεμάρχους ὄντας, ἐξήνεγκε πόλεμον πρὸς αὐτούς. καὶ Κλεόμβροτος ἤδη βασιλεύων ᾿Αγησιπόλιδος τεθνηκότος, εἰς Βοιωτίαν ἐπέμφθη μετὰ δυνάμεως· ὁ γὰρ ᾿Αγησίλαος, ὡς ἔτη τεσσαράκοντα γεγονὼς ἀφ’ ἥβης καὶ στρατείας ἔχων ἄφεσιν ὑπὸ τῶν νόμων, ἔφυγε τὴν στρατηγίαν ἐκείνην, αἰσχυνόμενος εἰ Φλιασίοις ὀλίγον ἔμπροσθεν ὑπὲρ φυγάδων πεπολεμηκώς, αὖθις ὀφθήσεται Θηβαίους κακῶς ποιῶν διὰ τοὺς τυράννους. ῏Ην δέ τις Λάκων Σφοδρίας ἐκ τῆς ὑπεναντίας στάσεως τῷ ᾿Αγησιλάῳ τεταγμένος ἐν Θεσπιαῖς ἁρμοστής, οὐκ ἄτολμος μὲν οὐδ’ ἀφιλότιμος ἀνήρ, ἀεὶ δ’ ἐλπίδων μᾶλλον ἢ φρενῶν ἀγαθῶν μεστός. οὗτος ἐπιθυμῶν ὀνόματος μεγάλου, καὶ τὸν Φοιβίδαν νομίζων ἔνδοξον γεγονέναι καὶ περιβόητον ἀπὸ τοῦ περὶ Θήβας τολμήματος, ἐπείσθη πολὺ κάλλιον εἶναι καὶ λαμπρότερον εἰ τὸν Πειραιᾶ καταλάβοι δι’ ἑαυτοῦ καὶ τῶν ᾿Αθηναίων ἀφέλοιτο τὴν θάλασσαν, ἐκ γῆς ἀπροσδοκήτως ἐπελθών. λέγουσι δὲ τοῦτο μηχάνημα γενέσθαι τῶν περὶ Πελοπίδαν καὶ Μέλωνα βοιωταρχῶν. ὑπέπεμψαν γὰρ ἀνθρώπους λακωνίζειν προσποιουμένους, οἳ τὸν Σφοδρίαν ἐπαινοῦντες καὶ μεγαλύνοντες ὡς ἔργου τηλικούτου μόνον ἄξιον, ἐπῆραν καὶ παρώρμησεν ἀνελέσθαι πρᾶξιν ἄδικον μὲν ὁμοίως ἐκείνῃ καὶ παράνομον, τόλμης δὲ καὶ τύχης ἐνδεᾶ γενομένην. ἡμέρα γὰρ αὐτὸν ἐν τῷ Θριασίῳ πεδίῳ κατέλαβε καὶ κατέλαμψεν ἐλπίσαντα νυκτὸς προσμίξειν τῷ Πειραιεῖ· καὶ φῶς ἀφ’ ἱερῶν τινων ᾿Ελευσινόθεν ἰδόντας λέγουσιφρῖξαι καὶ περιφόβους γενέσθαι τοὺς στρατιώτας. αὐτὸς δὲ τοῦ θράσους ἐξέπεσεν, ὡς οὐκέτι λαθεῖν ἦν, καί τινα βραχεῖαν ἁρπαγὴν θέμενος αἰσχρῶς ἀνεχώρησε καὶ ἀδόξως εἰς τὰς Θεσπιάς. ἐκ δὲ τούτου κατήγοροι μὲν ἐπέμφθησαν εἰς Σπάρτην ἐξ ᾿Αθηνῶν, εὗρον δὲ κατηγορίας μηδὲν ἐπὶ τὸν Σφοδρίαν δεομένους τοὺς ἄρχοντας, ἀλλὰ θανάτου κρίσιν αὐτῷ προειρηκότας, ἣν ἐκεῖνος ὑπομένειν ἀπέγνω, φοβούμενος τὴν ὀργὴν τῶν πολιτῶν αἰσχυνομένων τοὺς ᾿Αθηναίους καὶ βουλομένων συναδικεῖσθαι δοκεῖν, ἵνα μὴ συναδικεῖν δοκῶσιν. [Επεξεργασία] 25 Εἶχεν οὖν υἱὸν ὁ Σφοδρίας Κλεώνυμον, οὗ παιδὸς ὄντος ἔτι καὶ καλοῦ τὴν ὄψιν ᾿Αρχίδαμος ὁ ᾿Αγησιλάου τοῦ βασιλέως υἱὸς ἤρα. καὶ τότε συνηγωνία μὲν ὡς εἰκὸς αὐτῷ κινδυνεύοντι περὶ τοῦ πατρός, συμπράττειν δὲ φανερῶς καὶ βοηθεῖν οὐκ εἶχεν· ἦν γὰρ ὁ Σφοδρίας ἐκ τῶν διαφόρων τοῦ ᾿Αγησιλάου. τοῦ δὲ Κλεωνύμου προσελθόντος αὐτῷ καὶ μετὰ δεήσεως καὶ δακρύων ἐντυχόντος, ὅπως τὸν ᾿Αγησίλαον εὔνουν παράσχῃ, μάλιστα γὰρ ἐκεῖνον αὐτοῖς φοβερὸν εἶναι, τρεῖς μὲν ἢ τέσσαρας ἡμέρας αἰδούμενος τὸν πατέρα καὶ δεδιὼς σιωπῇ παρηκολούθει· τέλος δὲ τῆς κρίσεως ἐγγὺς οὔσης ἐτόλμησεν εἰπεῖν πρὸς τὸν ᾿Αγησίλαον ὅτι Κλεώνυμος αὐτοῦ δεηθείη περὶ τοῦ πατρός. ὁ δὲ ᾿Αγησίλαος εἰδὼς ἐρῶντα τὸν ᾿Αρχίδαμον οὐκ ἔπαυσεν· ἦν γὰρ ὁ Κλεώνυμος εὐθὺς ἐκ παίδων ἐπίδοξος, εἴ τις καὶ ἄλλος, ἀνὴρ ἔσεσθαι σπουδαῖος. οὐ μὴν ἐνέδωκέ τι τότε χρηστὸν ἢ φιλάνθρωπον ἐλπίσαι δεομένῳ τῷ παιδί, σκέψεσθαι δὲ φήσας ὅ τι καλῶς ἔχοι καὶ πρεπόντως, ἀπῆλθεν. αἰδούμενος οὖν ὁ ᾿Αρχίδαμος ἐξέλειπε τὸ προσιέναι τῷ Κλεωνύμῳ, καίπερ εἰωθὼς πολλάκις τοῦτο τῆς ἡμέρας ποιεῖν πρότερον. ἐκ δὲ τούτου κἀκεῖνοι τὰ κατὰ τὸν Σφοδρίαν μᾶλλον ἀπέγνωσαν, ἄχρι οὗ τῶν ᾿Αγησιλάου φίλων ᾿Ετυμοκλῆς ἔν τινι κοινολογίᾳ πρὸς αὐτοὺς ἀπεγύμνωσε τὴν γνώμην τοῦ ᾿Αγησιλάου· τὸ μὲν γὰρ ἔργον ὡς ἔνι μάλιστα ψέγειν αὐτόν, ἄλλως γε μὴν ἄνδρα τὸν Σφοδρίαν ἀγαθὸν ἡγεῖσθαι καὶ τὴν πόλιν ὁρᾶν τοιούτων στρατιωτῶν δεομένην. τούτους γὰρ ὁ ᾿Αγησίλαος ἑκάστοτε τοὺς λόγους ἐποιεῖτο περὶ τῆς δίκης, τῷ παιδὶ χαρίζεσθαι βουλόμενος, ὥστε καὶ τὸν Κλεώνυμον εὐθὺς αἰσθάνεσθαι τὴν σπουδὴν τοῦ ᾿Αρχιδάμου καὶ τοὺς φίλους τοὺς τοῦ Σφοδρίου θαῤῥοῦντας ἤδη βοηθεῖν. ἦν δὲ καὶ φιλότεκνος ὁ ᾿Αγησίλαος διαφερόντως· καὶ περὶ ἐκείνου τὸ τῆς παιδιᾶς λέγουσιν, ὅτι μικροῖς τοῖς παιδίοις οὖσι κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν, ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράσαι, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται. [Επεξεργασία] 26 ᾿Απολυθέντος δὲ τοῦ Σφοδρίου, καὶ τῶν ᾿Αθηναίων, ὡς ἐπύθοντο, πρὸς πόλεμον τραπομένων, σφόδρα κακῶς ὁ ᾿Αγησίλαος ἤκουσε, δι’ ἐπιθυμίαν ἄτοπον καὶ παιδαριώδη δοκῶν ἐμποδὼν γεγονέναι κρίσει δικαίᾳ, καὶ τὴν πόλιν παραίτιον ἀπειργάσθαι παρανομημάτων τηλικούτων εἰς τοὺς ῞Ελληνας. ἐπεὶ δὲ τὸν Κλεόμβροτον οὐχ ἑώρα πρόθυμον ὄντα πολεμεῖν τοῖς Θηβαίοις, οὕτω δὴ χαίρειν τὸν νόμον ἐάσας ᾧ πρόσθεν ἐχρῆτο περὶ τῆς στρατείας, αὐτὸς εἰς Βοιωτίαν ἐνέβαλεν ἤδη καὶ κακῶς ἐποίει τοὺς Θηβαίους καὶ πάλιν ἀντέπασχεν, ὥστε καὶ τρωθέντος αὐτοῦ ποτε τὸν ᾿Ανταλκίδαν εἰπεῖν· “῏Η καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους μηδὲ ἐπισταμένους μάχεσθαι διδάξας. ” τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε γενέσθαι φασί, ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπ’ αὐτοὺς ὥσπερ ἐγγυμνασαμένους. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις τρισὶ ῥήτραις ἀπεῖπε μὴ πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως μὴ πολεμεῖν μανθάνωσιν. ῏Ην δὲ καὶ τοῖς συμμάχοις τῶν Λακεδαιμονίων ἐπαχθὴς ὁ ᾿Αγησίλαος, ὡς δι’ οὐδὲν ἔγκλημα δημόσιον, ἀλλὰ θυμῷ τινι καὶ φιλονεικίᾳ τοὺς Θηβαίους ἀπολέσαι ζητῶν. οὐδὲν οὖν ἔλεγον δεόμενοι φθείρεσθαι δεῦρο κἀκεῖσε καθ’ ἕκαστον ἐνιαυτόν, ὀλίγοις τοσοῦτοι συνακολουθοῦντες. ἔνθα δὲ δὴ λέγεται τὸν ᾿Αγησίλαον, ἐξελέγξαι βουλόμενον αὐτῶν τὸ πλῆθος, τόδε μηχανήσασθαι. πάντας ἐκέλευσε καθίσαι τοὺς συμμάχους μετ’ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφ’ ἑαυτῶν. εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρῶτον· ὡς δὲ ἀνέστησαν οὗτοι, δεύτερον ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι καὶ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ ᾿Αγησίλαος, “῾Ορᾶτε, ” εἶπεν, “ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς. ” [Επεξεργασία] 27 ᾿Εν δὲ Μεγάροις, ὅτε τὴν στρατιὰν ἀπῆγεν ἐκ Θηβῶν, ἀναβαίνοντος αὐτοῦ πρὸς τὸ ἀρχεῖον εἰς τὴν ἀκρόπολιν, σπάσμα καὶ πόνον ἰσχυρὸν ἔλαβε τὸ ὑγιὲς σκέλος· ἐκ δὲ τούτου διογκωθὲν μεστὸν αἵματος ἔδοξε γεγονέναι, καὶ φλεγμονὴν ὑπερβάλλουσαν παρεῖχεν. ἰατροῦ δέ τινος Συρακουσίου τὴν ὑπὸ τῷ σφυρῷ φλέβα σχάσαντος, αἱ μὲν ἀλγηδόνες ἔληξαν, αἵματος δὲ πολλοῦ φερομένου καὶ ῥέοντος ἀνεπισχέτως λιποψυχία πολλὴ καὶ κίνδυνος ὀξὺς ἀπ’ αὐτῆς περιέστη τὸν ᾿Αγησίλαον. οὐ μὴν ἀλλὰ τότε γε τὴν φορὰν τοῦ αἵματος ἔπαυσε· καὶ κομισθεὶς εἰς Λακεδαίμονα πολὺν χρόνον ἔσχεν ἀῤῥώστως καὶ πρὸς τὰς στρατείας ἀδυνάτως. ᾿Εν δὲ τῷ χρόνῳ τούτῳ πολλὰ συνέβη πταίσματα τοῖς Σπαρτιάταις καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν· ὧν ἦν τὸ περὶ Τεγύρας μέγιστον, ὅπου πρῶτον ἐκ παρατάξεως κρατηθέντες ὑπὸ Θηβαίων ἡττήθησαν. ἔδοξεν οὖν πᾶσι θέσθαι πρὸς πάντας εἰρήνην· καὶ συνῆλθον ἀπὸ τῆς ῾Ελλάδος πρέσβεις εἰς Λακεδαίμονα ποιησόμενοι τὰς διαλύσεις. ὧν εἷς ἦν ᾿Επαμεινώνδας, ἀνὴρ ἔνδοξος ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ, στρατηγίας δὲ πεῖραν οὔπω δεδωκώς. οὗτος ὁρῶν τοὺς ἄλλους ἅπαντας ὑποκατακλινομένους τῷ ᾿Αγησιλάῳ, μόνος ἐχρήσατο φρονήματι παῤῥησίαν ἔχοντι, καὶ διεξῆλθε λόγον, οὐχ ὑπὲρ Θηβαίων, ἀλλὰ ὑπὲρ τῆς ῾Ελλάδος ὁμοῦ κοινόν, τὸν μὲν πόλεμον ἀποδεικνύων αὔξοντα τὴν Σπάρτην ἐξ ὧν ἅπαντες οἱ λοιποὶ κακῶς πάσχουσι, τὴν δὲ εἰρήνην ἰσότητι καὶ τῷ δικαίῳ κτᾶσθαι κελεύων· οὕτω γὰρ αὐτὴν διαμενεῖν, ἴσων ἁπάντων γενομένων. [Επεξεργασία] 28 ῾Ορῶν οὖν ὁ ᾿Αγησίλαος ὑπερφυῶς ἀγαμένους καὶ προσέχοντας αὐτῷ τοὺς ῞Ελληνας, ἠρώτησεν εἰ νομίζει δίκαιον εἶναι καὶ ἴσον αὐτονομεῖσθαι τὴν Βοιωτίαν. ἀντερωτήσαντος δὲ τοῦ ᾿Επαμεινώνδου ταχὺ καὶ τεθαῤῥηκότως εἰ κἀκεῖνος οἴεται δίκαιον αὐτονομεῖσθαι τὴν Λακωνικήν, ἀναπηδήσας ὁ ᾿Αγησίλαος μετ’ ὀργῆς ἐκέλευσε λέγειν σαφῶς αὐτὸν εἰ τὴν Βοιωτίαν ἀφίη σιν αὐτόνομον. τὸ δὲ αὐτὸ τοῦτο πάλιν τοῦ ᾿Επαμεινώνδου φήσαντος, εἰ τὴν Λακωνικὴν ἀφίησιν αὐτόνομον, οὕτω τραχέως ἔσχεν ὁ ᾿Αγησίλαος καὶ τὴν πρόφασιν ἠγάπησεν ὡς εὐθὺς ἐξαλεῖψαι τὸ τῶν Θηβαίων ὄνομα τῆς εἰρήνης καὶ προειπεῖν πόλεμον αὐτοῖς· τοὺς δὲ ἄλλους ῞Ελληνας διαλλαγέντας ἐκέλευσεν ἀπιέναι, τὰ μὲν ἀκεστὰ τῆς εἰρήνης, τὰ δὲ ἀνήκεστα τοῦ πολέμου ποιοῦντας. ἔργον γὰρ ἦν πάσας ἐκκαθᾶραι καὶ διαλῦσαι τὰς ἀμφιλογίας. ῎Ετυχε δὲ κατ’ ἐκεῖνον τὸν χρόνον ἐν Φωκεῦσιν ὢν ὁ Κλεόμβροτος μετὰ δυνάμεως. εὐθὺς οὖν ἔπεμπον οἱ ἔφοροι κελεύοντες αὐτὸν ἐπὶ Θηβαίους ἄγειν τὸ στράτευμα· καὶ τοὺς συμμάχους περιπέμποντες ἤθροιζον, ἀπροθύμους μὲν ὄντας καὶ βαρυνομένους τὸν πόλεμον, οὔπω δὲ θαῤῥοῦντας ἀντιλέγειν οὐδὲ ἀπειθεῖν τοῖς Λακεδαιμονίοις. πολλῶν δὲ σημείων μοχθηρῶν γενομένων, ὡς ἐν τῷ περὶ ᾿Επαμεινώνδου γέγραπται, καὶ Προθόου τοῦ Λάκωνος ἐναντιουμένου πρὸς τὴν στρατείαν, οὐκ ἀνῆκεν ὁ ᾿Αγησίλαος, ἀλλ’ ἐξέπραξε τὸν πόλεμον, ἐλπίζων αὐτοῖς μὲν τῆς ῾Ελλάδος ὅλης ὑπαρχούσης, ἐκσπόνδων δὲ τῶν Θηβαίων γενομένων, καιρὸν εἶναι δίκην λαβεῖν παρ’ αὐτῶν. δηλοῖ δὲ τὸ σὺν ὀργῇ μᾶλλον ἢ λογισμῷ γενέσθαι τὴν στρατείαν ἐκείνην ὁ καιρός. τῇ γὰρ τετράδι ἐπὶ δέκα τοῦ Σκιροφοριῶνος μηνὸς ἐποιήσαντο τὰς σπονδὰς ἐν Λακεδαίμονι, τῇ δὲ πέμπτῃ τοῦ ῾Εκατομβαιῶνος ἡττήθησαν ἐν Λεύκτροις ἡμερῶν εἴκοσι διαγενομένων. ἀπέθανον δὲ χίλιοι Λακεδαιμονίων καὶ Κλεόμβροτος ὁ βασιλεὺς καὶ περὶ αὐτὸν οἱ κράτιστοι τῶν Σπαρτιατῶν. ἐν οἷς καὶ Κλεώνυμόν φασι τὸν Σφοδρίου τὸν καλὸν τρὶς πεσόντα πρὸ τοῦ βασιλέως καὶ τοσαυτάκις ἐξαναστάντα καὶ μαχόμενον τοῖς Θηβαίοις ἀποθανεῖν. [Επεξεργασία] 29 Συμβάντος δὲ τοῖς τε Λακεδαιμονίοις πταίσματος ἀπροσδοκήτου καὶ τοῖς Θηβαίοις παρὰ δόξαν εὐτυχήματος οἷον οὐ γέγονεν ἄλλοις ῞Ελλησι πρὸς ῞Ελληνας ἀγωνισαμένοις, οὐδὲν ἄν τις ἧττον ἐζήλωσε τῆς ἀρετῆς καὶ ἠγάσθη τὴν ἡττημένην πόλιν ἢ τὴν νικῶσαν. ὁ μὲν γὰρ Ξενοφῶν φησι τῶν ἀγαθῶν ἀνδρῶν ἔχειν τι καὶ τὰς ἐν οἴνῳ καὶ παιδιᾷ φωνὰς καὶ διατριβὰς ἀξιομνημόνευτον, ὀρθῶς λέγων· ἔστι δὲ οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἄξιον κατανοεῖν καὶ θεᾶσθαι τῶν ἀγαθῶν ἃ παρὰ τὰς τύχας πράττουσι καὶ λέγουσι διευσχημονοῦντες. ἔτυχε μὲν γὰρ ἡ πόλις ἑορτὴν ἄγουσα καὶ ξένων οὖσα μεστή· γυμνοπαιδίαι γὰρ ἦσαν ἀγωνιζομένων χορῶν ἐν τῷ θεάτρῳ· παρῆσαν δ’ ἀπὸ Λεύκτρων οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες. οἱ δὲ ἔφοροι, καίπερ εὐθὺς ὄντος καταφανοῦς ὅτι διέφθαρται τὰ πράγματα καὶ τὴν ἀρχὴν ἀπολωλέκασιν, οὔτε χορὸν ἐξελθεῖν εἴασαν οὔτε τὸ σχῆμα τῆς ἑορτῆς μεταβαλεῖν τὴν πόλιν, ἀλλὰ κατ’ οἰκίαν τῶν τεθνεώτων τοῖς προσήκουσι τὰ ὀνόματα πέμψαντες, αὐτοὶ τὰ περὶ τὴν θέαν καὶ τὸν ἀγῶνα τῶν χορῶν ἔπραττον. ἅμα δὲ ἡμέρᾳ φανερῶν ἤδη γεγονότων πᾶσι τῶν τε σωζομένων καὶ τῶν τεθνεώτων, οἱ μὲν τῶν τεθνεώτων πατέρες καὶ κηδεσταὶ καὶ οἰκεῖοι καταβαίνοντες εἰς ἀγορὰν ἀλλήλους ἐδεξιοῦντο λιπαροὶ τὰ πρόσωπα, φρονήματος μεστοὶ καὶ γήθους, οἱ δὲ τῶν σωζομένων, ὥσπερ ἐπὶ πένθει, μετὰ τῶν γυναικῶν οἴκοι διέτριβον, εἰ δέ τις ὑπ’ ἀνάγκης προέλθοι, καὶ σχήματι καὶ φωνῇ καὶ βλέμματι ταπεινὸς ἐφαίνετο καὶ συνεσταλμένος. ἔτι δὲ μᾶλλον τῶν γυναικῶν ἰδεῖν ἦν καὶ πυθέσθαι τὴν μὲν ζῶντα προσδεχομένην υἱὸν ἀπὸ τῆς μάχης κατηφῆ καὶ σιωπηλήν, τὰς δὲ τῶν πεπτωκέναι λεγομένων ἔν τε τοῖς ἱεροῖς εὐθὺς ἀναστρεφομένας, καὶ πρὸς ἀλλήλας ἱλαρῶς καὶ φιλοτίμως βαδιζούσας. [Επεξεργασία] 30 Οὐ μὴν ἀλλὰ τοῖς πολλοῖς, ὡς ἀφίσταντο μὲν οἱ σύμμαχοι, προσεδοκᾶτο δὲ νενικηκὼς ᾿Επαμεινώνδας καὶ μεγαλοφρονῶν ἐμβαλεῖν εἰς Πελοπόννησον, ἔννοια τῶν χρησμῶν ἐνέπεσε τότε, πρὸς τὴν χωλότητα τοῦ ᾿Αγησιλάου, καὶ δυσθυμία πολλὴ καὶ πτοία πρὸς τὸ θεῖον, ὡς διὰ τοῦτο πραττούσης κακῶς τῆς πόλεως, ὅτι τὸν ἀρτίποδα τῆς βασιλείας ἐκβαλόντες εἵλοντο χωλὸν καὶ πεπηρωμένον· ὃ παντὸς μᾶλλον αὐτοὺς ἐδίδασκε φράζεσθαι καὶ φυλάττεσθαι τὸ δαιμόνιον. διὰ δὲ τὴν ἄλλην δύναμιν αὐτοῦ καὶ ἀρετὴν καὶ δόξαν οὐ μόνον ἐχρῶντο βασιλεῖ καὶ στρατηγῷ τῶν κατὰ πόλεμον, ἀλλὰ καὶ τῶν πολιτικῶν ἀποριῶν ἰατρῷ καὶ διαιτητῇ, τοῖς ἐν τῇ μάχῃ καταδειλιάσασιν, οὓς αὐτοὶ τρέσαντας ὀνομάζουσιν, ὀκνοῦντες τὰς ἐκ τῶν νόμων ἀτιμίας προσάγειν, πολλοῖς οὖσι καὶ δυνατοῖς, φοβούμενοι νεωτερισμὸν ἀπ’ αὐτῶν. οὐ γὰρ μόνον ἀρχῆς ἀπείργονται πάσης, ἀλλὰ καὶ δοῦναί τινι τούτων γυναῖκα καὶ λαβεῖν ἄδοξόν ἐστι· παίει δὲ ὁ βουλόμενος αὐτοὺς τῶν ἐντυγχανόντων. οἱ δὲ καρτεροῦσι περιϊόντες αὐχμηροὶ καὶ ταπεινοί, τρίβωνάς τε προσεῤῥαμμένους χρώματος βαπτοῦ φοροῦσι, καὶ ξυρῶνται μέρος τῆς ὑπήνης, μέρος δὲ τρέφουσι. δεινὸν οὖν ἦν τοιούτους ἐν τῇ πόλει περιορᾶν πολλοὺς οὐκ ὀλίγων δεομένῃ στρατιωτῶν. καὶ νομοθέτην αἱροῦνται τὸν ᾿Αγησίλαον. ὁ δὲ μήτε προσθείς τι μήτε ἀφελὼν μήτε μεταγράψας εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Λακεδαιμονίων· καὶ φήσας ὅτι τοὺς νόμους δεῖ σήμερον ἐᾶν καθεύδειν, ἐκ δὲ τῆς σήμερον ἡμέρας κυρίους εἶναι πρὸς τὸ λοιπόν, ἅμα τούς τε νόμους τῇ πόλει καὶ τοὺς ἄνδρας ἐπιτίμους ἐφύλαξε. βουλόμενος δὲ τὴν παροῦσαν ἀθυμίαν καὶ κατήφειαν ἀφελεῖν τῶν νέων ἐνέβαλεν εἰς ᾿Αρκαδίαν, καὶ μάχην μὲν ἰσχυρῶς ἐφυλάξατο συνάψαι τοῖς ἐναντίοις, ἑλὼν δὲ πολίχνην τινὰ τῶν Μαντινέων καὶ τὴν χώραν ἐπιδραμών, ἐλαφροτέραν ἐποίησε ταῖς ἐλπίσι καὶ ἡδίω τὴν πόλιν, ὡς οὐ παντάπασιν ἀπεγνωσμένην. [Επεξεργασία] 31 ᾿Εκ δὲ τούτου παρῆν εἰς τὴν Λακωνικὴν ὁ ᾿Επαμεινώνδας μετὰ τῶν συμμάχων, οὐκ ἐλάττονας ἔχων τετρακισμυρίων ὁπλιτῶν. πολλοὶ δὲ καὶ ψιλοὶ καὶ ἄνοπλοι πρὸς ἁρπαγὴν συνηκολούθουν, ὥστε μυριάδας ἑπτὰ τοῦ σύμπαντος ὄχλου συνεισβαλεῖν εἰς τὴν Λακωνικήν. ἦν μὲν δὴ χρόνος οὐκ ἐλάττων ἐτῶν ἑξακοσίων ἀφ’ οὗ κατῴκουν τὴν Λακεδαίμονα Δωριεῖς· ἐν δὲ τούτῳ παντὶ τότε πρῶτον ὤφθησαν ἐν τῇ χώρᾳ πολέμιοι, πρότερον δὲ οὐδεὶς ἐτόλμησεν· ἀλλὰ ἀδῄωτον καὶ ἄθικτον οὖσαν ἐμβαλόντες ἐπυρπόλουν καὶ διήρπαζον ἄχρι τοῦ ποταμοῦ καὶ τῆς πόλεως, μηδενὸς ἐπεξιόντος. ὁ γὰρ ᾿Αγησίλαος οὐκ εἴα πρὸς τοσοῦτον, ὥς φησι Θεόπομπος, “ῥεῦμα καὶ κλύδωνα πολέμου” μάχεσθαι τοὺς Λακεδαιμονίους, ἀλλὰ τῆς πόλεως τὰ μέσα καὶ κυριώτατα τοῖς ὁπλίταις περιεσπειραμένος ἐκαρτέρει τὰς ἀπειλὰς καὶ τὰς μεγαλαυχίας τῶν Θηβαίων, προκαλουμένων ἐκεῖνον ὀνομαστὶ καὶ διαμάχεσθαι περὶ τῆς χώρας κελευόντων, ὃς τῶν κακῶν αἴτιός ἐστιν ἐκκαύσας τὸν πόλεμον. οὐχ ἧττον δὲ τούτων ἐλύπουν τὸν ᾿Αγησίλαον οἱ κατὰ τὴν πόλιν θόρυβοι καὶ κραυγαὶ καὶ διαδρομαὶ τῶν τε πρεσβυτέρων δυσανασχετούντων τὰ γινόμενα καὶ τῶν γυναικῶν οὐ δυναμένων ἡσυχάζειν, ἀλλὰ παντάπασιν ἐκφρόνων οὐσῶν πρός τε τὴν κραυγὴν καὶ τὸ πῦρ τῶν πολεμίων. ἠνία δὲ καὶ τὸ τῆς δόξης αὐτόν, ὅτι τὴν πόλιν μεγίστην παραλαβὼν καὶ δυνατωτάτην, ἑώρα συνεσταλμένον αὐτῆς τὸ ἀξίωμα καὶ τὸ αὔχημα κεκολουμένον, ᾧ καὶ αὐτὸς ἐχρήσατο πολλάκις, εἰπὼν ὅτι γυνὴ Λάκαινα καπνὸν οὐχ ἑώρακε πολέμιον. λέγεται δὲ καὶ ᾿Ανταλκίδας, ᾿Αθηναίου τινὸς ἀμφισβητοῦντος ὑπὲρ ἀνδρείας πρὸς αὐτὸν καὶ εἰπόντος, “῾Ημεῖς μέντοι πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν, ” ὑποτυχεῖν· “᾿Αλλ’ ἡμεῖς γε οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα. ” παραπλησίως δὲ καὶ πρὸς τὸν ᾿Αργεῖον ἀπεκρίνατο τῶν ἀσημοτέρων τις Σπαρτιατῶν· ὁ μὲν γὰρ εἶπε· “Πολλοὶ ὑμῶν ἐν τῇ ᾿Αργολίδι κεῖνται, ” ὁ δὲ ἀπήντησεν· “῾Υμῶν δέ γε οὐδεὶς ἐν τῇ Λακωνικῇ. ” [Επεξεργασία] 32 Τότε μέντοι τὸν ᾿Ανταλκίδαν φασὶν ἔφορον ὄντα τοὺς παῖδας εἰς Κύθηρα ὑπεκθέσθαι, περίφοβον γενόμενον. ὁ δὲ ᾿Αγησίλαος, ἐπιχειρούντων διαβαίνειν τὸν ποταμὸν τῶν πολεμίων καὶ βιάζεσθαι πρὸς τὴν πόλιν, ἐκλιπὼν τὰ λοιπὰ παρετάξατο πρὸ τῶν μέσων καὶ ὑψηλῶν. ἐῤῥύη δὲ πλεῖστος ἑαυτοῦ καὶ μέγιστος τότε ὁ Εὐρώτας, χιόνων γενομένων, καὶ τὸ ῥεῦμα μᾶλλον ὑπὸ ψυχρότητος ἢ τραχύτητος ἐγένετο σκληρὸν καὶ χαλεπὸν τοῖς Θηβαίοις. πορευόμενον δὲ πρῶτον τῆς φάλαγγος τὸν ᾿Επαμεινώνδαν ἐδείκνυσάν τινες τῷ ᾿Αγησιλάῳ· κἀκεῖνος, ὡς λέγεται, πολὺν χρόνον ἐμβλέψας αὐτῷ καὶ συμπαραπέμψας τὴν ὄψιν οὐδὲν ἢ τοσοῦτον μόνον εἶπεν· “῍Ω τοῦ μεγαλοπράγμονος ἀνθρώπου. ” ἐπεὶ δὲ φιλοτιμούμενος ὁ ᾿Επαμεινώνδας ἐν τῇ πόλει μάχην συνάψαι καὶ στῆσαι τρόπαιον οὐκ ἴσχυσεν ἐξαγαγεῖν οὐδὲ προκαλέσασθαι τὸν ᾿Αγησίλαον, ἐκεῖνος μὲν ἀναζεύξας πάλιν ἐπόρθει τὴν χώραν, ἐν δὲ Λακεδαίμονι τῶν πάλαι τινὲς ὑπούλων καὶ πονηρῶν ὡς διακόσιοι συστραφέντες κατελάβοντο τὸ ᾿Ισσώριον, οὗ τὸ τῆς ᾿Αρτέμιδος ἱερόν ἐστιν, εὐερκῆ καὶ δυσεκβίαστον τόπον. ἐφ’ οὓς βουλομένων εὐθὺς ὠθεῖσθαι τῶν Λακεδαιμονίων, φοβηθεὶς τὸν νεωτερισμὸν ὁ ᾿Αγησίλαος ἐκέλευσε τοὺς μὲν ἄλλους ἡσυχίαν ἄγειν, αὐτὸς δὲ ἐν ἱματίῳ καὶ μεθ’ ἑνὸς οἰκέτου προσῄει, βοῶν ἄλλως ἀκηκοέναι τοῦ προστάγματος αὐτούς· οὐ γὰρ ἐνταῦθα κελεῦσαι συνελθεῖν οὐδὲ πάντας, ἀλλὰ τοὺς μὲν ἐκεῖ (δείξας ἕτερον τόπον), τοὺς δὲ ἀλλαχόσε τῆς πόλεως. οἱ δὲ ἀκούσαντες ἥσθησαν οἰόμενοι λανθάνειν, καὶ διαστάντες ἐπὶ τοὺς τόπους οὓς ἐκεῖνος ἐκέλευσεν ἀπεχώρουν. ὁ δὲ τὸ μὲν ᾿Ισσώριον εὐθὺς μεταπεμψάμενος ἑτέρους κατέσχε, τῶν δὲ συστάντων ἐκείνων περὶ πεντεκαίδεκά τινας συλλαβὼν νυκτὸς ἀπέκτεινεν. ἄλλη δὲ μείζων ἐμηνύθη συνωμοσία καὶ σύνοδος ἀνδρῶν Σπαρτιατῶν ἐπὶ πράγμασι νεωτέροις εἰς οἰκίαν κρύφα συνερχομένων, οὓς καὶ κρίνειν ἄπορον ἦν ἐν ταραχῇ τοσαύτῃ καὶ περιορᾶν ἐπιβουλεύοντας. ἀπέκτεινεν οὖν καὶ τούτους μετὰ τῶν ἐφόρων βουλευσάμενος ὁ ᾿Αγησίλαος ἀκρίτους, οὐδενὸς δίχα δίκης τεθανατωμένου πρότερον Σπαρτιατῶν. ἐπεὶ δὲ πολλοὶ τῶν συντεταγμένων εἰς τὰ ὅπλα περιοίκων καὶ εἱλώτων ἀπεδίδρασκον ἐκ τῆς πόλεως πρὸς τοὺς πολεμίους, καὶ τοῦτο πλείστην ἀθυμίαν παρεῖχεν, ἐδίδαξε τοὺς ὑπηρέτας περὶ ὄρθρον ἐπιφοιτᾶν ταῖς στιβάσι καὶ τὰ ὅπλα τῶν ἀποκεχωρηκότων λαμβάνειν καὶ ἀποκρύπτειν, ὅπως ἀγνοῆται τὸ πλῆθος. ᾿Αναχωρῆσαι δὲ τοὺς Θηβαίους ἐκ τῆς Λακωνικῆς οἱ μὲν ἄλλοι λέγουσι χειμώνων γενομένων καὶ τῶν ᾿Αρκάδων ἀρξαμένων ἀπιέναι καὶ διαῤῥεῖν ἀτάκτως, οἱ δὲ τρεῖς μῆνας ἐμμεμενηκότας ὅλους καὶ τὰ πλεῖστα τῆς χώρας διαπεπορθηκότας· Θεόπομπος δέ φησιν, ἤδη τῶν βοιωταρχῶν ἐγνωκότων ἀπαίρειν, ἀφικέσθαι πρὸς αὐτοὺς Φρίξον, ἄνδρα Σπαρτιάτην, παρὰ ᾿Αγησιλάου δέκα τάλαντα κομίζοντα τῆς ἀναχωρήσεως μισθόν, ὥστε τὰ πάλαι δεδογμένα πράττουσιν αὐτοῖς ἐφόδιον παρὰ τῶν πολεμίων προσπεριγενέσθαι. [Επεξεργασία] 33 Τοῦτο μὲν οὖν οὐκ οἶδα ὅπως ἠγνόησαν οἱ ἄλλοι, μόνος δὲ Θεόπομπος ᾔσθετο. τοῦ δὲ σωθῆναι τὴν Σπάρτην τότε πάντες αἴτιον ὁμολογοῦσι γενέσθαι τὸν ᾿Αγησίλαον, ὅτι τῶν ἐμφύτων αὐτῷ παθῶν, φιλονεικίας καὶ φιλοτιμίας, ἀποστάς, ἐχρήσατο τοῖς πράγμασιν ἀσφαλῶς. οὐ μέντοι τήν γε δύναμιν καὶ τὴν δόξαν ἐδυνήθη τῆς πόλεως ἀναλαβεῖν ἐκ τοῦ πταίσματος, ἀλλ’ ὥσπερ σώματος ὑγιεινοῦ, λίαν δὲ ἀκριβεῖ καὶ κατησκημένῃ κεχρημένου διαίτῃ παρὰ πάντα τὸν χρόνον, ἁμαρτία μία καὶ ῥοπὴ τὴν πᾶσαν ἔκλινεν εὐτυχίαν τῆς πόλεως· οὐκ ἀλόγως. πρὸς γὰρ εἰρήνην καὶ ἀρετὴν καὶ ὁμόνοιαν ἄριστα συντεταγμένῳ πολιτεύματι προσαγαγόντες ἀρχὰς καὶ δυναστείας βιαίους, ὧν οὐδενὸς ἡγεῖτο δεῖσθαι πόλιν εὐδαιμόνως βιωσομένην ὁ Λυκοῦργος, ἐσφάλησαν. Αὐτὸς μὲν οὖν ὁ ᾿Αγησίλαος ἤδη πρὸς τὰς στρατείας ἀπειρήκει διὰ τὸ γῆρας, ᾿Αρχίδαμος δὲ ὁ υἱὸς αὐτοῦ, τὴν ἐκ Σικελίας ἥκουσαν παρὰ τοῦ τυράννου βοήθειαν ἔχων, ἐνίκησεν ᾿Αρκάδας τὴν λεγομένην ἄδακρυν μάχην· οὐδεὶς γὰρ ἔπεσε τῶν μετ’ αὐτοῦ, συχνοὺς δὲ τῶν ἐναντίων ἀνεῖλεν. αὕτη μάλιστα τὴν ἀσθένειαν ἤλεγξεν ἡ νίκη τῆς πόλεως. πρότερον μὲν γὰρ οὕτω σύνηθες ἡγοῦντο καὶ προσῆκον ἔργον αὐτοῖς εἶναι τὸ νικᾶν τοὺς πολεμίους, ὥστε μήτε θύειν τοῖς θεοῖς πλὴν ἀλεκτρυόνα νικητήριον ἐν τῇ πόλει, μήτε μεγαληγορεῖν τοὺς ἀγωνισαμένους, μήτε ὑπερχαίρειν τοὺς πυνθανομένους, ἀλλὰ καὶ τῆς ἐν Μαντινείᾳ μάχης γενομένης, ἣν Θουκυδίδης γέγραφε, τῷ πρώτῳ φράσαντι τὴν νίκην οἱ ἄρχοντες ἐκ φιδιτίου κρέας ἔπεμψαν εὐαγγέλιον, ἄλλο δὲ οὐδέν· τότε δὲ τῆς μάχης ἀγγελθείσης καὶ τοῦ ᾿Αρχιδάμου προσιόντος οὐδεὶς ἐκαρτέρησεν, ἀλλὰ πρῶτος ὁ πατὴρ ἀπήντα δακρύων ὑπὸ χαρᾶς καὶ μετ’ ἐκεῖνον τὰ ἀρχεῖα, τῶν δὲ πρεσβυτέρων καὶ τῶν γυναικῶν τὸ πλῆθος ἐπὶ τὸν ποταμὸν κατῄει, τάς τε χεῖρας ὀρεγόντων καὶ θεοκλυτούντων, ὥσπερ ἀπεωσμένης τὰ παρ’ ἀξίαν ὀνείδη τῆς Σπάρτης καὶ λαμπρὸν αὖθις ἐξ ἀρχῆς τὸ φῶς ὁρώσης· ἐπεὶ πρότερόν γέ φασιν οὐδὲ ταῖς γυναιξὶν ἀντιβλέπειν τοὺς ἄνδρας αἰσχυνομένους ἐφ’ οἷς ἔπταισαν. [Επεξεργασία] 34 Οἰκιζομένης δὲ Μεσσήνης ὑπὸ τῶν περὶ τὸν ᾿Επαμεινώνδαν, καὶ τῶν ἀρχαίων πολιτῶν πανταχόθεν εἰς αὐτὴν συμπορευομένων, διαμάχεσθαι μὲν οὐκ ἐτόλμων οὐδὲ κωλύειν ἐδύναντο, χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν ᾿Αγησίλαον εἶχον, ὅτι χώραν οὔτε πλήθει τῆς Λακωνικῆς ἐλάττονα καὶ πρωτεύουσαν ἀρετῇ τῆς ῾Ελληνικῆς ἔχοντες καὶ καρπούμενοι χρόνον τοσοῦτον ἐπὶ τῆς ἐκείνου βασιλείας ἀπολωλέκασι. διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ ᾿Αγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῷ λόγῳ προέσθαι τοῖς ἔργῳ κρατοῦσι τὴν χώραν, ἀλλὰ φιλονεικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε καταστρατηγηθείς. ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστησαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακεδαιμονίους, αἰσθόμενος ὁ ᾿Επαμεινώνδας τὸν ᾿Αγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως καὶ προσιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπ’ αὐτὴν τὴν Λακεδαίμονα τὸ στράτευμα, καὶ μικρὸν ἐδέησε παραλλάξας τὸν ᾿Αγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν. Εὐθύνου δὲ Θεσπιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν, Κρητός τινος, ἐξαγγείλαντος τῷ ᾿Αγησιλάῳ, ταχὺ προπέμψας ἱππέα τοῖς ἐν τῇ πόλει φράσοντα, μετ’ οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην. ὀλίγῳ δὲ ὕστερον οἱ Θηβαῖοι διέβαινον τὸν Εὐρώταν καὶ προσέβαλλον τῇ πόλει, μάλα ἐῤῥωμένως τοῦ ᾿Αγησιλάου καὶ παρ’ ἡλικίαν ἐπαμύνοντος. οὐ γάρ, ὡς πρότερον, ἀσφαλείας ἑώρα τὸν καιρὸν ὄντα καὶ φυλακῆς, ἀλλὰ μᾶλλον ἀπονοίας καὶ τόλμης, οἷς τὸν ἄλλον χρόνον οὐδέποτε πιστεύσας οὐδὲ χρησάμενος, τότε μόνοις ἀπεώσατο τὸν κίνδυνον, ἐκ τῶν χειρῶν τοῦ ᾿Επαμεινώνδου τὴν πόλιν ἐξαρπάσας, καὶ στήσαςτρόπαιον, καὶ τοῖς παισὶ καὶ ταῖς γυναιξὶν ἐπιδείξας τὰ κάλλιστα τροφεῖα τῇ πατρίδι τοὺς Λακεδαιμονίους ἀποδιδόντας, ἐν δὲ πρώτοις τὸν ᾿Αρχίδαμον ἀγωνιζόμενον ὑπερηφάνως τῇ τε ῥώμῃ τῆς ψυχῆς καὶ τῇ κουφότητι τοῦ σώματος, ὀξέως ἐπὶ τὰ θλιβόμενα τῆς μάχης διαθέοντα διὰ τῶν στενωπῶν καὶ πανταχοῦ μετ’ ὀλίγων ἀντερείδοντα τοῖς πολεμίοις· ᾿Ισίδαν δὲ δοκῶ, τὸν Φοιβίδου υἱόν, οὐ τοῖς πολίταις μόνον, ἀλλὰ καὶ τοῖς πολεμίοις θέαμα φανῆναι καινὸν καὶ ἀγαστόν. ἦν μὲν γὰρ ἐκπρεπὴς τὸ εἶδος καὶ τὸ μέγεθος τοῦ σώματος, ὥραν δὲ ἐν ᾗ τὸ ἥδιστον ἀνθοῦσιν ἄνθρωποι παριόντες εἰς ἄνδρας ἐκ παίδων εἶχε, γυμνὸς δὲ καὶ ὅπλων τῶν σκεπόντων καὶ ἱματίων, λίπα χρισάμενος τὸ σῶμα, καὶ τῇ μὲν ἔχων χειρὶ λόγχην, τῇ δὲ ξίφος, ἐξήλατο τῆς οἰκίας, καὶ διὰ μέσων τῶν μαχομένων ὠσάμενος ἐν τοῖς πολεμίοις ἀνεστρέφετο, παίων τὸν προστυχόντα καὶ καταβάλλων. ἐτρώθη δὲ ὑπ’ οὐδενός, εἴτε θεοῦ δι’ ἀρετὴν φυλάττοντος αὐτόν, εἴτε μεῖζόν τι καὶ κρεῖττον ἀνθρώπου φανεὶς τοῖς ἐναντίοις. ἐπὶ τούτῳ δὲ λέγεται τοὺς ἐφόρους στεφανώσαντας αὐτὸν εἶτα χιλίων δραχμῶν ἐπιβαλεῖν ζημίαν, ὅτι χωρὶς ὅπλων διακινδυνεύειν ἐτόλμησεν. [Επεξεργασία] 35 ᾿Ολίγαις δὲ ὕστερον ἡμέραις περὶ τὴν Μαντίνειαν ἐμαχέσαντο, καὶ τὸν ᾿Επαμεινώνδαν ἤδη κρατοῦντα τῶν πρώτων, ἔτι δὲ ἐγκείμενον καὶ κατασπεύδοντα τὴν δίωξιν, ᾿Αντικράτης Λάκων ὑποστὰς ἔπαισε δόρατι μέν, ὡς Διοσκουρίδης ἱστόρηκε, Λακεδαιμόνιοι δὲ Μαχαιρίωνας ἔτι νῦν τοὺς ἀπογόνους τοῦ ᾿Αντικράτους καλοῦσιν, ὡς μαχαίρᾳ πατάξαντος. οὕτω γὰρ ἐθαύμασαν καὶ ὑπερηγάπησαν αὐτὸν φόβῳ τοῦ ᾿Επαμεινώνδου ζῶντος, ὥστε τιμὰς μὲν ἐκείνῳ καὶ δωρεὰς ψηφίσασθαι, γένει δ’ ἀτέλειαν, ἣν ἔτι καὶ καθ’ ἡμᾶς ἔχει Καλλικράτης, εἷς τῶν ᾿Αντικράτους ἀπογόνων. Μετὰ δὲ τὴν μάχην καὶ τὸν θάνατον τοῦ ᾿Επαμεινώνδου γενομένης εἰρήνης τοῖς ῞Ελλησι πρὸς αὑτούς, ἀπήλαυνον οἱ περὶ τὸν ᾿Αγησίλαον τοῦ ὅρκου τοὺς Μεσσηνίους, ὡς πόλιν οὐκ ἔχοντας. ἐπεὶ δὲ οἱ λοιποὶ πάντες ἐδέχοντο καὶ τοὺς ὅρκους ἐλάμβανον παρ’ αὐτῶν, ἀπέστησαν οἱ Λακεδαιμόνιοι, καὶ μόνοις αὐτοῖς πόλεμος ἦν ἐλπίζουσιν ἀναλήψεσθαι τὴν Μεσσηνίαν. βίαιος οὖν ἐδόκει καὶ ἀτενὴς καὶ πολέμων ἄπληστος ὁ ᾿Αγησίλαος εἶναι, τὰς μὲν κοινὰς διαλύσεις πάντα τρόπον ὑπορύττων καὶ ἀναβάλλων, πάλιν δὲ ὑπὸ χρημάτων ἀπορίας ἀναγκαζόμενος ἐνοχλεῖν τοῖς κατὰ πόλιν φίλοις καὶ δανείζεσθαι καὶ συνερανίζεσθαι, δέον ἀπηλλάχθαι κακῶν εἰς τοῦτο περιήκοντι τῷ καιρῷ, καὶ μὴ τὴν ἅπασαν ἀρχὴν τοσαύτην γενομένην ἀφεικότα καὶ πόλεις καὶ γῆν καὶ θάλατταν, ὑπὲρ τῶν ἐν Μεσσήνῃ κτημάτων καὶ προσόδων σφαδάζειν. [Επεξεργασία] 36 ῎Ετι δὲ μᾶλλον ἠδόξησε Τάχῳ τῷ Αἰγυπτίῳ στρατηγὸν ἐπιδοὺς ἑαυτόν. οὐ γὰρ ἠξίουν ἄνδρα τῆς ῾Ελλάδος ἄριστον κεκριμένον καὶ δόξης ἐμπεπληκότα τὴν οἰκουμένην, ἀποστάτῃ βασιλέως, ἀνθρώπῳ βαρβάρῳ, χρῆσαι τὸ σῶμα καὶ τοὔνομα καὶ τὴν δόξαν ἀποδόσθαι χρημάτων, ἔργα μισθοφόρου καὶ ξεναγοῦ διαπραττόμενον. κεἰ γὰρ ὑπὲρ ὀγδοήκοντα γεγονὼς ἔτη καὶ πᾶν ὑπὸ τραυμάτων τὸ σῶμα κατακεκομμένος ἐκείνην αὖθις ἀνεδέξατο τὴν καλὴν καὶ περίβλεπτον ἡγεμονίαν ὑπὲρ τῆς τῶν ῾Ελλήνων ἐλευθερίας, οὐ πάμπαν ἄμεμπτον εἶναι τὴν φιλοτιμίαν· τοῦ γὰρ καλοῦ καιρὸν οἰκεῖον εἶναι καὶ ὥραν, μᾶλλον δὲ ὅλως τὰ καλὰ τῶν αἰσχρῶν τῷ μετρίῳ διαφέρειν. οὐ μὴν ἐφρόντιζε τούτων ὁ ᾿Αγησίλαος, οὐδὲ ᾤετο παρ’ ἀξίαν εἶναι λειτούργημα δημόσιον οὐδέν, ἀλλὰ μᾶλλον ἀνάξιον ἑαυτοῦ τὸ ζῆν ἄπρακτον ἐν τῇ πόλει καὶ καθῆσθαι περιμένοντα τὸν θάνατον. ὅθεν ἀθροίσας μισθοφόρους ἀφ’ ὧν ὁ Τάχως αὐτῷ χρημάτων ἔπεμψε, καὶ πλοῖα πληρώσας, ἀνήχθη, τριάκοντα συμβούλους ἔχων μεθ’ ἑαυτοῦ Σπαρτιάτας, ὡς πρότερον. ᾿Επεὶ δὲ κατέπλευσεν εἰς τὴν Αἴγυπτον, εὐθὺς οἱ πρῶτοι τῶν βασιλικῶν ἡγεμόνων καὶ διοικητῶν ἐβάδιζον ἐπὶ ναῦν θεραπεύοντες αὐτόν. ἦν δὲ καὶ τῶν ἄλλων Αἰγυπτίων σπουδή τε μεγάλη καὶ προσδοκία διὰ τοὔνομα καὶ τὴν δόξαν τοῦ ᾿Αγησιλάου, καὶ συνετρόχαζον ἅπαντες ἐπὶ τὴν θέαν. ὡς δὲ ἑώρων λαμπρότητα μὲν καὶ κατασκευὴν οὐδεμίαν, ἄνθρωπον δὲ πρεσβύτην κατακείμενον ἔν τινι πόᾳ παρὰ τὴν θάλασσαν, εὐτελῆ καὶ μικρὸν τὸ σῶμα, τραχὺ καὶ φαῦλον ἱμάτιον ἀμπεχόμενον, σκώπτειν αὐτοῖς καὶ γελωτοποιεῖν ἐπῄει, καὶ λέγειν ὅτι τοῦτο ἦν τὸ μυθολογούμενον ὠδίνειν ὄρος, εἶτα μῦν ἀποτεκεῖν. ἔτι δὲ μᾶλλον αὐτοῦ τὴν ἀτοπίαν ἐθαύμασαν, ὅτε ξενίων προσκομισθέντων καὶ προσαχθέντων ἄλευρα μὲν καὶ μόσχους καὶ χῆνας ἔλαβε, τραγήματα δὲ καὶ πέμματα καὶ μύρα διωθεῖτο, καὶ βιαζομένων λαβεῖν καὶ λιπαρούντων ἐκέλευσε τοῖς εἵλωσι διδόναι κομίζοντας. τῇ μέντοι στεφανωτρίδι βύβλῳ φησὶν αὐτὸν ἡσθέντα Θεόφραστος διὰ τὴν λιτότητα καὶ καθαριότητα τῶν στεφάνων αἰτήσασθαι καὶ λαβεῖν, ὅτε ἀπέπλει, παρὰ τοῦ βασιλέως. [Επεξεργασία] 37 Τότε δὲ συμμίξας τῷ Τάχῳ παρασκευαζομένῳ πρὸς τὴν στρατείαν, οὐχ, ὥσπερ ἤλπιζεν, ἁπάσης στρατηγὸς ἀπεδείχθη τῆς δυνάμεως, ἀλλὰ τῶν μισθοφόρων μόνων, τοῦ δὲ ναυτικοῦ Χαβρίας ὁ ᾿Αθηναῖος· ἡγεμὼν δὲ συμπάν των αὐτὸς ἦν ὁ Τάχως. καὶ τοῦτο πρῶτον ἠνίασε τὸν ᾿Αγησίλαον· ἔπειτα τὴν ἄλλην ἀλαζονείαν καὶ κενοφροσύνην τοῦ Αἰγυπτίου βαρυνόμενος ἠναγκάζετο φέρειν· καὶ συνεξέπλευσεν ἐπὶ τοὺς Φοίνικας αὐτῷ, παρὰ τὴν ἀξίαν τὴν ἑαυτοῦ καὶ τὴν φύσιν ὑπείκων καὶ καρτερῶν, ἄχρι οὗ καιρὸν ἔλαβε. Νεκτάναβις γὰρ ἀνεψιὸς ὢν τοῦ Τάχω καὶ μέρος ἔχων ὑφ’ ἑαυτῷ τῆς δυνάμεως ἀπέστη· καὶ βασιλεὺς ὑπὸ τῶν Αἰγυπτίων ἀναγορευθεὶς διεπέμπετο πρὸς τὸν ᾿Αγησίλαον ἀξιῶν αὐτῷ βοηθεῖν· τὰ δ’ αὐτὰ καὶ τὸν Χαβρίαν παρεκάλει, μεγάλας ὑπισχνούμενος ἀμφοτέροις δωρεάς. αἰσθομένου δὲ ταῦτα τοῦ Τάχω καὶ τραπομένου πρὸς δέησιν αὐτῶν, ὁ μὲν Χαβρίας ἐπειρᾶτο καὶ τὸν ᾿Αγησίλαον ἐν τῇ φιλίᾳ τοῦ Τάχω πείθων καὶ παραμυθούμενος κατέχειν, ὁ δὲ ᾿Αγησίλαος εἶπεν ὅτι “Σοὶ μέν, ὦ Χαβρία, κατὰ σεαυτὸν ἀφιγμένῳ χρῆσθαι τοῖς ἑαυτοῦ λογισμοῖς ἔξεστιν, ἐγὼ δὲ ὑπὸ τῆς πατρίδος ἐδόθην Αἰγυπτίοις στρατηγός. οὐκ οὖν ἂν ἔχοι μοι καλῶς οἷς ἐπέμφθην σύμμαχος πολεμεῖν, ἐὰν μὴ πάλιν ἡ πατρὶς κελεύσῃ. ” ταῦτα δὲ εἰπὼν ἔπεμψεν εἰς Σπάρτην ἄνδρας, οἳ τοῦ μὲν Τάχω κατηγορήσειν, ἐπαινέσεσθαι δὲ τὸν Νεκτάναβιν ἔμελλον. ἔπεμψαν δὲ κἀκεῖνοι δεόμενοι τῶν Λακεδαιμονίων, ὁ μὲν ὡς πάλαι σύμμαχος γεγονὼς καὶ φίλος, ὁ δὲ ὡς εὔνους καὶ προθυμότερος περὶ τὴν πόλιν ἐσόμενος. ἀκούσαντες οὖν οἱ Λακεδαιμόνιοι τοῖς μὲν Αἰγυπτίοις ἀπεκρίναντο φανερῶς ᾿Αγησιλάῳ περὶ τούτων μελήσειν, ἐκείνῳ δὲ ἐπέστειλαν ὁρᾶν κελεύοντες ὅπως πράξει τὸ τῇ Σπάρτῃ συμφέρον. οὕτω δὴ λαβὼν τοὺς μισθοφόρους ὁ ᾿Αγησίλαος ἀπὸ τοῦ Τάχω μετέστη πρὸς τὸν Νεκτάναβιν, ἀτόπου καὶ ἀλλοκότου πράγματος παρακαλύμματι τῷ συμφέροντι τῆς πατρίδος χρησάμενος· ἐπεὶ ταύτης γε τῆς προφάσεως ἀφαιρεθείσης τὸ δικαιότατον ὄνομα τῆς πράξεως ἦν προδοσία. Λακεδαιμόνιοι δὲ τὴν πρώτην τοῦ καλοῦ μερίδα τῷ τῆς πατρίδος συμφέροντι διδόντες οὔτε μανθάνουσιν οὔτε ἐπίστανται δίκαιον ἄλλο πλὴν ὃ τὴν Σπάρτην αὔξειν νομίζουσιν. [Επεξεργασία] 38 ῾Ο μὲν οὖν Τάχως ἐρημωθεὶς τῶν μισθοφόρων ἔφυγεν, ἐκ δὲ Μένδητος ἕτερος ἐπανίσταται τῷ Νεκτανάβιδι βασιλεὺς ἀναγορευθείς· καὶ συναγαγὼν δέκα μυριάδας ἀνθρώπων ἐπῄει. θαρσύνοντος δὲ τοῦ Νεκτανάβιδος τὸν ᾿Αγησίλαον, καὶ λέγοντος ὅτι πολλοὶ μέν εἰσιν οἱ πολέμιοι, μιγάδες δὲ καὶ βάναυσοι καὶ δι’ ἀπειρίαν εὐκαταφρόνητοι, “Καὶ μὴν οὐ τὸ πλῆθος αὐτῶν, ” ὁ ᾿Αγησίλαος εἶπεν, “ἀλλὰ τὴν ἀπειρίαν φοβοῦμαι καὶ τὴν ἀμαθίαν ὡς δυσεξαπάτητον. αἱ γὰρ ἀπάται τὸ παράδοξον ἐπάγουσι τοῖς πρὸς ἄμυναν ὑπονοοῦσι καὶ προσδοκῶσι τρεπομένοις, ὁ δὲ μὴ προσδοκῶν μηδὲ ὑπονοῶν μηδὲν οὐ δίδωσι τῷ παραλογιζομένῳ λαβήν, ὥσπερ οὐδὲ τῷ παλαίοντι ῥοπὴν ὁ μὴ κινούμενος. ” ἐκ τούτου καὶ ὁ Μενδήσιος ἔπεμπε πειρῶν τὸν ᾿Αγησίλαον. ἔδεισεν οὖν ὁ Νεκτάναβις, καὶ κελεύοντος αὐτοῦ διαμάχεσθαι τὴν ταχίστην καὶ μὴ χρόνῳ πολεμεῖν πρὸς ἀνθρώπους ἀπείρους ἀγῶνος, πολυχειρίᾳ δὲ περιελθεῖν καὶ περιταφρεῦσαι καὶ φθάσαι πολλὰ καὶ προλαβεῖν δυναμένους, ἔτι μᾶλλον ἐν ὑποψίᾳ καὶ φόβῳ γενόμενος πρὸς αὐτὸν ἀπεχώρησεν εἰς πόλιν εὐερκῆ καὶ μέγαν ἔχουσαν περίβολον. ὁ δὲ ᾿Αγησίλαος ἠγανάκτει μὲν ἀπιστούμενος καὶ βαρέως ἔφερεν, αἰσχυνόμενος δὲ καὶ πάλιν μεταστῆναι πρὸς τὸν ἕτερον καὶ τελέως ἀπελθεῖν ἄπρακτος, ἠκολούθησε καὶ συνεισῆλθεν εἰς τὸ τεῖχος. [Επεξεργασία] 39 ᾿Επελθόντων δὲ τῶν πολεμίων καὶ περιταφρευόντων τὴν πόλιν, αὖθις αὖ δείσας τὴν πολιορκίαν ὁ Αἰγύπτιος ἐβούλετο μάχεσθαι καὶ τοὺς ῞Ελληνας μάλα συμπροθυμουμένους εἶχεν· οὐ γὰρ ἦν ἐν τῷ χωρίῳ σῖτος. ὁ δὲ ᾿Αγησίλαος οὐκ ἐῶν, ἀλλὰ κωλύων ἤκουε μὲν ἔτι μᾶλλον κακῶς ἢ πρότερον ὑπὸ τῶν Αἰγυπτίων καὶ προδότης ἀπεκαλεῖτο τοῦ βασιλέως, ἔφερε δὲ πρᾳότερον ἤδη τὰς διαβολὰς καὶ προσεῖχε τῷ καιρῷ τοῦ στρατηγήματος. ῏Ην δὲ τοιόνδε. τάφρον ἔξωθεν ἦγον οἱ πολέμιοι περὶ τὸ τεῖχος βαθεῖαν ὡς παντάπασιν ἀποκλείσοντες αὐτούς. ὡς οὖν ἐγγὺς ἦσαν αἱ τελευταὶ τοῦ ὀρύγματος ἀπαντῶντος αὑτῷ καὶ περιϊόντος ἐν κύκλῳ τὴν πόλιν, ἑσπέραν ἀναμείνας γενέσθαι καὶ κελεύσας ἐξοπλίζεσθαι τοὺς ῞Ελληνας ἔλεγεν ἐλθὼν πρὸς τὸν Αἰγύπτιον· “῾Ο μὲν τῆς σωτηρίας, ὦ νεανία, καιρὸς οὗτός ἐστιν, ὃν ἐγὼ διαφθεῖραι φοβούμενος οὐκ ἔφραζον πρὶν ἐλθεῖν. ἐπεὶ δὲ ἡμῖν οἱ πολέμιοι τὴν ἀσφάλειαν αὐτοὶ διὰ τῶν χειρῶν παρεσκευάκασι, τοσαύτην ὀρυξάμενοι τάφρον, ἧς τὸ μὲν ἐξειργασμένον ἐκείνοις ἐμποδών ἐστι τοῦ πλήθους, τὸ δὲ διαλεῖπον ἡμῖν δίδωσιν ἴσῳ καὶ δικαίῳ μέτρῳ διαμάχεσθαι πρὸς αὐτούς, φέρε νῦν, προθυμηθεὶς ἀνὴρ ἀγαθὸς γενέσθαι καὶ μεθ’ ἡμῶν ἐπισπόμενος δρόμῳ σῶζε σεαυτὸν ἅμα καὶ τὴν στρατιάν. ἡμᾶς γὰρ οἱ μὲν κατὰ στόμα τῶν πολεμίων οὐχ ὑπομενοῦσιν, οἱ δὲ ἄλλοι διὰ τὴν τάφρον οὐ βλάψουσιν. ” ἐθαύμασεν οὖν ὁ Νεκτάναβις τοῦ ᾿Αγησιλάου τὴν δεινότητα, καὶ δοὺς ἑαυτὸν εἰς μέσα τὰ τῶν ῾Ελλήνων ὅπλα καὶ προσπεσὼν ἐτρέψατο ῥᾳδίως τοὺς ἀντιστάντας. ὡς δὲ ἅπαξ ἔλαβε πειθόμενον αὑτῷ τὸν Νεκτάναβιν ὁ ᾿Αγησίλαος, αὖθις ἐπῆγε τὸ αὐτὸ στρατήγημα καθάπερ πάλαισμα τοῖς πολεμίοις. τὰ μὲν γὰρ ὑποφεύγων καὶ ὑπάγων, τὰ δὲ ἀντιπεριχωρῶν, ἐμβάλλει τὸ πλῆθος αὐτῶν εἰς τόπον ἔχοντα διώρυχα βαθεῖαν ἐξ ἑκατέρας πλευρᾶς παραῤῥέουσαν, ὧν τὸ μέσον ἐμφράξας καὶ καταλαβὼν τῷ μετώπῳ τῆς φάλαγγος ἐξίσωσε πρὸς τοὺς μαχομένους τῶν πολεμίων τὸ πλῆθος, οὐκ ἔχοντας περιδρομὴν καὶ κύκλωσιν. ὅθεν οὐ πολὺν χρόνον ἀντιστάντες ἐτράποντο· καὶ πολλοὶ μὲν ἀνῃρέθησαν, οἱ δὲ φεύγοντες ἐσκεδάσθησαν καὶ διεῤῥύησαν. [Επεξεργασία] 40 ᾿Εκ δὲ τούτου καλῶς μὲν εἶχε τὰ πράγματα καὶ βεβαίως τῷ Αἰγυπτίῳ πρὸς ἀσφάλειαν· ἀγαπῶν δὲ καὶ φιλοφρονούμενος ἐδεῖτο μεῖναι καὶ συνδιαχειμάσαι μετ’ αὐτοῦ τὸν ᾿Αγησίλαον. ὁ δὲ ὥρμητο πρὸς τὸν οἴκοι πόλεμον, εἰδὼς χρημάτων δεομένην τὴν πόλιν καὶ ξενοτροφοῦσαν. προὔπεμψεν οὖν αὐτὸν ἐντίμως καὶ μεγαλοπρεπῶς, ἄλλας τε λαβόντα τιμὰς καὶ δωρεὰς καὶ πρὸς τὸν πόλεμον ἀργυρίου διακόσια καὶ τριάκοντα τάλαντα. χειμῶνος δὲ ὄντος ἤδη τῆς γῆς ἐχόμενος ταῖς ναυσὶ καὶ παρὰ τὴν Λιβύην εἰς χωρίον ἔρημον κομισθείς, ὃ καλοῦσι Μενελάου λιμένα, θνήσκει, βιώσας μὲν ὀγδοήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ τῆς Σπάρτης ἑνὶ τῶν τεσσαράκοντα πλέον, καὶ τούτων ὑπὲρ τριάκοντα πάντων μέγιστος καὶ δυνατώτατος γενόμενος καὶ σχεδὸν ὅλης τῆς ῾Ελλάδος ἡγεμὼν καὶ βασιλεὺς νομισθεὶς ἄχρι τῆς ἐν Λεύκτροις μάχης. ῎Εθους δὲ ὄντος Λακωνικοῦ τῶν μὲν ἄλλων ἐπὶ ξένης ἀποθανόντων αὐτοῦ τὰ σώματα κηδεύειν καὶ ἀπολείπειν, τὰ δὲ τῶν βασιλέων οἴκαδε κομίζειν, οἱ παρόντες Σπαρτιᾶται κηρὸν ἐπιτήξαντες τῷ νεκρῷ, μέλιτος οὐ παρόντος, ἀπῆγον εἰς Λακεδαίμονα. τὴν δὲ βασιλείαν ᾿Αρχίδαμος ὁ υἱὸς αὐτοῦ παρέλαβε, καὶ διέμεινε τῷ γένει μέχρις ῎Αγιδος, ὃν ἐπιχειροῦντα τὴν πάτριον ἀναλαβεῖν πολιτείαν ἀπέκτεινε Λεωνίδας πέμπτον ἀπ’ ᾿Αγησιλάου γεγονότα.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:19 - flow version _RPTC_G1.3