Vita di Eumene - Plutarco

[1] Εὐμενῆ δὲ τὸν Καρδιανὸν ἱστορεῖ Δοῦρις πατρὸς μὲν ἁμαξεύοντος ἐν Χερρονήσῳ διὰ πενίαν γενέσθαι, τραφῆναι δ' ἐλευθερίως ἐν γράμμασι καὶ περὶ παλαίστραν· ἔτι δὲ παιδὸς ὄντος αὐτοῦ, Φίλιππον παρεπιδημοῦντα καὶ σχολὴν ἄγοντα τὰ τῶν Καρδιανῶν θεάσασθαι παγκράτια μειρακίων καὶ παλαίσματα παίδων, ἐν οἷς εὐημερήσαντα τὸν Εὐμενῆ καὶ φανέντα συνετὸν καὶ ἀνδρεῖον, ἀρέσαι τῷ Φιλίππῳ καὶ ἀναληφθῆναι. δοκοῦσι δ' εἰκότα λέγειν μᾶλλον οἱ διὰ ξενίαν καὶ φιλίαν πατρῴαν τὸν Εὐμενῆ λέγοντες ὑπὸ τοῦ Φιλίππου προαχθῆναι. μετὰ δὲ τὴν ἐκείνου τελευτὴν οὔτε συνέσει τινὸς οὔτε πίστει λείπεσθαι δοκῶν τῶν περὶ Ἀλέξανδρον, ἐκαλεῖτο μὲν ἀρχιγραμματεύς, τιμῆς δ' ἧσπερ οἱ μάλιστα φίλοι καὶ συνήθεις ἐτύγχανεν, ὥστε καὶ στρατηγὸς ἀποσταλῆναι κατὰ τὴν Ἰνδικὴν ἐφ' ἑαυτοῦ μετὰ δυνάμεως, καὶ τὴν Περδίκκου παραλαβεῖν ἱππαρχίαν, ὅτε Περδίκκας ἀποθανόντος Ἡφαιστίωνος εἰς τὴν ἐκείνου προῆλθε τάξιν. διὸ καὶ Νεοπτολέμου τοῦ ἀρχιυπασπιστοῦ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν λέγοντος, ὡς αὐτὸς μὲν ἀσπίδα καὶ λόγχην, Εὐμενὴς δὲ γραφεῖον ἔχων καὶ πινακίδιον ἠκολούθει, κατεγέλων οἱ Μακεδόνες, μετὰ τῶν ἄλλων καλῶν τὸν Εὐμενῆ καὶ τῆς κατὰ τὸν γάμον οἰκειότητος ὑπὸ τοῦ βασιλέως εἰδότες ἀξιωθέντα. Βαρσίνην γὰρ τὴν Ἀρταβάζου πρώτην ἐν Ἀσίᾳ γνοὺς ὁ Ἀλέξανδρος, ἐξ ἧς υἱὸν ἔσχεν Ἡρακλέα, τῶν ταύτης ἀδελφῶν Πτολεμαίῳ μὲν Ἀπάμαν, Εὐμενεῖ δ' Ἄρτωνιν ἐξέδωκεν, ὅτε καὶ τὰς ἄλλας Περσίδας διένειμε καὶ συνῴκισε τοῖς ἑταίροις. [2] Οὐ μὴν ἀλλὰ καὶ προσέκρουσε πολλάκις Ἀλεξάνδρῳ καὶ παρεκινδύνευσε δι' Ἡφαιστίωνα. πρῶτον μὲν γὰρ Εὐΐῳ τῷ αὐλητῇ τοῦ Ἡφαιστίωνος οἰκίαν κατανείμαντος ἣν οἱ παῖδες ἔτυχον τῷ Εὐμενεῖ προκατειληφότες, ἐλθὼν ὑπ' ὀργῆς πρὸς τὸν Ἀλέξανδρον ὁ Εὐμενὴς ἐβόα μετὰ Μέντορος, ὡς αὐλεῖν εἴη κράτιστον ἢ τραγῳδεῖν τὰ ὅπλα ῥίψαντας ἐκ τῶν χειρῶν, ὥστ' Ἀλέξανδρον αὐτῷ συναγανακτεῖν καὶ λοιδορεῖσθαι τῷ Ἡφαιστίωνι. ταχὺ μέντοι μεταπεσὼν αὖθις εἶχε τὸν Εὐμενῆ δι' ὀργῆς, ὡς ὕβρει μᾶλλον πρὸς ἑαυτὸν ἢ παρρησίᾳ πρὸς Ἡφαιστίωνα χρησάμενον. ἔπειτα Νέαρχον ἐκπέμπων μετὰ νεῶν ἐπὶ τὴν ἔξω θάλασσαν, ᾔτει χρήματα τοὺς φίλους· οὐ γὰρ ἦν ἐν τῷ βασιλείῳ. τοῦ δ' Εὐμενοῦς αἰτηθέντος μὲν τριακόσια τάλαντα, δόντος δ' ἑκατὸν μόνα, καὶ ταῦτα γλίσχρως καὶ μόλις αὐτῷ συνειλέχθαι διὰ τῶν ἐπιτρόπων φάσκοντος, οὐδὲν ἐγκαλέσας οὐδὲ δεξάμενος, ἐκέλευσε τοὺς παῖδας κρύφα τῇ σκηνῇ τοῦ Εὐμενοῦς πῦρ ἐνεῖναι, βουλόμενος ἐκκομιζομένων τῶν χρημάτων λαβεῖν ἐπ' αὐτοφώρῳ ψευδόμενον. ἔφθη δ' ἡ σκηνὴ καταφλεχθεῖσα, καὶ μετενόησε τῶν γραμμάτων διαφθαρέντων ὁ Ἀλέξανδρος. τὸ δὲ συγχυθὲν χρυσίον καὶ ἀργύριον ὑπὸ τοῦ πυρὸς ἀνευρέθη πλεῖον ἢ χιλίων ταλάντων. ἔλαβε δ' οὐδέν, ἀλλὰ καὶ γράψας τοῖς πανταχοῦ σατράπαις καὶ στρατηγοῖς ἀντίγραφα τῶν διεφθαρμένων ἀποστέλλειν, πάντα παραλαμβάνειν ἐκέλευσε τὸν Εὐμενῆ. πάλιν δὲ περὶ δωρεᾶς τινος εἰς διαφορὰν καταστὰς πρὸς τὸν Ἡφαιστίωνα, καὶ πολλὰ μὲν ἀκούσας κακῶς, πολλὰ δ' εἰπών, τότε μὲν οὐκ ἔλαττον ἔσχε· μετ' ὀλίγον δὲ τελευτήσαντος Ἡφαιστίωνος, περιπαθῶν ὁ βασιλεύς, καὶ πᾶσιν οὓς ἐδόκει ζῶντι μὲν ἐκείνῳ φθονεῖν, ἐπιχαίρειν δὲ τεθνηκότι τραχέως ὁμιλῶν καὶ χαλεπὸς ὤν, μάλιστα τὸν Εὐμενῆ δι' ὑποψίας εἶχε, καὶ προὔφερε πολλάκις τὰς διαφορὰς καὶ λοιδορίας ἐκείνας. ὁ δὲ πανοῦργος ὢν καὶ πιθανός, ἐπεχείρησεν οἷς ἀπώλλυτο σῴζειν ἑαυτόν· κατέφυγε γὰρ εἰς τὴν πρὸς Ἡφαιστίωνα φιλοτιμίαν Ἀλεξάνδρου καὶ χάριν, ὑφηγούμενός τε τιμὰς αἳ μάλιστα κοσμεῖν ἔμελλον τὸν τεθνηκότα, καὶ χρήματα τελῶν εἰς τὴν τοῦ τάφου κατασκευὴν ἀφειδῶς καὶ προθύμως. [3] Ἀποθανόντος δ' Ἀλεξάνδρου, καὶ τῆς φάλαγγος διεστώσης πρὸς τοὺς ἑταίρους, τῇ μὲν γνώμῃ τούτοις προσένειμεν ἑαυτὸν ὁ Εὐμενής, τῷ δὲ λόγῳ κοινός τις ἦν πρὸς ἀμφοτέρους καὶ ἰδιώτης, ὡς οὐδὲν αὐτῷ προσῆκον ὄντι ξένῳ πολυπραγμονεῖν ἐν ταῖς Μακεδόνων διαφοραῖς. καὶ τῶν ἄλλων ἑταίρων ἐκ Βαβυλῶνος ἀνασκευασαμένων, αὐτὸς ὑπολειφθεὶς ἐν τῇ πόλει κατεπράϋνε <τοὺς- πολλοὺς τῶν πεζῶν καὶ πρὸς τὰς διαλύσεις ἡδίους ἐποίησεν. ἐπεὶ δ' ἀναμειχθέντες ἀλλήλοις οἱ στρατηγοὶ καὶ καταστάντες ἐκ τῶν πρώτων ταραχῶν, διενέμοντο σατραπείας καὶ στρατηγίας, Εὐμενὴς λαμβάνει Καππαδοκίαν καὶ Παφλαγονίαν καὶ τὴν ὑποκειμένην τῇ Ποντικῇ θαλάττῃ μέχρι Τραπεζοῦντος, οὔπω τότε Μακεδόνων οὖσαν, Ἀριαράθης γὰρ αὐτῆς ἐβασίλευεν, ἀλλ' ἔδει Λεόννατον καὶ Ἀντίγονον χειρὶ μεγάλῃ τὸν Εὐμενῆ καταγ<αγ-όντας ἀποδεῖξαι τῆς χώρας σατράπην. Ἀντίγονος μὲν οὖν οὐ προσέσχε τοῖς γραφεῖσιν ὑπὸ Περδίκκου, μετέωρος ὢν ἤδη καὶ περιφρονῶν ἁπάντων, Λεόννατος δὲ κατέβη μὲν ἄνωθεν εἰς Φρυγίαν, ἀναδεξόμενος Εὐμενεῖ τὴν σατραπείαν. Ἑκαταίου δὲ τοῦ Καρδιανῶν τυράννου συμμείξαντος αὐτῷ καὶ δεομένου βοηθεῖν μᾶλλον Ἀντιπάτρῳ καὶ Μακεδόνων τοῖς ἐν Λαμίᾳ πολιορκουμένοις, ὥρμητο διαβαίνειν καὶ τὸν Εὐμενῆ παρεκάλει καὶ διήλλαττε πρὸς τὸν Ἑκαταῖον. ἦν γὰρ αὐτοῖς πατρική τις ἐκ πολιτικῶν διαφορῶν ὑποψία πρὸς ἀλλήλους, καὶ πολλάκις ὁ Εὐμενὴς ἐγεγόνει φανερὸς κατηγορῶν τοῦ Ἑκαταίου τυραννοῦντος καὶ παρακαλῶν Ἀλέξανδρον ἀποδοῦναι τοῖς Καρδιανοῖς τὴν ἐλευθερίαν. διὸ καὶ τότε τοῦ Εὐμενοῦς παραιτουμένου τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν καὶ δεδιέναι φάσκοντος Ἀντίπατρον, μήπως Ἑκαταίῳ χαριζόμενος καὶ πάλαι μισῶν αὐτὸν ἀνέλῃ, πιστεύσας ὁ Λεόννατος οὐδὲν ὧν ἐφρόνει πρὸς αὐτὸν ἀπεκρύψατο. λόγος μὲν γὰρ ἦν ἡ βοήθεια καὶ πρόφασις, ἐγνώκει δὲ διαβὰς εὐθὺς ἀντιποιεῖσθαι Μακεδονίας, καί τινας ἐπιστολὰς ἔδειξε Κλεοπάτρας, μεταπεμπομένης αὐτὸν εἰς Πέλλαν ὡς γαμησομένης. ὁ δ' Εὐμενής, εἴτε τὸν Ἀντίπατρον δεδοικώς, εἴτε τὸν Λεόννατον ἔμπληκτον ὄντα καὶ φορᾶς μεστὸν ἀβεβαίου καὶ ὀξείας ἀπογνούς, νύκτωρ ἀνέζευξε, τὴν ἑαυτοῦ λαβὼν ἀποσκευήν. εἶχε δὲ τριακοσίους μὲν ἱππεῖς, διακοσίους δὲ τῶν παίδων ὁπλοφόρους, ἐν δὲ χρυσοῖς εἰς ἀργυρίου λόγον τάλαντα πεντακισχίλια. φυγὼν δ' οὕτως πρὸς Περδίκκαν καὶ τὰ Λεοννάτου βουλεύματα κατειπών, εὐθὺς μὲν ἴσχυε μέγα παρ' αὐτῷ καὶ τοῦ συνεδρίου μετεῖχεν, ὀλίγον δ' ὕστερον εἰς Καππαδοκίαν κατήχθη μετὰ δυνάμεως, αὐτοῦ Περδίκκου παρόντος καὶ στρατηγοῦντος. Ἀριαράθου δὲ ληφθέντος αἰχμαλώτου καὶ τῆς χώρας ὑποχειρίου γενομένης, ἀποδείκνυται σατράπης. καὶ τὰς μὲν πόλεις τοῖς ἑαυτοῦ φίλοις παρέδωκε καὶ φρουράρχους ἐγκατέστησε καὶ δικαστὰς ἀπέλιπε καὶ διοικητὰς οὓς ἐβούλετο, τοῦ Περδίκκου μηδὲν ἐν τούτοις πολυπραγμονοῦντος, αὐτὸς δὲ συνανέζευξεν, ἐκεῖνόν τε θεραπεύωνκαὶ τῶν βασιλέων ἀπολείπεσθαι μὴ βουλόμενος. [4] Οὐ μὴν ἀλλ' ὁ Περδίκκας, ἐφ' ἃ μὲν ὥρμητο πιστεύων δι' αὑτοῦ προσάξεσθαι, τὰ δ' ὑπολειπόμενα δεῖσθαι δραστηρίου τε καὶ πιστοῦ φύλακος οἰόμενος, ἀπέπεμψεν ἐκ Κιλικίας τὸν Εὐμενῆ, λόγῳ μὲν ἐπὶ τὴν ἑαυτοῦ σατραπείαν, ἔργῳ δὲ τὴν ὅμορον Ἀρμενίαν τεταραγμένην ὑπὸ Νεοπτολέμου διὰ χειρὸς ἕξοντα. τοῦτον μὲν οὖν ὁ Εὐμενής, καίπερ ὄγκῳ τινὶ καὶ φρονήματι κενῷ διεφθαρμένον, ἐπειρᾶτο ταῖς ὁμιλίαις κατέχειν· αὐτὸς δὲ τὴν φάλαγγα τῶν Μακεδόνων ἐπηρμένην καὶ θρασεῖαν εὑρών, ὥσπερ ἀντίταγμα κατεσκεύαζεν αὐτῇ δύναμιν ἱππικήν, τῶν μὲν ἐγχωρίων τοῖς ἱππεύειν δυναμένοις ἀνεισφορίας διδοὺς καὶ ἀτελείας, τῶν δὲ περὶ αὑτὸν οἷς μάλιστ' ἐπίστευεν ὠνητοὺς διανέμων ἵππους, φιλοτιμίαις τε καὶ δωρεαῖς τὰ φρονήματα παροξύνων, καὶ τὰ σώματα κινήσεσι καὶ μελέταις διαπονῶν, ὥστε τοὺς μὲν ἐκπλαγῆναι, τοὺς δὲ θαρρῆσαι τῶν Μακεδόνων, ὁρῶντας ὀλίγῳ χρόνῳ περὶ αὐτὸν ἠθροισμένους ἱππεῖς οὐκ ἐλάττους ἑξακισχιλίων καὶ τριακοσίων. [5] Ἐπεὶ δὲ Κρατερὸς καὶ Ἀντίπατρος τῶν Ἑλλήνων περιγενόμενοι διέβαινον εἰς Ἀσίαν, τὴν Περδίκκου καταλύσοντες ἀρχήν, καὶ προσηγγέλλοντο μέλλοντες ἐμβαλεῖν εἰς Καππαδοκίαν, ὁ Περδίκκας αὐτὸς ἐπὶ Πτολεμαῖον στρατεύων ἀπέδειξε τὸν Εὐμενῆ τῶν ἐν Ἀρμενίᾳ καὶ Καππαδοκίᾳ δυνάμεων αὐτοκράτορα στρατηγόν, καὶ περὶ τούτων ἐπιστολὰς ἔπεμψεν, Ἀλκέταν μὲν καὶ Νεοπτόλεμον Εὐμενεῖ προσέχειν κελεύσας, Εὐμενῆ δὲ χρῆσθαι τοῖς πράγμασιν ὅπως αὐτὸς ἔγνωκεν. Ἀλκέτας μὲν οὖν ἄντικρυς ἀπείπατο τὴν στρατείαν, ὡς τῶν ὑπ' αὐτῷ Μακεδόνων Ἀντιπάτρῳ μὲν αἰδουμένων μάχεσθαι, Κρατερὸν δὲ καὶ δέχεσθαι δι' εὔνοιαν ἑτοίμων ὄντων· Νεοπτόλεμος δὲ βουλεύων μὲν ἐπ' Εὐμενεῖ προδοσίαν οὐκ ἔλαθε, καλούμενος δ' οὐχ ὑπήκουσεν, ἀλλὰ παρέταττε τὴν δύναμιν. ἔνθα πρῶτον ὁ Εὐμενὴς ἀπέλαυσε τῆς ἑαυτοῦ προνοίας καὶ παρασκευῆς· ἡττώμενος γὰρ ἤδη κατὰ τὸ πεζόν, ἐτρέψατο τοῖς ἱππεῦσι τὸν Νεοπτόλεμον καὶ τὴν ἀποσκευὴν ἔλαβεν αὐτοῦ, καὶ τῇ φάλαγγι διεσπαρμένῃ περὶ τὴν δίωξιν ἅθρους ἐπελάσας, ἠνάγκασε τὰ ὅπλα θέσθαι καὶ <δόντας καὶ- λαβόντας ὅρκους αὐτῷ συστρατεύειν. Ὁ μὲν οὖν Νεοπτόλεμος ὀλίγους τινὰς συναγαγὼν ἐκ τῆς τροπῆς, ἔφυγε πρὸς Κρατερὸν καὶ Ἀντίπατρον, παρ' ἐκείνων δ' ἀπέσταλτο πρεσβεία πρὸς Εὐμενῆ, παρακαλοῦσα μεταθέσθαι πρὸς αὐτούς, καρπούμενον μὲν ἃς εἶχε σατραπείας, προσλαβόντα δὲ στρατιὰν καὶ χώραν παρ' αὐτῶν, Ἀντιπάτρῳ μὲν ἀντ' ἐχθροῦ φίλον γενόμενον, Κρατερῷ δὲ μὴ γενόμενον ἐκ φίλου πολέμιον. ταῦθ' ὁ Εὐμενὴς ἀκούσας, Ἀντιπάτρῳ μὲν οὐκ ἂν ἔφη παλαιὸς ὢν ἐχθρὸς νῦν γενέσθαι φίλος, ὅτ' αὐτὸν ὁρᾷ τοῖς φίλοις ὡς ἐχθροῖς χρώμενον, Κρατερὸν δὲ Περδίκκᾳ διαλλάττειν ἕτοιμος εἶναι καὶ συνάγειν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις, ἄΡχοντος δὲ πλεονεξίας Τῷ ἀδικουμένῳ βοηθήσειν μέχρι ἂν ἐμπνέῃ, καὶ μᾶλλον τὸ σῶμα καὶ τὸν βίον ἢ τὴν πίστιν προήσεσθαι. [6] Οἱ μὲν οὖν περὶ τὸν Ἀντίπατρον πυθόμενοι ταῦτα κατὰ σχολὴν ἐβουλεύοντο περὶ τῶν ὅλων· ὁ Νεοπτόλεμος δὲ μετὰ τὴν φυγὴν ἀφικόμενος πρὸς αὐτούς, τήν τε μάχην ἀπήγγελλε καὶ παρεκάλει βοηθεῖν, μάλιστα μὲν ἀμφοτέρους, πάντως δὲ Κρατερόν· ποθεῖσθαι γὰρ ὑπερφυῶς ἐκεῖνον ὑπὸ τῶν Μακεδόνων, κἂν μόνον ἴδωσι τὴν καυσίαν αὐτοῦ καὶ τὴν φωνὴν ἀκούσωσι, μετὰ τῶν ὅπλων ἥξειν φερομένους. καὶ γὰρ ἦν ὄντως ὄνομα τοῦ Κρατεροῦ μέγα, καὶ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τοῦτον ἐπόθησαν οἱ πολλοί, μνημονεύοντες ὅτι καὶ πρὸς Ἀλέξανδρον ὑπὲρ αὐτῶν ἀνεδέξατο πολλάκις ἀπεχθείας πολλάς, ὑποφερομένου πρὸς τὸν Περσικὸν ζῆλον ἀντιλαμβανόμενος καὶ τοῖς πατρίοις ἐμμένων, διὰ τρυφὴν καὶ ὄγκον ἤδη περιυβριζομένοις. τότε δ' οὖν ὁ Κρατερὸς τὸν μὲν Ἀντίπατρον εἰς Κιλικίαν ἀπέστελλεν, αὐτὸς δὲ τῆς δυνάμεως ἀναλαβὼν πολὺ μέρος ἐπὶ τὸν Εὐμενῆ μετὰ τοῦ Νεοπτολέμου προῆγεν, οἰόμενος οὐ προσδεχομένῳ καὶ μετὰ πρόσφατον νίκην ἐν ἀταξίᾳ καὶ περὶ πότους ἔχοντι τὴν δύναμιν ἐπιπεσεῖσθαι. Τὸ μὲν οὖν προαισθέσθαι τὴν ἔφοδον αὐτοῦ τὸν Εὐμενῆ καὶ προπαρασκευάσασθαι νηφούσης ἄν τις ἡγεμονίας, οὐ μὴν ἄκρας θείη δεινότητος· τὸ δὲ μὴ μόνον τοὺς πολεμίους ἃ μὴ καλῶς εἶχεν αἰσθέσθαι διαφυγεῖν, ἀλλὰ καὶ τοὺς μετ' αὐτοῦ στρατευομένους ἀγνοοῦντας ᾧ μαχοῦνται προενσεῖσαι τῷ Κρατερῷ, καὶ ἀποκρύψαι τὸν ἀντιστράτηγον, ἴδιον δοκεῖ τούτου τοῦ ἡγεμόνος ἔργον γενέσθαι. διέδωκε μὲν οὖν λόγον ὡς Νεοπτόλεμος αὖθις ἐπίοι καὶ Πίγρης, ἔχοντες ἱππεῖς [καὶ] Καππαδοκῶν καὶ Παφλαγόνων. νυκτὸς δ' ἀναζεῦξαι βουλόμενος, εἶτα καταδαρθών, ὄψιν εἶδεν ἀλλόκοτον. ἐδόκει γὰρ ὁρᾶν Ἀλεξάνδρους δύο παρασκευαζομένους ἀλλήλοις μάχεσθαι, μιᾶς ἑκάτερον ἡγούμενον φάλαγγος· εἶτα τῷ μὲν τὴν Ἀθηνᾶν, τῷ δὲ τὴν Δήμητραν βοηθοῦσαν ἐλθεῖν, γενομένου δ' ἀγῶνος ἰσχυροῦ κρατηθῆναι τὸν μετὰ τῆς Ἀθηνᾶς, τῷ δὲ νικῶντι σταχύων δρεπομένην τὴν Δήμητραν συμπλέκειν στέφανον. αὐτόθεν μὲν οὖν τὴν ὄψιν εἴκαζεν εἶναι πρὸς αὑτοῦ, μαχομένου περὶ γῆς ἀρίστης καὶ τότε πολὺν καὶ καλὸν ἐχούσης ἐν κάλυκι στάχυν· ἅπασα γὰρ κατέσπαρτο καὶ παρεῖχεν εἰρήνῃ πρέπουσαν ὄψιν, ἀμφιλαφῶς τῶν πεδίων κομώντων· μᾶλλον δ' ἐπερρώσθη πυθόμενος σύνθημα τοῖς πολεμίοις Ἀθηνᾶν καὶ Ἀλέξανδρον εἶναι. Δήμητραν δὴ καὶ αὐτὸς ἐδίδου σύνθημα καὶ Ἀλέξανδρον, ἀναδεῖσθαί τε πάντας ἐκέλευε καὶ καταστέφειν τὰ ὅπλα, τῶν σταχύων λαμβάνοντας. ὁρμήσας δὲ πολλάκις ἐξαγορεῦσαι καὶ φράσαι τοῖς περὶ αὑτὸν ἡγεμόσι καὶ στρατηγοῖς, πρὸς ὃν ἔμελλεν ὁ ἀγὼν ἔσεσθαι, καὶ μὴ μόνος ἐν αὑτῷ θέμενος ἀποκρύψαι καὶ κατασχεῖν ἀπόρρητον οὕτως ἀναγκαῖον, ὅμως ἐνέμεινε τοῖς λογισμοῖς καὶ διεπίστευσε τῇ γνώμῃ τὸν κίνδυνον. [7] Ἀντέταξε δὲ Κρατερῷ Μακεδόνων μὲν οὐδένα, δύο δ' ἱππαρχίας ξενικάς, ὧν Φαρνάβαζος ὁ Ἀρταβάζου καὶ Φοῖνιξ ὁ Τενέδιος ἡγοῦντο, διακελευσάμενος ὀφθέντων τῶν πολεμίων ἐλαύνειν κατὰ τάχος καὶ συμπλέκεσθαι, μὴ διδόντας ἀναστροφὴν μηδὲ φωνὴν μηδὲ κήρυκα πεμπόμενον προσιεμένους. ἐδεδίει γὰρ ἰσχυρῶς τοὺς Μακεδόνας, μὴ γνωρίσαντες τὸν Κρατερὸν οἴχωνται μεταβαλόμενοι πρὸς ἐκεῖνον. αὐτὸς δὲ τοὺς ἐρρωμενεστάτους ἱππεῖς τριακοσίους εἰς ἄγημα συντάξας καὶ παρελάσας ἐπὶ τὸ δεξιόν, ἔμελλε τοῖς περὶ Νεοπτόλεμον ἐπιχειρεῖν. ὡς δὲ τὸν ἐν μέσῳ λόφον ὑπερβαλόντες ὤφθησαν ὀξεῖαν καὶ μεθ' ὁρμῆς σφοδροτέρας ποιούμενοι τὴν ἔφοδον, ἐκπλαγεὶς ὁ Κρατερὸς καὶ πολλὰ λοιδορήσας τὸν Νεοπτόλεμον, ὡς ἐξηπατημένος ὑπ' αὐτοῦ περὶ τῆς τῶν Μακεδόνων μεταβολῆς, ἐγκελευσάμενος ἀνδραγαθεῖν τοῖς περὶ αὐτὸν ἡγεμόσιν ἀντεξήλασε. γενομένης δὲ τῆς πρώτης συρράξεως βαρείας καὶ τῶν δοράτων ταχὺ συντριβέντων, τοῦ δ' ἀγῶνος ἐν τοῖς ξίφεσιν ὄντος, οὐ καταισχύνας ὁ Κρατερὸς τὸν Ἀλέξανδρον, ἀλλὰ πολλοὺς μὲν καταβαλών, πολλάκις δὲ τρεψάμενος τοὺς ἀντιτεταγμένους, τέλος δὲ πληγεὶς ὑπὸ Θρᾳκὸς ἐκ πλαγίων προσελάσαντος, ἀπερρύη τοῦ ἵππου. πεσόντα δ' αὐτὸν οἱ μὲν ἄλλοι παρήλασαν ἀγνοοῦντες, Γοργίας δ' <εἷς- τῶν Εὐμενοῦς στρατηγῶν ἔγνω τε καὶ καταβὰς περιέστησε φρουρὰν τῷ σώματι κακῶς ἤδη διακειμένου καὶ δυσθανατοῦντος. Ἐν τούτῳ δὲ καὶ Νεοπτόλεμος Εὐμενεῖ συνήρχετο. μισοῦντες γὰρ ἀλλήλους πάλαι καὶ δι' ὀργῆς ἔχοντες, ἐν μὲν δυσὶν ἀναστροφαῖς οὐ κατεῖδον, ἐν δὲ τῇ τρίτῃ γνωρίσαντες εὐθὺς ἤλαυνον, σπασάμενοι τὰ ἐγχειρίδια καὶ βοῶντες. τῶν δ' ἵππων ἐξ ἐναντίας βίᾳ συμπεσόντων ὥσπερ τριήρων, τὰς ἡνίας ἀφέντες ἀλλήλων ἐπεδράξαντο ταῖς χερσί, τά τε κράνη περισπῶντες καὶ περιρρηγνύντες ἐκ τῶν ἐπωμίδων τοὺς θώρακας. πρὸς δὲ τὸν σπαραγμὸν ὑπεκδραμόντων ἅμα τῶν ἵππων, ἀπορρυέντες εἰς γῆν καὶ περιπεσόντες ἀλλήλοις, ἐν λαβαῖς ἦσαν καὶ διεπάλαιον. εἶθ' ὁ μὲν Εὐμενὴς τοῦ Νεοπτολέμου προεξανισταμένου τὴν ἰγνύαν ὑπέκοψεν, αὐτὸς εἰς ὀρθὸν φθάσας καταστῆναι, ὁ δὲ Νεοπτόλεμος εἰς θάτερον ἐρεισάμενος γόνυ, θάτερον δὲ πεπηρωμένος, ἠμύνετο μὲν εὐρώστως κάτωθεν, οὐ θανασίμους δὲ πληγὰς ὑποφέρων, πληγεὶς δὲ παρὰ τὸν τράχηλον, ἔπεσε καὶ παρείθη. τοῦ δ' Εὐμενοῦς δι' ὀργὴν καὶ μῖσος παλαιὸν τά θ' ὅπλα περισπῶντος αὐτοῦ καὶ κακῶς λέγοντος, ἔτι τὸ ξίφος ἔχων ἔλαθεν ὑπὸ τὸν θώρακα τρώσας ᾗ παρέψαυσε τοῦ βουβῶνος ἀποβάς. ἡ δὲ πληγὴ μᾶλλον ἐφόβησεν ἢ ἔβλαψε τὸν Εὐμενῆ, δι' ἀσθένειαν ἀμυδρὰ γενομένη. σκυλεύσας δὲ τὸν νεκρόν, εἶχε μὲν χαλεπῶς, ὑπὸ τραυμάτων μηροὺς καὶ βραχίονας διακεκομμένος, ὅμως δ' ἀναβληθεὶς ἐπὶ τὸν ἵππον ἐδίωκε πρὸς θάτερον κέρας, ὡς ἔτι συνεστώτων τῶν πολεμίων. πυθόμενος δὲ τὴν Κρατεροῦ τελευτὴν καὶ προσελάσας, ὡς εἶδεν ἐμπνέοντα καὶ συνιέντα, καταβὰς ἀπεδάκρυσε, καὶ τὴν δεξιὰν ἐνέβαλε, καὶ πολλὰ μὲν ἐλοιδόρησε τὸν Νεοπτόλεμον, πολλὰ δ' ἐκεῖνον μὲν ᾠκτίσατο τῆς τύχης, αὑτὸν δὲ τῆς ἀνάγκης, δι' ἣν ἀνδρὶ φίλῳ καὶ συνήθει ταῦτα πεισόμενος ἢ δράσων συνηνέχθη. [8] Ταύτην τὴν μάχην Εὐμενὴς ἡμέραις δέκα σχεδόν τι μετὰ τὴν προτέραν ἐνίκησε, καὶ δόξῃ μὲν ἤρθη μέγας ἀπ' αὐτῆς, ὡς τὰ μὲν σοφίᾳ τὰ δ' ἀνδρείᾳ κατειργασμένος, φθόνον δὲ πολὺν ἔσχε καὶ μῖσος ὁμαλῶς παρά τε τοῖς συμμάχοις καὶ τοῖς πολεμίοις, ὡς ἔπηλυς ἀνὴρ καὶ ξένος ὅπλοις καὶ χερσὶ ταῖς τῶν Μακεδόνων τὸν πρῶτον αὐτῶν καὶ δοκιμώτατον ἀνῃρηκώς. ἀλλ' εἰ μὲν ἔφθη Περδίκκας πυθόμενος τὴν Κρατεροῦ τελευτήν, οὐκ ἂν ἄλλος ἐπρώτευσε Μακεδόνων· νυνὶ δ' ἀνῃρημένου Περδίκκου κατὰ στάσιν ἐν Αἰγύπτῳ δυσὶν ἡμέραις πρότερον, ἧκεν οὗτος ὁ περὶ τῆς μάχης λόγος εἰς τὸ στρατόπεδον, καὶ πρὸς ὀργὴν εὐθὺς οἱ Μακεδόνες θάνατον τοῦ Εὐμενοῦς κατέγνωσαν. ἀπεδείχθη δὲ τοῦ πολέμου τοῦ πρὸς αὐτὸν Ἀντίγονος μετ' Ἀντιπάτρου στρατηγός. Ἐπεὶ δ' Εὐμενὴς τοῖς βασιλικοῖς ἱπποφορβίοις περὶ τὴν Ἴδην νεμομένοις ἐπιτυχὼν καὶ λαβὼν ἵππους ὅσων ἔχρῃζε τοῖς ἐπιμεληταῖς τὴν γραφὴν ἔπεμψε, λέγεται γελάσαι τὸν Ἀντίπατρον καὶ εἰπεῖν, ὅτι θαυμάζει τὸν Εὐμενῆ τῆς προνοίας, ἐλπίζοντα λόγον αὐτοῖς ἀποδώσειν τῶν βασιλικῶν ἢ λήψεσθαι παρ' αὐτῶν. Περὶ δὲ τὰς Σάρδεις ἐβούλετο μὲν ἱπποκρατῶν ὁ Εὐμενὴς τοῖς Λυδῶν ἐναγωνίσασθαι πεδίοις, ἅμα καὶ τῇ Κλεοπάτρᾳ τὴν δύναμιν ἐπιδεῖξαι φιλοτιμούμενος· αὐτῆς δ' ἐκείνης δεηθείσης (ἐφοβεῖτο γὰρ αἰτίαν τινὰ λαβεῖν ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον), ἐξήλασεν εἰς τὴν ἄνω Φρυγίαν καὶ διεχείμαζεν ἐν Κελαιναῖς· ὅπου τῶν μὲν περὶ τὸν Ἀλκέταν καὶ Πολέμωνα καὶ Δόκιμον ὑπὲρ ἡγεμονίας διαφιλοτιμουμένων πρὸς αὐτόν, "τοῦτ' ἦν" ἔφη "τὸ λεγόμενον, ὀλέθρου δ' οὐθεὶς λόγος"· τοῖς δὲ στρατιώταις ὑποσχόμενος ἐν τρισὶν ἡμέραις τὸν μισθὸν ἀποδώσειν, ἐπίπρασκεν αὐτοῖς τὰς κατὰ τὴν χώραν ἐπαύλεις καὶ τετραπυργίας, σωμάτων καὶ βοσκημάτων γεμούσας. ὁ δὲ πριάμενος ἡγεμὼν τάγματος ἢ ξεναγός, ὄργανα καὶ μηχανὰς τοῦ Εὐμενοῦς παρέχοντος, ἐξεπολιόρκει, καὶ πρὸς τὸν ὀφειλόμενον μισθὸν οἱ στρατιῶται διενέμοντο τῶν ἁλισκομένων ἕκαστον. ἐκ δὴ τούτου πάλιν ὁ Εὐμενὴς ἠγαπᾶτο, καί ποτε γραμμάτων ἐν τῷ στρατοπέδῳ φανέντων, ἃ διέρριψαν οἱ τῶν πολεμίων ἡγεμόνες, ἑκατὸν τάλαντα καὶ τιμὰς διδόντες τῷ κτείναντι τὸν Εὐμενῆ, σφόδρα παρωξύνθησαν οἱ Μακεδόνες, καὶ δόγμα ποιοῦνται χιλίους τῶν ἡγεμονικῶν περὶ αὐτὸν ἀεὶ δορυφοροῦντας εἶναι καὶ φυλάττειν ἐν περιόδῳ καὶ παρανυκτερεύειν. οἱ δ' ἐπείθοντο καὶ τιμὰς ἠγάπων παρ' αὐτοῦ λαμβάνοντες ἃς οἱ φίλοι παρὰ τῶν βασιλέων· ἐξῆν γὰρ Εὐμενεῖ καὶ καυσίας ἁλουργεῖς καὶ χλαμύδας διανέμειν, ἥτις ἦν δωρεὰ βασιλικωτάτη παρὰ Μακεδόσι. [9] Τὸ μὲν οὖν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὐτοὺς καὶ ὄγκον, ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους· ὁ δ' ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ Εὐμενής. πρῶτον μὲν γὰρ ἐν Ὀρκυνίοις τῆς Καππαδοκίας ἡττηθεὶς ὑπ' Ἀντιγόνου διὰ προδοσίαν καὶ διωκόμενος, οὐ παρῆκε τὸν προδότην ἐκ τῆς φυγῆς διαπεσεῖν πρὸς τοὺς πολεμίους, ἀλλὰ συλλαβὼν ἐκρέμασε. φεύγων δὲ τὴν ἐναντίαν ὁδὸν τοῖς διώκουσι μετέβαλε, καὶ λαθὼν παραλλάξας ὡς ἦλθεν ἐπὶ τὸν τόπον οὗ τὴν μάχην συνέβη γενέσθαι, κατεστρατοπέδευσε, συναγαγὼν <δὲ- τοὺς νεκροὺς καὶ τῶν ἐν κύκλῳ κωμῶν τὰ θυρώματα κατασχίσας, ἔκαυσεν ἰδίᾳ μὲν ἡγεμόνας, ἰδίᾳ δὲ τοὺς πολλούς, καὶ πολυάνδρια χώσας ἀπῆλθεν, ὥστε καὶ τὸν Ἀντίγονον ὕστερον ἐπελθόντα θαυμάζειν τὸ θάρσος αὐτοῦ καὶ τὴν εὐστάθειαν. Ἔπειτα ταῖς ἀποσκευαῖς τοῦ Ἀντιγόνου περιπεσών, καὶ λαβεῖν ῥᾳδίως δυνάμενος πολλὰ μὲν ἐλεύθερα σώματα, πολλὴν δὲ θεραπείαν καὶ πλοῦτον, ἐκ πολέμων τοσούτων καὶ λεηλασιῶν ἠθροισμένον, ἔδεισε μὴ καταπλησθέντες ὠφελείας καὶ λαφύρων οἱ σὺν αὐτῷ βαρεῖς γένωνται πρὸς τὴν φυγὴν καὶ μαλακώτεροι τὰς πλάνας ὑπομένειν καὶ τὸν χρόνον, ἐν ᾧ μάλιστα τοῦ πολέμου τὰς ἐλπίδας εἶχεν, ὡς ἀποστρέψων τὸν Ἀντίγονον. ἐπεὶ δ' ἄντικρυς χαλεπὸν ἦν ἀποτρέπειν Μακεδόνας χρημάτων ἐν ἐφικτῷ παρόντων, ἐκέλευσε θεραπεύσαντας αὑτοὺς καὶ τοῖς ἵπποις χιλὸν ἐμβαλόντας, οὕτω βαδίζειν ἐπὶ τοὺς πολεμίους. αὐτὸς δὲ πέμπει κρύφα πρὸς τὸν ἐπὶ τῆς ἀποσκευῆς τῶν πολεμίων Μένανδρον, ὡς κηδόμενος αὐτοῦ φίλου γεγονότος καὶ συνήθους, φυλάξασθαι παραινῶν καὶ ἀναχωρῆσαι τὴν ταχίστην ἐκ τῶν ἐπιδρόμων καὶ ταπεινῶν πρὸς τὴν ἐγγὺς ὑπώρειαν, ἄφιππον οὖσαν καὶ κυκλώσεις οὐκ ἔχουσαν. τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν ὁ Εὐμενὴς φανερῶς καὶ παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν, ὡς προσάξων τοῖς πολεμίοις. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων, ὅτι παντάπασιν ὁ Μένανδρος ἄληπτος εἴη, καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος ὁ Εὐμενὴς ἀπῆγε τὴν στρατιάν. λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν, ἐφείσατο καὶ παρῆκεν, "ἀλλ' ἐκεῖνός γε" φάναι τὸν Ἀντίγονον "οὐχ ὑμῶν ὦ μακάριοι φειδόμενος παρῆκεν, ἀλλ' αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας." [10] Ἐκ τούτου πλανώμενος ὁ Εὐμενὴς καὶ ὑποφεύγων ἔπεισε τοὺς πολλοὺς τῶν στρατιωτῶν ἀπελθεῖν, εἴτε κηδόμενος αὐτῶν, εἴτ' ἐφέλκεσθαι μὴ βουλόμενος, ἐλάττονας μὲν τοῦ μάχεσθαι, πλείονας δὲ τοῦ λανθάνειν ὄντας. καταφυγὼν δ' εἰς Νῶρα, χωρίον ἐν μεθορίῳ Λυκαονίας καὶ Καππαδοκίας, μετὰ πεντακοσίων ἱππέων καὶ διακοσίων ὁπλιτῶν, κἀντεῦθεν αὖθις, ὅσοι τῶν φίλων ἐδεήθησαν ἀφεθῆναι, τοῦ χωρίου τὴν χαλεπότητα καὶ τῆς διαίτης τὴν ἀνάγκην οὐ φέροντες, πάντας ἀσπασάμενος καὶ φιλοφρονηθεὶς ἀπέπεμψεν. ὡς δ' ἐπελθὼν ὁ Ἀντίγονος εἰς λόγους αὐτὸν ἐκάλει πρὸ τῆς πολιορκίας, ἀπεκρίνατο πολλοὺς εἶναι τοὺς Ἀντιγόνου φίλους καὶ μετ' Ἀντίγονον ἡγεμόνας, ὧν δ' αὐτὸς προπολεμεῖ μηδένα λείπεσθαι μετ' αὐτόν· ὁμήρους δὲ πέμπειν ἐκέλευσεν, εἰ χρῄζει διὰ λόγων αὐτῷ γενέσθαι. τοῦ δ' Ἀντιγόνου κελεύοντος ὡς κρείττονι λαλεῖν, "οὐδένα" εἶπεν "ἐμαυτοῦ κρείττονα νομίζω, μέχρι ἂν ὦ τοῦ ξίφους κύριος." ὅμως δὲ πέμψαντος τοῦ Ἀντιγόνου τὸν ἀδελφιδοῦν Πτολεμαῖον εἰς τὸ χωρίον, ὥσπερ ἠξίωσεν ὁ Εὐμενής, κατέβη, καὶ περιβαλόντες ἀλλήλους ἠσπάσαντο φιλικῶς καὶ οἰκείως, ἅτε δὴ κεχρημένοι πολλὰ καὶ συνήθεις γεγονότες ἀλλήλοις. λόγων δὲ γενομένων πολλῶν, καὶ τοῦ Εὐμενοῦς οὐχ ὑπὲρ ἀσφαλείας μεμνημένου <μόνον- καὶ διαλύσεως, ἀλλὰ καὶ τὰς σατραπείας ἀξιοῦντος αὑτῷ βεβαιοῦσθαι καὶ τὰς δωρεὰς ἀποδίδοσθαι, θαῦμα τοὺς παρόντας εἶχε, τὸ φρόνημα καὶ τὴν εὐτολμίαν ἀγαμένους. ἅμα δὲ πολλοὶ συνέτρεχον τῶν Μακεδόνων, ἰδεῖν ὅστις ἐστὶ τὸν Εὐμενῆ ποθοῦντες· οὐ γὰρ ἑτέρου λόγος ἦν τοσοῦτος ἐν τῷ στρατῷ μετὰ τὴν τοῦ Κρατεροῦ τελευτήν. δείσας δ' ὁ Ἀντίγονος ὑπὲρ αὐτοῦ, μή τι πάθῃ βίαιον, πρῶτον μὲν ἀπηγόρευε μὴ προσιέναι βοῶν, καὶ τοῖς λίθοις ἔβαλλε τοὺς ἐπιφερομένους, τέλος δὲ ταῖς χερσὶ τὸν Εὐμενῆ περιβαλὼν καὶ τὸν ὄχλον ἀπερύκων τοῖς δορυφόροις, μόλις εἰς τὸ ἀσφαλὲς ἀποκατέστησε. [11] Τοὐντεῦθεν ὁ μὲν περιτειχίσας τὰ Νῶρα καὶ φρουρὰν καταλιπών, ἀνέζευξεν· Εὐμενὴς δὲ πολιορκούμενος ἐγκρατῶς, τοῦ χωρίου γέμοντος σίτου καὶ ὕδωρ ἄφθονον καὶ ἅλας, [καὶ] ἄλλο <δὲ- μηδὲν ἔχοντος ἐδώδιμον μηδ' ἥδυσμα πρὸς τὸν σῖτον, ἐκ τῶν παρόντων ὅμως κατεσκεύαζε τοῖς συνοῦσιν ἱλαρὰν τὴν δίαιταν, ἐν μέρει τε παραλαμβάνων πάντας ἐπὶ τὴν αὑτοῦ τράπεζαν, καὶ τὸ συσσίτιον ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ φιλοφροσύνην ἐφηδύνων. ἦν δὲ καὶ τὸ εἶδος ἡδύς, οὐ πολεμικῷ καὶ τετριμμένῳ δι' ὅπλων ἐοικώς, ἀλλὰ γλαφυρὸς καὶ νεοπρεπὴς καὶ πᾶν τὸ σῶμα διηρθρωμένος ὡς ὑπὸ τέχνης ἀκριβῶς τοῖς μέλεσι, θαυμαστὴν συμμετρίαν ἔχουσιν· εἰπεῖν δ' οὐ δεινός, αἱμύλος δὲ καὶ πιθανός, ὡς ἐκ τῶν ἐπιστολῶν συμβάλλειν ἐστίν. ἐπεὶ δὲ τοὺς σὺν αὐτῷ πολιορκουμένους ἡ στενοχωρία μάλιστα πάντων ἔβλαπτεν, ἐν οἰκήμασι μικροῖς καὶ τόπῳ δυοῖν σταδίοιν ἔχοντι τὴν περίμετρον ἀναστρεφομένους, τροφὴν δ' ἀγυμνάστους μὲν αὐτοὺς λαμβάνοντας, ἀργοῖς δὲ τοῖς ἵπποις προσφέροντας, οὐ μόνον τὸν ἄλυν αὐτῶν ὑπὸ τῆς ἀπραξίας μαραινομένων ἀπαλλάξαι βουλόμενος, ἀλλὰ καὶ πρὸς φυγήν, εἰ παραπέσοι καιρός, ἁμῶς γέ πως ἠσκημένοις χρήσασθαι, τοῖς μὲν ἀνθρώποις οἶκον, ὃς ἦν μέγιστος ἐν τῷ χωρίῳ, δεκατεσσάρων πηχῶν τὸ μῆκος, ἀπέδειξε περίπατον, κατὰ μικρὸν ἐπιτείνειν τὴν κίνησιν κελεύων· τῶν δ' ἵππων ἕκαστον ῥυτῆρσι μεγάλοις εἰς τὴν ὀροφὴν ἀναδεδεμένοις ὑποζώσας ἐκ τῶν περὶ τὸν αὐχένα μερῶν ἐμετεώριζε καὶ παρῃώρει διὰ τροχιλίας, ὥστε τοῖς μὲν ὀπισθίοις σκέλεσιν ἐπὶ τῆς γῆς ἐρείδεσθαι, τοῖς δ' ἐμπροσθίοις ποσὶν ἀκρωνύχους ἐπιψαύειν. οὕτως [δὴ] ἀνηρτημένους οἱ ἱπποκόμοι παρεστῶτες ἅμα ταῖς τε κραυγαῖς καὶ ταῖς μάστιξιν ἐπηρέθιζον· οἱ δ' ἐμπιπλάμενοι θυμοῦ καὶ ὀργῆς, τοῖς μὲν ὀπισθίοις ἐνήλλοντο καὶ διεσκίρτων σκέλεσι, τοῖς δὲ μετεώροις ἐφιέμενοι στηρίξασθαι καὶ κροτοῦντες τὸ ἔδαφος, κατετείνοντο πᾶν τὸ σῶμα καὶ πολὺν ἠφίεσαν ἱδρῶτα καὶ σταλαγμόν, οὔτε πρὸς τάχος οὔτε πρὸς ῥώμην γυμναζόμενοι κακῶς. τὰς δὲ κριθὰς ἐνέβαλλον αὐτοῖς ἐπτισμένας, ἵνα κατεργάζωνται θᾶττον καὶ πέττωσι βέλτιον. [12] Ἤδη δὲ τῆς πολιορκίας χρόνον λαμβανούσης, Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ καὶ τεταράχθαι τὰ πράγματα, Κασάνδρου καὶ Πολυπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν, ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις. διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ προτείνας ὅρκον, ὃν ὁ Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος. Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς, τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν· Εὐμενὴς δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὅρκοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτ' ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδ' ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν. ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθ' ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὅρκον. ἐν τούτῳ δ' Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθ' ὧν ἐξελάσας ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον. οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε, δεξαμένοις τοῦ ὅρκου τὴν διόρθωσιν. [13] Φεύγοντι δ' Εὐμενεῖ γράμματα κομίζεται παρὰ τῶν ἐν Μακεδονίᾳ τὴν Ἀντιγόνου δεδοικότων αὔξησιν, Ὀλυμπιάδος μὲν παρακαλούσης ἐλθόντα τὸ Ἀλεξάνδρου παιδίον παραλαβεῖν καὶ τρέφειν ὡς ἐπιβουλευόμενον, Πολυπέρχοντος δὲ καὶ Φιλίππου τοῦ βασιλέως κελευόντων Ἀντιγόνῳ πολεμεῖν, τῆς ἐν Καππαδοκίᾳ δυνάμεως ἄρχοντα, καὶ τῶν ἐν Κουΐνδοις χρημάτων πεντακόσια μὲν τάλαντα λαβεῖν εἰς τὴν τῶν ἰδίων ἐπανόρθωσιν, εἰς δὲ τὸν πόλεμον ὁπόσοις βούλεται χρῆσθαι. περὶ δὲ τούτων καὶ Ἀντιγένει καὶ Τευτάμῳ τοῖς τῶν ἀργυρασπίδων ἡγουμένοις ἐγεγράφεισαν. ἐπεὶ δὲ λαβόντες ἐκεῖνοι τὰ γράμματα τῷ μὲν λόγῳ φιλανθρώπως ἐδέξαντο τὸν Εὐμενῆ, φθόνου δὲ καὶ φιλονικίας ἐφαίνοντο μεστοί, δευτερεύειν ἀπαξιοῦντες ἐκείνῳ, τὸν μὲν φθόνον ὁ Εὐμενὴς ἐθεράπευε τῷ τὰ χρήματα μὴ λαβεῖν, ὡς οὐδὲν δεόμενος, ταῖς δὲ φιλονικίαις καὶ φιλαρχίαις αὐτῶν, μήθ' ἡγεῖσθαι δυναμένων μήθ' ἕπεσθαι βουλομένων, ἐπῆγε δεισιδαιμονίαν. ἔφη γὰρ Ἀλέξανδρον αὐτῷ κατὰ τοὺς ὕπνους φανῆναι καὶ δεῖξαί τινα σκη νὴν κατεσκευασμένην βασιλικῶς καὶ θρόνον ἐν αὐτῇ κείμενον, εἶτ' εἰπεῖν ὡς ἐνταῦθα συνεδρεύουσιν αὐτοῖς καὶ χρηματίζουσιν αὐτὸς παρέσται καὶ συνεφάψεται βουλῆς τε πάσης καὶ πράξεως ἀρχομένοις ἀπ' αὐτοῦ. ταῦτα ῥᾳδίως ἔπεισε τὸν Ἀντιγένη καὶ τὸν Τεύταμον, οὔτ' ἐκείνων βαδίζειν βουλομένων πρὸς αὐτόν, οὔτ' αὐτὸς ἀξιῶν ἐπὶ θύραις ἑτέρων ὁρᾶσθαι. καὶ τιθέντες οὕτω σκηνὴν βασιλικὴν καὶ θρόνον Ἀλεξάνδρῳ καταπεφημισμένον, ἐκεῖ συνεπορεύοντο βουλευόμενοι περὶ τῶν μεγίστων. Ἐπεὶ δὲ προϊοῦσιν αὐτοῖς εἰς τὴν ἄνω χώραν ὁ Πευκέστας μετὰ τῶν ἄλλων σατραπῶν ἀπήντησε φίλος ὢν καὶ συνεμείξαντο τὰς δυνάμεις, πλήθει μὲν ὅπλων καὶ λαμπρότητι παρασκευῆς ἐπέρρωσαν τοὺς Μακεδόνας, αὐτοὶ δ' ἀνάγωγοι ταῖς ἐξουσίαις καὶ μαλακοὶ ταῖς διαίταις γεγονότες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, καὶ φρονήματα τυραννικὰ καὶ τεθρυμμένα βαρβαρικαῖς ἀλαζονείαις ἐπὶ ταὐτὸ συνενεγκάμενοι, πρὸς μὲν ἀλλήλους βαρεῖς ἦσαν καὶ δυσάρμοστοι, τοὺς δὲ Μακεδόνας κολακεύοντες ἐκκεχυμένως καὶ καταχορηγοῦντες εἰς δεῖπνα καὶ θυσίας, ὀλίγου χρόνου τὸ στρατόπεδον ἀσωτίας πανηγυριζούσης καταγώγιον ἐποίησαν καὶ δημαγωγούμενον ἐφ' αἱρέσει στρατηγῶν ὄχλον, ὥσπερ ἐν ταῖς δημοκρατίαις. αἰσθόμενος δ' ὁ Εὐμενὴς αὐτοὺς ἀλλήλων μὲν καταφρονοῦντας, αὐτὸν δὲ φοβουμένους καὶ παραφυλάττοντας, ἀνελεῖν εἰ γένοιτο καιρός, ἐσκήψατο χρημάτων δεῖσθαι καὶ συνεδανείσατο τάλαντα πολλὰ παρὰ τῶν μάλιστα μισούντων αὐτόν, ἵνα καὶ πιστεύωσι καὶ ἀπέχωνται περὶ τῶν δανείων ἀγωνιῶντες· ὥστε συνέβη τὸν ἀλλότριον πλοῦτον αὐτῷ φύλακα τοῦ σώματος ἔχειν, καὶ τῶν ἄλλων ἐπὶ σωτηρίᾳ διδόντων, μόνον ἐκ τοῦ λαβεῖν κτήσασθαι τὴν ἀσφάλειαν. [14] Οὐ μὴν ἀλλ' οἱ Μακεδόνες ἀδείας μὲν οὔσης ἐφθείροντο πρὸς τοὺς διδόντας καὶ τὰς ἐκείνων θύρας ἐθεράπευον, δορυφορουμένων καὶ στρατηγιώντων· ἐπεὶ δ' Ἀντίγονος αὐτοῖς παρεστρατοπέδευσε μετὰ πολλῆς δυνάμεως καὶ τὰ πράγματα <μόνον οὐχὶ- φωνὴν ἀφιέντα τὸν ἀληθινὸν ἐκάλει στρατηγόν, οὐ μόνον οἱ στρατευόμενοι τῷ Εὐμενεῖ προσεῖχον, ἀλλὰ καὶ τῶν ἐν εἰρήνῃ καὶ τρυφῇ μεγάλων ἐκείνων ἕκαστος ἐνέδωκε καὶ παρεῖχεν ἑαυτὸν σιωπῇ τὴν δοθεῖσαν φυλάττοντα τάξιν. καὶ γάρ τοι περὶ τὸν Πασιτίγριν ποταμὸν ἐπιχειρήσαντα διαβαίνειν τὸν Ἀντίγονον οἱ μὲν ἄλλοι παραφυλάττοντες οὐδ' ᾔσθοντο, μόνος δ' Εὐμενὴς ὑπέστη, καὶ συνάψας μάχην πολλοὺς μὲν κατέβαλε καὶ νεκρῶν ἐνέπλησε τὸ ῥεῖθρον, ἔλαβε δὲ τετρακισχιλίους αἰχμαλώτους. μάλιστα δ' οἱ Μακεδόνες περὶ τὴν συμβᾶσαν ἀρρωστίαν αὐτῷ καταφανεῖς ἐγένοντο τοὺς μὲν ἄλλους ἑστιᾶν λαμπρῶς καὶ πανηγυρίζειν, ἄρχειν δὲ καὶ πολεμεῖν δυνατὸν ἡγούμενοι μόνον ἐκεῖνον. ὁ μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατ' ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν, ἤλπιζεν εἶναι μέγιστος· ὀλίγαις δ' ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν ὁ Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τὰς ἀγρυπνίας, μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἄφνω λόφους τινὰς ὑπερβάλλοντες ἐξεφάνησαν οἱ πολέμιοι <καὶ- καταβαίνοντες εἰς τὸ πεδίον. ὡς οὖν αἵ τε τῶν χρυσῶν ὅπλων αὐγαὶ πρὸς τὸν ἥλιον ἐξέλαμψαν ἀπὸ τῶν ἄκρων, τοῦ ἀγήματος ἐν τάξει πορευομένου, καὶ τῶν θηρίων τοὺς πύργους ἄνω καὶ τὰς πορφύρας εἶδον, ὅσπερ ἦν αὐτοῖς κόσμος εἰς μάχην ἀγομένοις, ἐπιστήσαντες οἱ πρῶτοι τὴν πορείαν ἐβόων Εὐμενῆ καλεῖν αὑτοῖς· οὐ γὰρ ἂν προελθεῖν ἐκείνου μὴ στρατηγοῦντος· καὶ τὰ ὅπλα πρὸς τὴν γῆν ἐρείσαντες, ἀλλήλοις μένειν διεκελεύοντο καὶ τοῖς ἡγεμόσιν ἡσυχίαν ἔχειν καὶ χωρὶς Εὐμενοῦς μὴ μάχεσθαι μηδὲ κινδυνεύειν πρὸς τοὺς πολεμίους. ἀκούσας δ' ὁ Εὐμενὴς ἧκε πρὸς αὐτοὺς δρόμῳ, τοὺς κομίζοντας ἐπιταχύνας, καὶ τοῦ φορείου τὰς ἑκατέρωθεν αὐλαίας ἀνακαλύψας προὔτεινε τὴν δεξιὰν γεγηθώς. οἱ δ' ὡς εἶδον, εὐθὺς ἀσπασάμενοι Μακεδονιστὶ τῇ φωνῇ τάς τ' ἀσπίδας ἀνείλοντο καὶ ταῖς σαρίσαις ἐπιδουπήσαντες ἀνηλάλαξαν, προκαλούμενοι τοὺς πολεμίους, ὡς τοῦ ἡγεμόνος αὐτοῖς παρόντος. [15] Ἀντίγονος δὲ παρὰ τῶν ἁλισκομένων ἀκούων τὸν Εὐμενῆ νοσεῖν καὶ κομίζεσθαι κακῶς διακείμενον, οὐ μέγ' ἔργον ἡγεῖτο συντρῖψαι τοὺς ἄλλους ἐκείνου νοσοῦντος. διὸ καὶ σπεύδων ἐπὶ τὴν μάχην προσῆγεν. ὡς δὲ τῶν πολεμίων εἰς τάξιν καθισταμένων παρελάσας κατεῖδε τὸ σχῆμα καὶ τὴν διακόσμησιν, ἐκπλαγεὶς ἐπέστη πλείω χρόνον· εἶτ' ὤφθη τὸ φορεῖον ἀπὸ θατέρου κέρως ἐπὶ θάτερον διαφερόμενον. γελάσας οὖν ὁ Ἀντίγονος ὥσπερ εἰώθει μέγα καὶ πρὸς τοὺς φίλους εἰπὼν "τοῦτ' ἦν [τὸ φορεῖον] ὡς ἔοικε τὸ ἀντιπαραταττόμενον ἡμῖν", εὐθὺς ἀπῆγε τὴν δύναμιν ὀπίσω καὶ κατεστρατοπέδευσεν. Οἱ δὲ μικρὸν ἀναπνεύσαντες αὖθις ἐδημαγωγοῦντο, καὶ τοῖς ἡγεμόσιν ἐντρυφῶντες σχεδὸν ὅλην εἰς τὰ χειμάδια κατενείμαντο τὴν Γαβηνῶν, ὥστε τοὺς ἐσχάτους τῶν πρώτων ἀποσκηνοῦν ὁμοῦ τι χιλίους σταδίους. ταῦτα γνοὺς ὁ Ἀντίγονος ὥρμησεν ἐξαίφνης ἐπ' αὐτοὺς ὑποστρέψας χαλεπὴν ὁδὸν καὶ ἄνυδρον, σύντομον δὲ καὶ βραχεῖαν, ἐλπίζων, εἰ διεσπαρμένοις ἐπιπέσοι περὶ τὰ χειμάδια, μηδ' ἂν συνελθεῖν ἔτι τὸ πλῆθος ῥᾳδίως εἰς τὸ αὐτὸ τοῖς στρατηγοῖς. ἐμβαλόντι δ' εἰς γῆν ἀοίκητον αὐτῷ πνεύματά τε δεινὰ καὶ κρύη μεγάλα διελυμαίνετο τὴν πορείαν, ἐνοχλουμένου τοῦ στρατεύματος. ἦν οὖν ἀναγκαία βοήθεια πυρὰ πολλὰ καίειν· ὅθεν οὐκ ἔλαθε τοὺς πολεμίους, ἀλλὰ τῶν βαρβάρων οἱ τὰ βλέποντα πρὸς τὴν ἀοίκητον ὄρη νεμόμενοι θαυμάσαντες τὸ τῶν πυρῶν πλῆθος, ἔπεμψαν ἱππαστρίαις καμήλοις ἀγγέλους πρὸς Πευκέσταν. ὁ δ' ὡς ἤκουσεν, αὐτός τε παντάπασιν ἔκφρων ὑπὸ δέους γενόμενος, καὶ τοὺς ἄλλους ὁρῶν ὁμοίως ἔχοντας, ὥρμητο φεύγειν, ἀναστήσας τοὺς καθ' ὁδὸν ὄντας αὐτοῖς μάλιστα τῶν στρατιωτῶν. Εὐμενὴς δὲ τὴν ταραχὴν ἀφῄρει καὶ τὸν φόβον, ὑπισχνούμενος ἐπιστήσειν τῶν πολεμίων τὸ τάχος, ὥστε τρισὶν ὕστερον ἡμέραις ἢ προσδοκῶνται παραγενέσθαι. πεισθέντων δ' αὐτῶν, ἅμα μὲν ἀγγέλους περιέπεμπε, τὰς δυνάμεις ἐκ τῶν χειμαδίων καὶ τοὺς ἄλλους ἀθροίζεσθαι κατὰ τάχος κελεύων, ἅμα δ' αὐτὸς ἐξιππασάμενος μετὰ τῶν ἄλλων ἡγεμόνων, καὶ τόπον ἐξ ἀπόπτου καταφανῆ τοῖς ὁδεύουσι τὴν ἔρημον περιβαλόμενος καὶ διαμετρήσας, ἐκέλευε πυρὰ πολλὰ καίειν ἐν διαστήμασιν ὥσπερ οἱ στρατοπεδεύοντες. γενομένου δὲ τούτου καὶ τῶν πυρῶν τοῖς περὶ Ἀντίγονον ἐκ τῆς ὀρεινῆς καταφανέντων, ἄχθος ἔσχε καὶ δυσθυμία τὸν Ἀντίγονον, οἰόμενον ᾐσθημένους ἔκπαλαι τοὺς πολεμίους ἀπαντᾶν. ἵν' οὖν μὴ κατάκοπος καὶ τετρυμένος ἐκ πορείας ἀναγκάζηται μάχεσθαι πρὸς ἀνθρώπους ἑτοίμους καὶ καλῶς κεχειμακότας, προέμενος τὴν σύντομον ἦγε διὰ κωμῶν καὶ πόλεων καθ' ἡσυχίαν, ἀναλαμβάνων τὸ στράτευμα. μηδενὸς δ' ἐμποδὼν ὄντος, ὥσπερ εἴωθεν ἀντικαθημένων πολεμίων, τῶν δὲ περιχώρων λεγόντων στράτευμα <μὲν- μηδὲν ὦφθαι, πυρῶν δὲ κεκαυμένων μεστὸν εἶναι τὸν τόπον, ᾔσθετο κατεστρατηγημένος ὑπ' Εὐμενοῦς, καὶ βαρέως φέρων προσῆγεν ὡς φανερᾷ μάχῃ κριθησόμενος. [16] Ἐν τούτῳ δὲ τῆς δυνάμεως περὶ τὸν Εὐμενῆ τὸ πλεῖστον ἠθροισμένον ἐθαύμαζε τὴν σύνεσιν αὐτοῦ, καὶ μόνον ἐκέλευεν ἄρχειν· ἐφ' ᾧ λυπούμενοι καὶ φθονοῦντες οἱ τῶν ἀργυρασπίδων ἡγεμόνες, Ἀντιγένης καὶ Τεύταμος, ἐπεβούλευον αὐτῷ, καὶ τοὺς πλείστους τῶν τε σατραπῶν καὶ τῶν στρατηγῶν συναγαγόντες ἐβουλεύοντο, πότε χρὴ καὶ πῶς τὸν Εὐμενῆ διαφθεῖραι. συνδόξαν δὲ πᾶσιν ἀποχρήσασθαι πρὸς τὴν μάχην αὐτῷ, μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελεῖν, Εὔδαμος ὁ τῶν ἐλεφάντων ἡγεμὼν καὶ Φαίδιμος ἐξαγγέλλουσι κρύφα τῷ Εὐμενεῖ τὰ δεδογμένα, δι' εὔνοιαν μὲν οὐδεμίαν ἢ χάριν, εὐλαβούμενοι δὲ μὴ τῶν χρημάτων ἃ δεδανείκεσαν αὐτῷ στερηθῶσιν. Εὐμενὴς δὲ τούτους μὲν ἐπῄνεσεν, εἰς δὲ τὴν σκηνὴν ἀπελθών, καὶ πρὸς τοὺς φίλους εἰπὼν ὡς ἐν πανηγύρει θηρίων ἀναστρέφοιτο, διαθήκας ἔγραψε καὶ τὰ γραμματεῖα κατέσχισε καὶ διέφθειρεν, οὐ βουλόμενος αὐτοῦ τελευτήσαντος ἐκ τῶν ἀπορρήτων αἰτίας καὶ συκοφαντήματα τοῖς γράψασι γενέσθαι. ταῦτα διοικησάμενος, ἐβουλεύετο τὴν νίκην παρεῖναι τοῖς ἐναντίοις, ἢ φυγὼν διὰ Μηδίας καὶ Ἀρμενίας ἐμβαλεῖν εἰς Καππαδοκίαν. οὐδὲν δὲ κυρώσας τῶν φίλων παρόντων, ἀλλ' ἐπὶ πολλὰ τῇ γνώμῃ πολυτρόπῳ παρὰ τὰς τύχας οὔσῃ κινήσας αὑτόν, ἐξέταττε τὴν δύναμιν, τοὺς μὲν Ἕλληνας καὶ τοὺς βαρβάρους παρορμῶν, ὑπὸ δὲ τῆς φάλαγγος καὶ τῶν ἀργυρασπίδων αὐτὸς παρακαλούμενος θαρρεῖν, ὡς οὐ δεξομένων τῶν πολεμίων. καὶ γὰρ ἦσαν οἱ πρεσβύτατοι τῶν περὶ Φίλιππον καὶ Ἀλέξανδρον, ὥσπερ ἀθληταὶ πολέμων ἀήττητοι καὶ ἀπτῶτες εἰς ἐκεῖνο χρόνου, πολλοὶ μὲν ἑβδομήκοντ' ἔτη γεγονότες, νεώτερος δ' οὐδεὶς ἑξηκονταετοῦς. διὸ καὶ τοῖς περὶ τὸν Ἀντίγονον ἐπιόντες ἐβόων· "ἐπὶ τοὺς πατέρας ἁμαρτάνετ' ὦ κακαὶ κεφαλαί", καὶ μετ' ὀργῆς ἐμπεσόντες ὅλην ὁμοῦ τὴν φάλαγγα συνέτριψαν, οὐδενὸς ὑποστάντος αὐτούς, τῶν δὲ πλείστων ἐν χερσὶ διαφθαρέντων. ταύτῃ μὲν οὖν ὁ Ἀντίγονος ἡττᾶτο κατὰ κράτος, τοῖς δ' ἱππεῦσιν ἐπεκράτει, τοῦ [δὲ] Πευκέστου παντάπασιν ἐκλελυμένως καὶ ἀγεννῶς ἀγωνισαμένου, καὶ τὴν ἀποσκευὴν ἔλαβε πᾶσαν, αὑτῷ τε νήφοντι χρησάμενος παρὰ τὰ δεινὰ καὶ τοῦ τόπου συνεργοῦντος. ἀχανὲς γὰρ ἦν τὸ πεδίον, οὔτε βαθύγεων οὔτ' ἀπόκροτον καὶ στερεόν, ἀλλὰ θινῶδες καὶ μεστὸν ἁλμυρίδος αὐχμηρᾶς, ἣ τοσούτων μὲν ἵππων τοσούτων δ' ἀνθρώπων ξαινομένη δρόμοις ὑπὸ τὸν τῆς μάχης καιρόν, ἐξήνθει κόνιν ὥσπερ ἄσβεστον, ἀπολευκαίνουσαν τὸν ἀέρα καὶ τὰς ὄψεις διαθολοῦσαν. ᾗ καὶ ῥᾷον λαθὼν ὁ Ἀντίγονος τῆς ἀποσκευῆς τῶν πολεμίων ἐκράτησε. [17] Παυσαμένης δὲ τῆς μάχης εὐθὺς οἱ περὶ τὸν Τεύταμον ἐπρεσβεύοντο περὶ τῆς ἀποσκευῆς. Ἀντιγόνου δὲ καὶ ταύτην ἀποδώσειν ὑπισχνουμένου τοῖς ἀργυράσπισι, καὶ τἆλλα χρήσεσθαι φιλανθρώπως, εἰ παραλάβοι τὸν Εὐμενῆ, βούλευμα δεινὸν οἱ ἀργυράσπιδες ἐβουλεύσαντο, ἐγχειρίσαι ζῶντα τοῖς πολεμίοις τὸν ἄνδρα. καὶ πρῶτον μὲν ἀνυπόπτως προσεπέλαζον αὐτῷ καὶ παρεφύλαττον, οἱ μὲν ἀποδυρόμενοι περὶ τῆς ἀποσκευῆς, οἱ δὲ θαρρεῖν ὡς νενικηκότα κελεύοντες, οἱ δὲ τῶν ἄλλων ἡγεμόνων κατηγοροῦντες. ἔπειτα προσπεσόντες ἐξήρπασαν τὸ ἐγχειρίδιον αὐτοῦ καὶ τῇ ζώνῃ τὰς χεῖρας ἀποστρέψαντες ἔδησαν. ἐπεὶ δ' ὑπ' Ἀντιγόνου Νικάνωρ ἐπέμφθη παραληψόμενος αὐτόν, ἐδεῖτο λόγου τυχεῖν ἀγόμενος διὰ τῶν Μακεδόνων, οὐκ εἰς δέησιν ἢ παραίτησιν, ἀλλ' ὡς περὶ τῶν ἐκείνοις συμφερόντων διαλεξόμενος. γενομένης δὲ σιωπῆς, ἐν ὑψηλῷ τινι καταστὰς καὶ τὰς χεῖρας δεδεμένας προτείνας, "ποῖον" εἶπεν "ὦ κάκιστοι Μακεδόνων τρόπαιον Ἀντίγονος ἐθελήσας <ἂν- ἀνέστησε καθ' ὑμῶν, οἷον ὑμεῖς καθ' αὑτῶν ἀνίστατε, τὸν στρατηγὸν αἰχμάλωτον ἐκδιδόντες; οὐκ ἄρα δεινὸν ἦν κρατοῦντας ὑμᾶς ἧτταν ἐξομολογεῖσθαι διὰ τὰς ἀποσκευάς, ὡς ἐν τοῖς χρήμασιν, οὐκ ἐν τοῖς ὅπλοις τοῦ κρατεῖν ὄντος, ἀλλὰ καὶ τὸν ἡγεμόνα πέμπετε λύτρον τῆς ἀποσκευῆς; ἐγὼ μὲν οὖν ἀήττητος ἄγομαι, νικῶν τοὺς πολεμίους, ὑπὸ τῶν συμμάχων ἀπολλύμενος· ὑμεῖς δέ, πρὸς Διὸς στρατίου καὶ θεῶν ὁρκίων, ἐνταῦθά με δι' αὑτῶν κτείνατε. πάντως κἀκεῖ κτεινόμενος ὑμέτερον ἔργον εἰμί· μέμψεται δ' οὐδὲν Ἀντίγονος· νεκροῦ γὰρ Εὐμενοῦς δεῖται καὶ οὐ ζῶντος. εἰ δὲ φείδεσθε τῶν χειρῶν, ἀρκέσει τῶν ἐμῶν ἡ ἑτέρα λυθεῖσα πρᾶξαι τὸ ἔργον. εἰ δ' οὐ πιστεύετέ μοι ξίφος, ὑπορρίψατε τοῖς θηρίοις δεδεμένον. καὶ ταῦτα πράξαντας ὑμᾶς ἀφίημι τῆς ἐπ' ἐμοὶ δίκης, ὡς ἄνδρας ὁσιωτάτους καὶ δικαιοτάτους περὶ τὸν αὑτῶν στρατηγὸν γενομένους." [18] Ταῦτα τοῦ Εὐμενοῦς λέγοντος, τὸ μὲν ἄλλο πλῆθος ἄχθει κατείχετο καὶ κλαυθμὸς ἦν, οἱ δ' ἀργυράσπιδες ἄγειν ἐβόων καὶ μὴ φλυαροῦντι προσέχειν· οὐ γὰρ εἶναι δεινόν, εἰ Χερρονησίτης ὄλεθρος οἰμώξεται, μυρίοις γυμνάσας πολέμοις Μακεδόνας, ἀλλ' εἰ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου στρατιωτῶν οἱ κράτιστοι τοσαῦτα καμόντες ἐν γήρᾳ στέρονται τῶν ἐπάθλων καὶ τροφὴν παρ' ἑτέρων λαμβάνουσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἤδη τρίτην νύκτα τοῖς πολεμίοις συγκαθεύδουσιν· ἅμα δ' ἦγον αὐτὸν ἐπιταχύνοντες. Ἀντίγονος δὲ δείσας τὸν ὄχλον -- ἀπελείφθη γὰρ οὐδεὶς ἐν τῷ στρατοπέδῳ -- δέκα τοὺς κρατιστεύοντας ἐλέφαντας ἐξέπεμψε καὶ λογχοφόρους συχνοὺς Μήδους καὶ Παρθυαίους, διακρουσομένους τὸ πλῆθος. εἶτ' αὐτὸς μὲν ἰδεῖν οὐχ ὑπέμεινε τὸν Εὐμενῆ διὰ τὴν προγεγενημένην φιλίαν καὶ συνήθειαν, πυνθανομένων δὲ τῶν παρειληφότων τὸ σῶμα, πῶς φυλάξουσιν, "οὕτως" εἶπεν "ὡς ἐλέφαντα, ὡς λέοντα." Μετὰ μικρὸν δὲ συμπαθὴς γενόμενος, τῶν τε δεσμῶν τοὺς βαρεῖς ἐκέλευσεν ἀφελεῖν καὶ παῖδα παραδέξασθαι τῶν συνήθων, ὅπως ἀλείψαιτο, καὶ τῶν φίλων ἐφῆκε τῷ βουλομένῳ συνδιημερεύειν καὶ κομίζειν τὰ ἐπιτήδεια. βουλευόμενος δὲ περὶ αὐτοῦ πλείονας ἡμέρας, προσίετο καὶ λόγους καὶ ὑποσχέσεις, Νεάρχου τε τοῦ Κρητὸς καὶ Δημητρίου τοῦ υἱοῦ φιλοτιμουμένων τὸν Εὐμενῆ σῶσαι, τῶν δ' ἄλλων ὁμοῦ τι πάντων ἐνισταμένων καὶ κελευόντων ἀναιρεῖν. λέγεται δὲ τὸν Εὐμενῆ τοῦ φυλάσσοντος αὐτὸν Ὀνομάρχου πυθέσθαι, τί δήποτ' Ἀντίγονος ἐχθρὸν ἄνδρα καὶ πολέμιον λαβὼν ὑποχείριον οὔτ' ἀποκτίννυσι ταχέως οὔτ' εὐγενῶς ἀφίησι· τοῦ δ' Ὀνομάρχου πρὸς ὕβριν εἰπόντος, ὡς οὐ νῦν ἀλλ' ἐπὶ τῆς μάχης ἔδει πρὸς θάνατον ἔχειν εὐθαρσῶς, "ναὶ μὰ τὸν Δία" φάναι τὸν Εὐμενῆ "καὶ τότ' εἶχον· ἐροῦ δὲ τοὺς εἰς χεῖρας ἐλθόντας· ἀλλ' οὐδενὶ κρείττονι προστυχὼν οἶδα." καὶ τὸν Ὀνόμαρχον "οὐκοῦν ἐπεὶ νῦν" φάναι "τὸν κρείττονα εὕρηκας, τί οὐκ ἀναμένεις τὸν ἐκείνου καιρόν;" [19] Ὡς δ' οὖν ἔδοξε τῷ Ἀντιγόνῳ τὸν Εὐμενῆ κτείνειν, ἐκέλευσεν αὐτοῦ τὴν τροφὴν ἀφελεῖν, καὶ δύο μὲν ἡμέρας ἢ τρεῖς ἄσιτος οὕτω προσήγετο πρὸς τὴν τελευτήν. αἰφνίδιον δ' ἀναζυγῆς γενομένης, εἰσπέμψαντες ἄνθρωπον ἀποσφάττουσιν αὐτόν. Τὸ δὲ σῶμα τοῖς φίλοις παραδοὺς ὁ Ἀντίγονος ἐπέτρεψε καῦσαι καὶ τὰ λείψανα συνθέντας εἰς ἀργυρᾶν ὑδρίαν κομίζειν, ἀποδοθησόμενα τῇ γυναικὶ καὶ τοῖς παισίν. οὕτω δ' ἀποθανόντος Εὐμενοῦς, οὐκ ἐπ' ἄλλῳ τινὶ τὴν τιμωρίαν ἐποιήσατο τῶν προδόντων αὐτὸν ἡγεμόνων καὶ στρατιωτῶν τὸ δαιμόνιον, ἀλλ' αὐτὸς Ἀντίγονος προβαλόμενος ὡς ἀσεβεῖς καὶ θηριώδεις τοὺς ἀργυράσπιδας παρέδωκε Σιβυρτίῳ τῷ διοικοῦντι τὴν Ἀραχωσίαν, πάντα τρόπον ἐκτρῖψαι καὶ καταφθεῖραι κελεύσας, ὅπως μηδεὶς αὐτῶν εἰς Μακεδονίαν ἄπεισι μηδ' ὄψεται τὴν Ἑλληνικὴν θάλατταν.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:47:19 - flow version _RPTC_G1.3