Vita di Sertorio - Plutarco
[1] Θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ τῷ χρόνῳ τῆς τύχης ἄλλοτ' ἄλλως ῥεούσης, ἐπὶ ταὐτὰ συμπτώματα πολλάκις καταφέρεσθαι τὸ αὐτόματον.
εἴτε γὰρ οὐκ ἔστι τῶν ὑποκειμένων ὡρισμένον τὸ πλῆθος, ἄφθονον ἔχει τῆς τῶν ἀποτελουμένων ὁμοιότητος χορηγὸν ἡ τύχη τὴν τῆς ὕλης ἀπειρίαν· εἴτ' ἔκ τινων ὡρισμένων ἀριθμῷ συμπλέκεται τὰ πράγματα, πολλάκις ἀνάγκη ταὐτὰ γίνεσθαι, διὰ τῶν αὐτῶν περαινόμενα. ἐπεὶ δ' ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν -- οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δ' Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δ' Ἀκταιώνων ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δ' ὑπὸ τῶν ἐραστῶν διεσπάσθη· δυεῖν δὲ Σκιπιώνων ὑφ' οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφ' οὗ δ' ὕστερον ἄρδην ἀνῃρέθησαν· ἑάλω δὲ τὸ Ἴλιον ὑφ' Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους, καὶ ὑπ' Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δ' ὑπὸ Χαριδήμου, ταῖς πύλαις ἵππου τινὸς ἐμπεσόντος ἀποκλεῖσαι ταχὺ τῶν Ἰλιέων μὴ δυνηθέντων· δυεῖν δ' ὁμωνύμων τοῖς εὐωδεστάτοις φυτοῖς πόλεων, Ἴου καὶ Σμύρνης, τὸν ποιητὴν Ὅμηρον ἐν ᾗ μὲν γενέσθαι λέγουσιν, ἐν ᾗ δ' ἀποθανεῖν --, φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι· Φίλιππος, Ἀντίγονος, Ἀννίβας, <καὶ- περὶ οὗ τόδε τὸ σύγγραμμα, Σερτώριος· ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ [τὰς] γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δ' ἡμερώτερον πρὸς πολεμίους, λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων· ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος, ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος. Τούτῳ δὴ μάλιστα τῶν Ἑλλήνων τὸν Καρδιανὸν ὁμοιοῦμεν Εὐμενῆ· ἀμφότεροι γὰρ ἀρχικοὶ καὶ σὺν δόλῳ πολεμικοί, καὶ τῆς μὲν αὑτῶν ἀποξενωθέντες, ἡγησάμενοι δ' ἀλλοδαπῶν, τύχῃ δὲ χρησάμενοι βιαίῳ καὶ ἀδίκῳ περὶ τὴν τελευτήν· ἐπιβουλευθέντες γὰρ ἀμφότεροι, μεθ' ὧν τοὺς πολεμίους ἐνίκων, ὑπὸ τούτων ἀνῃρέθησαν. [2] Κοΐντῳ Σερτωρίῳ γένος ἦν οὐκ ἀσημότατον ἐν πόλει Νουρσίᾳ τῆς Σαβίνων· τραφεὶς δὲ κοσμίως ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ὑπερφυῶς δοκεῖ φιλομήτωρ γενέσθαι· ὄνομα τῆς μητρὸς Ῥαΐαν λέγουσιν. ἤσκητο μὲν οὖν καὶ περὶ δίκας ἱκανῶς καί τινα καὶ δύναμιν ἐν τῇ πόλει μειράκιον ὢν ἀπὸ τοῦ λέγειν ἔσχεν· αἱ δὲ περὶ τὰ στρατιωτικὰ λαμπρότητες αὐτοῦ καὶ κατορθώσεις ἐνταῦθα τὴν φιλοτιμίαν μετέστησαν. [3] Πρῶτον μὲν οὖν Κίμβρων καὶ Τευτόνων ἐμβεβληκότων εἰς Γαλατίαν στρατευόμενος ὑπὸ Καιπίωνι, κακῶς ἀγωνισαμένων τῶν Ῥωμαίων καὶ τροπῆς γενομένης, ἀποβεβληκὼς τὸν ἵππον καὶ κατατετρωμένος τὸ σῶμα τὸν Ῥοδανὸν διεπέρασεν, αὐτῷ τε τῷ θώρακι καὶ θυρεῷ πρὸς ἐναντίον ῥεῦμα πολὺ νηχόμενος· οὕτω τὸ σῶμα ῥωμαλέον ἦν αὐτῷ καὶ διάπονον τῇ ἀσκήσει. δεύτερον δὲ τῶν αὐτῶν ἐπερχομένων μυριάσι πολλαῖς καὶ δειναῖς ἀπειλαῖς, ὥστε καὶ τὸ μένειν ἄνδρα Ῥωμαῖον ἐν τάξει τότε καὶ πείθεσθαι τῷ στρατηγῷ μέγ' ἔργον εἶναι, Μάριος μὲν ἡγεῖτο, Σερτώριος δὲ κατασκοπὴν ὑπέστη τῶν πολεμίων. ἐσθῆτι δὲ Κελτικῇ σκευασάμενος καὶ τὰ κοινότατα τῆς διαλέκτου πρὸς ἔντευξιν ἐπὶ καιροῦ παραλαβών, ἀναμείγνυται τοῖς βαρβάροις, καὶ τὰ μὲν ἰδών, τὰ δ' ἀκοῇ πυθόμενος τῶν ἐπειγόντων, ἐπανῆλθε πρὸς Μάριον. τότε μὲν οὖν ἀριστείων ἔτυχεν· ἐν δὲ τῇ λοιπῇ στρατείᾳ πολλὰ καὶ συνέσεως ἔργα καὶ τόλμης ἀποδειξάμενος, εἰς ὄνομα καὶ πίστιν ὑπὸ τοῦ στρατηγοῦ προήχθη. Μετὰ δὲ τὸν Κίμβρων καὶ Τευτόνων πόλεμον ἐκπεμφθεὶς ὑπὸ Δειδίῳ στρατηγῷ χιλίαρχος ἐπ' Ἰβηρίας, ἐν τῇ πόλει Κάστλωνι παρεχείμαζε τῆς Κελτιβήρων. ἐπεὶ δὲ τῶν στρατιωτῶν ἐν ἀφθόνοις ὑβριζόντων καὶ τὰ πολλὰ μεθυόντων καταφρονήσαντες οἱ βάρβαροι μετεπέμψαντο νυκτὸς ἐπικουρίαν παρὰ τῶν ἀστυγειτόνων Ἰστουργίνων, καὶ κατ' οἰκίας ἐπιόντες ἔκτεινον αὐτούς, ὑπεκδὺς ὁ Σερτώριος μετ' ὀλίγων καὶ τοὺς ἐκπίπτοντας συναγαγών, κύκλῳ τὴν πόλιν περιῆλθε· καὶ καθ' ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες, ἀνεῳγμένας εὑρών, οὐ ταὐτὸν ἐκείνοις ἔπαθεν, ἀλλὰ φρουρὰς ἐπιστήσας καὶ καταλαβὼν πανταχόθεν τὴν πόλιν, ἔκτεινε τοὺς ἐν ἡλικίᾳ πάντας. ὡς δ' ἀνῃρέθησαν, ἐκέλευσε τοὺς στρατιώτας πάντας τὰ μὲν αὑτῶν ὅπλα καὶ τὴν ἐσθῆτα καταθέσθαι, τοῖς δὲ τῶν βαρβάρων ἐνσκευασαμένους ἕπεσθαι πρὸς τὴν πόλιν ἐκείνην, ἐξ ἧς ἀπεστάλησαν οἱ νύκτωρ ἐπιπεσόντες αὐτοῖς. ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους, τάς τε πύλας ἀνεῳγμένας εὗρε, καὶ πλῆθος ἀνθρώπων ἔλαβεν οἰομένων ἀπαντᾶν εὖ πεπραχόσι φίλοις καὶ πολίταις. διὸ πλεῖστοι μὲν ὑπὸ τῶν Ῥωμαίων ἐσφάττοντο περὶ τὰς πύλας, οἱ δὲ λοιποὶ παραδόντες ἑαυτοὺς ἐπράθησαν. [4] Ἐκ τούτου Σερτώριος ἐν τῇ Ἰβηρίᾳ διεβοήθη, καὶ ὅτε πρῶτον ἐπανῆκεν εἰς Ῥώμην, ταμίας ἀποδείκνυται τῆς περὶ Πάδον Γαλατίας ἐν δέοντι. τοῦ γὰρ Μαρσικοῦ πολέμου συνισταμένου, στρατιώτας τε προσταχθὲν αὐτῷ καταλέγειν καὶ ὅπλα ποιεῖσθαι, σπουδὴν καὶ τάχος προσθεὶς τῷ ἔργῳ παρὰ τὴν τῶν ἄλλων νέων βραδυτῆτα καὶ μαλακίαν ἀνδρὸς ἐμπράκτως βιωσομένου δόξαν ἔσχεν. οὐ μὴν ὑφήκατο τῆς στρατιωτικῆς τόλμης εἰς ἀξίωμα προεληλυθὼς ἡγεμόνος, ἀλλὰ καὶ χειρὸς ἀποδεικνύμενος ἔργα θαυμαστὰ καὶ τὸ σῶμα τοῖς ἀγῶσιν ἀφειδῶς ἐπιδιδούς, τῶν ὄψεων ἀπέβαλε τὴν ἑτέραν ἐκκοπεῖσαν. ἐπὶ τούτῳ δὲ καὶ καλλωπιζόμενος ἀεὶ διετέλει· τοὺς μὲν γὰρ ἄλλους οὐκ ἀεὶ τὰ μαρτύρια τῶν ἀριστειῶν περιφέρειν, ἀλλὰ καὶ ἀποτίθεσθαι, στρεπτὰ καὶ δόρατα καὶ στεφάνους, αὑτῷ δὲ τῆς ἀνδραγαθίας παραμένειν τὰ γνωρίσματα, τοὺς αὐτοὺς ἔχοντι τῆς ἀρετῆς ἅμα καὶ τῆς συμφορᾶς θεατάς. ἀπέδωκε δὲ καὶ ὁ δῆμος αὐτῷ τιμὴν πρέπουσαν. εἰσελθόντα γὰρ εἰς θέατρον ἐδέξαντό τε κρότῳ καὶ κατευφήμησαν, ὧν οὐδὲ τοῖς πάνυ προήκουσιν ἡλικίᾳ τε καὶ δόξῃ τυχεῖν ἦν ῥᾴδιον. Δημαρχίαν μέντοι μετιών, Σύλλα καταστασιάσαντος αὐτόν, ἐξέπεσε· διὸ καὶ δοκεῖ γενέσθαι μισοσύλλας. ἐπεὶ δὲ Μάριος μὲν ὑπὸ Σύλλα κρατηθεὶς ἔφευγε, Σύλλας δὲ Μιθριδάτῃ πολεμήσων ἀπῆρε, τῶν δ' ὑπάτων Ὀκτάβιος μὲν ἐπὶ τῆς Σύλλα προαιρέσεως ἔμενε, Κίννας δὲ νεωτερίζων ὑποφερομένην ἀνεκαλεῖτο τὴν Μαρίου στάσιν, τούτῳ προσένειμεν αὑτὸν ὁ Σερτώριος, ἄλλως τε καὶ τὸν Ὀκτάβιον ὁρῶν αὐτὸν μὲν ἀμβλύτερον ὄντα, τοῖς δὲ Μαρίου φίλοις ἀπιστοῦντα. γενομένης δὲ τοῖς ὑπάτοις ἐν ἀγορᾷ μάχης μεγάλης, Ὀκτάβιος μὲν ἐκράτησε, Κίννας δὲ καὶ Σερτώριος οὐ πολλῷ τῶν μυρίων ἐλάττους ἀποβαλόντες ἔφυγον, καὶ τῶν περὶ τὴν Ἰταλίαν ἔτι διεσπαρμένων στρατοπέδων προσαγ<αγ-όμενοι τὰ πλεῖστα πειθοῖ, ταχὺ κατέστησαν ἀξιόμαχοι τοῖς περὶ τὸν Ὀκτάβιον. [5] Μαρίου δὲ καταπλεύσαντος ἐκ Λιβύης καὶ τῷ Κίννᾳ προστιθέντος ἑαυτὸν ὡς ἰδιώτην ὑπάτῳ, τοῖς μὲν ἄλλοις ἐδόκει δέχεσθαι, Σερτώριος δ' ἀπηγόρευεν, εἴτε τὸν Κίνναν ἧττον οἰόμενος ἑαυτῷ προσέξειν ἀνδρὸς ἡγεμονικωτέρου παρόντος, εἴτε τὴν βαρύτητα τοῦ Μαρίου δεδοικώς, μὴ πάντα τὰ πράγματα συγχέῃ, θυμῷ μέτρον οὐκ ἔχοντι πέρα δίκης ἐν τῷ κρατεῖν προερχόμενος. ἔλεγεν οὖν μικρὸν εἶναι τὸ ὑπολειπόμενον ἔργον αὐτοῖς ἤδη κρατοῦσι, δεξαμένων δὲ τὸν Μάριον, τὸ σύμπαν οἴσεσθαι τῆς δόξης ἐκεῖνον καὶ τῆς δυνάμεως, χαλεπὸν ὄντα πρὸς κοινωνίαν ἀρχῆς καὶ ἄπιστον. εἰπόντος δὲ τοῦ Κίννα, ταῦτα μὲν ὀρθῶς ὑπολογίζεσθαι τὸν Σερτώριον, αἰδεῖσθαι δὲ καὶ διαπορεῖν ὅπως ἀπώσεται τὸν Μάριον, αὐτὸς ἐπὶ κοινωνίᾳ πραγμάτων κεκληκώς, ὑπολαβὼν ὁ Σερτώριος εἶπεν· "ἀλλ' ἐγὼ μὲν αὐτὸν ἀφ' ἑαυτοῦ Μάριον ἥκειν νομίζων εἰς Ἰταλίαν τὸ συμφέρον ἐσκόπουν, σοὶ δὲ τὴν ἀρχὴν οὐδὲ βουλεύεσθαι καλῶς εἶχεν ἥκοντος ὃν αὐτὸς ἐλθεῖν ἠξίωσας, ἀλλὰ χρῆσθαι καὶ δέχεσθαι, τῆς πίστεως μηδενὶ λογισμῷ χώραν διδούσης." οὕτως μεταπέμπεται τὸν Μάριον Κίννας, καὶ τριχῇ τῆς δυνάμεως διανεμηθείσης, ἦρχον οἱ τρεῖς. διαπολεμηθέντος δὲ τοῦ πολέμου, καὶ τῶν περὶ τὸν Κίνναν καὶ Μάριον ἐμφορουμένων ὕβρεώς τε καὶ πικρίας ἁπάσης, ὥστε χρυσὸν ἀποδεῖξαι Ῥωμαίοις τὰ τοῦ πολέμου κακά, Σερτώριος λέγεται μόνος οὔτ' ἀποκτεῖναί τινα πρὸς ὀργὴν οὔτ' ἐνυβρίσαι κρατῶν, ἀλλὰ καὶ τῷ Μαρίῳ δυσχεραίνειν, καὶ τὸν Κίνναν ἐντυγχάνων ἰδίᾳ καὶ δεόμενος μετριώτερον ποιεῖν. τέλος δὲ τῶν δούλων, οὓς Μάριος συμμάχους μὲν ἐν τῷ πολέμῳ, δορυφόρους δὲ τῆς τυραννίδος ἔχων ἰσχυροὺς καὶ πλουσίους ἐποίησε, τὰ μὲν ἐκείνου διδόντος καὶ κελεύοντος, τὰ δὲ καὶ ἰδίᾳ παρανομούντων εἰς τοὺς δεσπότας, σφαττόντων μὲν αὐτούς, ταῖς δὲ δεσποίναις πλησιαζόντων, καὶ βιαζομένων τοὺς παῖδας, οὐκ ἀνασχετὰ ποιούμενος ὁ Σερτώριος ἅπαντας ἐν ταὐτῷ στρατοπεδεύοντας κατηκόντισεν, οὐκ ἐλάττους τετρακισχιλίων ὄντας. [6] Ἐπεὶ δὲ Μάριος μὲν ἐτελεύτησε καὶ Κίννας ἀνῃρέθη μικρὸν ὕστερον, ὁ δὲ νεανίας Μάριος ἄκοντος αὐτοῦ παρὰ τοὺς νόμους ὑπατείαν ἔλαβε, Κάρβωνες δὲ καὶ Νωρβανοὶ καὶ Σκιπίωνες ἐπιόντι Σύλλᾳ κακῶς ἐπολέμουν, καὶ τὰ μὲν ἀνανδρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν ἐφθείρετο, τὰ δ' οἱ προδιδόντες ἀπώλλυσαν, ἔργον δ' οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον δυναμένους, τέλος δὲ Σύλλας Σκιπίωνι παραστρατοπεδεύσας καὶ φιλοφρονούμενος, ὡς εἰρήνης ἐσομένης, διέφθειρε τὸ στράτευμα, καὶ ταῦτα προλέγων Σκιπίωνι καὶ διδάσκων Σερτώριος οὐκ ἔπεισε, παντάπασιν ἀπογνοὺς τὴν πόλιν ὥρμησεν εἰς Ἰβηρίαν, ὡς, εἰ φθάσει τὴν ἐκεῖ κρατυνάμενος ἀρχήν, καταφυγὴ τοῖς πταίουσιν ἐνταῦθα τῶν φίλων ἐσόμενος. χειμῶσι δὲ χαλεποῖς χρησάμενος ἐν χωρίοις ὀρεινοῖς, ὑπὸ βαρβάρων ἐπράττετο τέλη καὶ μισθοὺς τοῦ παρελθεῖν τὴν ὁδόν. ἀγανακτούντων δὲ τῶν σὺν αὐτῷ καὶ δεινολογουμένων, εἰ Ῥωμαίων ἀνθύπατος τέλη καταβαλεῖ βαρβάροις ὀλέθροις, μικρὰ φροντίσας τοῦ δοκοῦντος αἰσχροῦ καὶ καιρὸν ὠνεῖσθαι φήσας, οὗ σπανιώτερον οὐδὲν ἀνδρὶ μεγάλων ἐφιεμένῳ, τοὺς μὲν βαρβάρους ἐθεράπευσε χρήμασι, τὴν δ' Ἰβηρίαν ἐπειχθεὶς κατέσχε. παραλαβὼν δ' ἔθνη, πλήθεσι μὲν καὶ ἡλικίαις ἀκμάζοντα, πλεονεξίᾳ δὲ καὶ ὕβρει τῶν πεμπομένων ἑκάστοτε στρατηγῶν πρὸς ὅλην κακῶς διακείμενα τὴν ἡγεμονίαν, ἀνελάμβανεν ὁμιλίᾳ τε τοὺς δυνατοὺς καὶ φόρων ἀνέσει τοὺς πολλούς. μάλιστα δὲ τῶν ἐπισταθμιῶν ἀπαλλάξας ἠγαπήθη· τοὺς γὰρ στρατιώτας ἠνάγκαζεν ἐν τοῖς προαστίοις χειμάδια πήγνυσθαι, πρῶτος αὐτὸς οὕτω κατασκηνῶν. οὐ μὴν ἐπὶ τῇ τῶν βαρβάρων εὐνοίᾳ τὸ πᾶν ἐποιήσατο, Ῥωμαίων δὲ τῶν αὐτόθι μετοικούντων τοὺς ἐν ἡλικίᾳ καθοπλίσας, μηχανάς τε παντοδαπὰς καὶ ναυπηγίας τριήρων ὑποβαλόμενος, διὰ χειρὸς εἶχε τὰς πόλεις, ἥμερος μὲν ὢν ἐν ταῖς εἰρηνικαῖς χρείαις, φοβερὸς δὲ τῇ παρασκευῇ [κατὰ] τῶν πολεμικῶν φαινόμενος. [7] Ὡς δὲ Σύλλαν μὲν ἐπυνθάνετο τῆς Ῥώμης κρατεῖν, ἔρρειν δὲ τὴν Μαρίου καὶ Κάρβωνος στάσιν, αὐτίκα προσδοκῶν στρατιὰν διαπολεμήσουσαν αὐτῷ μεθ' ἡγεμόνος ἀφίξεσθαι, φράγνυται τὰ Πυρηναῖα ὄρη διὰ Λιουίου Σαλινάτορος, ἑξακισχιλίους ὁπλίτας ἔχοντος. καὶ μετ' οὐ πολὺ Γάϊος Ἄννιος ἐκπεμφθεὶς ὑπὸ Σύλλα καὶ τὸν Λίουιον ἀπρόσμαχον ὁρῶν, ἐν ἀπόρῳ καθῆστο παρὰ ταῖς ὑπωρείαις. Καλπουρνίου δέ τινος ἐπίκλησιν Λαναρίου δολοφονήσαντος τὸν Λίουιον καὶ τῶν στρατιωτῶν τὰ ἄκρα τῆς Πυρήνης ἐκλιπόντων, ὑπερβαλὼν Ἄννιος ἐπῄει χειρὶ μεγάλῃ, τοὺς ἐμποδὼν ἀνιστάς. Σερτώριος δ' οὐκ ὢν ἀξιόμαχος, μετὰ τρισχιλίων εἰς Καρχηδόνα τὴν νέαν καταφυγών, κἀκεῖθεν ἐπιβὰς τῶν νεῶν καὶ διαπεράσας τὸ πέλαγος, Λιβύῃ κατὰ τὴν Μαυρουσίαν προσέσχεν. ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων, συχνοὺς ἀποβαλὼν αὖθις εἰς Ἰβηρίαν ἀπέπλει, καὶ ταύτης μὲν ἀποκρούεται, Κιλισσῶν δὲ λῃστρίδων αὐτῷ προσγενομένων, Πιτυούσσῃ νήσῳ προσέβαλε καὶ ἀπέβη τὴν παρ' Ἀννίου φρουρὰν βιασάμενος. Ἄννιος δὲ μετ' οὐ πολὺ παρῆν ναυσί τε πολλαῖς καὶ πεντακισχιλίοις ὁπλίταις· πρὸς ὃν ἐπεχείρησε μὲν διαναυμαχεῖν, καίπερ ἐλαφροῖς καὶ πρὸς τάχος, οὐ πρὸς ἀλκήν, πεποιημένοις σκάφεσι χρώμενος, ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσί, τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν. [8] Ἐνδόντος δὲ τοῦ πνεύματος, φερόμενος νήσοις τισὶν ἐναυλίζεται σποράσιν ἀνύδροις, κἀκεῖθεν ἄρας καὶ διεκβαλὼν τὸν Γαδειραῖον πορθμόν, ἐν δεξιᾷ τοῖς ἐκτὸς ἐπιβάλλει τῆς Ἰβηρίας, μικρὸν ὑπὲρ τῶν τοῦ Βαίτιος ἐκβολῶν, ὃς εἰς τὴν Ἀτλαντικὴν ἐκφερόμενος θάλατταν ὄνομα τῇ περὶ αὐτὸν Ἰβηρίᾳ παρέσχεν. Ἐνταῦθα ναῦταί τινες ἐντυγχάνουσιν αὐτῷ, νέον ἐκ τῶν Ἀτλαντικῶν νήσων ἀναπεπλευκότες, αἳ δύο μέν εἰσι, λεπτῷ παντάπασι πορθμῷ διαιρούμεναι, μυρίους δ' ἀπέχουσαι Λιβύης σταδίους, καὶ ὀνομάζονται Μακάρων. ὄμβροις δὲ χρώμεναι μετρίοις σπανίως, τὰ δὲ πλεῖστα πνεύμασι μαλακοῖς καὶ δροσοβόλοις, οὐ μόνον ἀροῦν καὶ φυτεύειν παρέχουσιν ἀγαθὴν καὶ πίονα χώραν, ἀλλὰ καὶ καρπὸν αὐτοφυῆ φέρουσιν, ἀποχρῶντα πλήθει καὶ γλυκύτητι βόσκειν ἄνευ πόνων καὶ πραγματείας σχολάζοντα δῆμον. ἀὴρ δ' ἄλυπος ὡρῶν τε κράσει καὶ μεταβολῆς μετριότητι κατέχει τὰς νήσους. οἱ μὲν γὰρ ἐνθένδε τῆς γῆς ἀποπνέοντες ἔξω βορέαι καὶ ἀπηλιῶται διὰ μῆκος ἐκπεσόντες εἰς τόπον ἀχανῆ διασπείρονται καὶ προαπολείπουσι, πελάγιοι δὲ περιρρέοντες ἀργέσται καὶ ζέφυροι, βληχροὺς μὲν ὑετοὺς καὶ σποράδας ἐκ θαλάττης ἐπάγοντες, τὰ δὲ πολλὰ νοτεραῖς αἰθρίαις ἐπιψύχοντες, ἡσυχῇ τρέφουσιν· ὥστε μέχρι τῶν βαρβάρων διῖχθαι πίστιν ἰσχυράν, αὐτόθι τὸ Ἠλύσιον εἶναι πεδίον καὶ τὴν τῶν εὐδαιμόνων οἴκησιν, ἣν Ὅμηρος ὕμνησε. [9] Ταῦθ' ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων. αἰσθόμενοι δ' οἱ Κίλικες, οὐθὲν εἰρήνης δεόμενοι καὶ σχολῆς, ἀλλὰ πλούτου καὶ λαφύρων, εἰς Λιβύην ἀπέπλευσαν, Ἄσκαλιν τὸν Ἴφθα κατάξοντες ἐπὶ τὴν Μαυρουσίων βασιλείαν. οὐ μὴν ἀπέκαμεν ὁ Σερτώριος, ἀλλὰ τοῖς πρὸς τὸν Ἄσκαλιν διαπολεμοῦσιν ἔγνω βοηθεῖν, ὡς οἱ σὺν αὐτῷ καινήν τινα λαβόντες ἐλπίδων ἀρχὴν καὶ πράξεων ἑτέρων ὑπόθεσιν, μὴ διαλυθεῖεν ὑπὸ τῆς ἀπορίας. ἀσμένοις δὲ τοῖς Μαυρουσίοις ἀφικόμενος, εἴχετο <τοῦ- ἔργου, καὶ καταμαχεσάμενος τὸν Ἄσκαλιν ἐπολιόρκει. Σύλλα δὲ Πακκιανὸν ἐκπέμψαντος βοηθῆσαι τοῖς περὶ τὸν Ἄσκαλιν μετὰ δυνάμεως, συμβαλὼν ὁ Σερτώριος τὸν μὲν Πακκιανὸν ἀπέκτεινε, τὴν δὲ στρατιὰν κρατήσας προσηγάγετο, καὶ τὴν Τίγγιν, εἰς ἣν ὁ Ἄσκαλις συνέφυγε μετὰ τῶν ἀδελφῶν, ἐξεπολιόρκησεν. ἐνταῦθα τὸν Ἀνταῖον οἱ Λίβυες ἱστοροῦσι κεῖσθαι, καὶ τὸν τάφον αὐτοῦ Σερτώριος διέσκαψε, τοῖς βαρβάροις ἀπιστῶν διὰ μέγεθος. ἐντυχὼν δὲ τῷ σώματι, πηχῶν ἑξήκοντα μῆκος ὥς φασι, κατεπλάγη, καὶ σφάγιον ἐντεμὼν συνέχωσε τὸ μνῆμα καὶ τὴν περὶ αὐτοῦ τιμήν τε καὶ φήμην συνηύξησε. Τιγγῖται δὲ μυθολογοῦσιν Ἀνταίου τελευτήσαντος τὴν γυναῖκα Τίγγην Ἡρακλεῖ συνελθεῖν, Σόφακα δ' ἐξ αὐτῶν γενόμενον βασιλεῦσαι τῆς χώρας καὶ πόλιν ἐπώνυμον τῆς μητρὸς ἀποδεῖξαι· Σόφακος δὲ παῖδα γενέσθαι Διόδωρον, ᾧ πολλὰ τῶν Λιβυκῶν ἐθνῶν ὑπήκουσεν, Ἑλληνικὸν ἔχοντι στράτευμα τῶν αὐτόθι κατῳκισμένων ὑφ' Ἡρακλέους Ὀλβιανῶν καὶ Μυκηναίων. ἀλλὰ ταῦτα μὲν ἀνακείσθω τῇ Ἰόβα χάριτι, τοῦ πάντων ἱστορικωτάτου βασιλέων· ἐκείνου γὰρ ἱστοροῦσι τοὺς προγόνους Διοδώρου καὶ Σόφακος ἀπογόνους εἶναι. Σερτώριος δὲ πάντων ἐγκρατὴς γενόμενος, τοὺς δεηθέντας αὐτοῦ καὶ πιστεύσαντας οὐκ ἠδίκησεν, ἀλλὰ καὶ χρήματα καὶ πόλεις καὶ τὴν ἀρχὴν ἀπέδωκεν αὐτοῖς, ὅσα καλῶς εἶχε δεξάμενος διδόντων. [10] Ἐντεῦθεν ὅποι χρὴ τραπέσθαι βουλευόμενον ἐκάλουν Λυσιτανοὶ πρέσβεις πέμψαντες ἐφ' ἡγεμονίᾳ, πάντως μὲν ἄρχοντος ἀξίωμα μέγα καὶ ἐμπειρίαν ἔχοντος δεόμενοι πρὸς τὸν ἀπὸ Ῥωμαίων φόβον, ἐκείνῳ δὲ πιστεύοντες αὑτοὺς μόνῳ, καὶ πυνθανόμενοι παρὰ τῶν συγγεγονότων τὸ ἦθος αὐτοῦ. λέγεται γὰρ ὁ Σερτώριος οὔθ' ὑφ' ἡδονῆς οὔθ' ὑπὸ δέους εὐάλωτος γενέσθαι, φύσει τ' ἀνέκπληκτος [ὢν] παρὰ τὰ δεινά, καὶ μέτριος εὐτυχίαν ἐνεγκεῖν, καὶ πρὸς μὲν εὐθυμαχίαν οὐδενὸς ἀτολμότερος τῶν καθ' ἑαυτὸν ἡγεμόνων, ὅσα δὲ κλωπείας ἐν πολέμοις ἔργα καὶ πλεονεξίας περὶ τόπους ἐχυροὺς καὶ διαβάσεις τάχους δεομένας ἀπάτης τε καὶ ψευδῶν ἐν δέοντι, σοφιστὴς δεινότατος. ἐν δὲ ταῖς τιμαῖς τῶν ἀνδραγαθημάτων δαψιλὴς φαινόμενος, περὶ τὰς τιμωρίας ἐμετρίαζε τῶν ἁμαρτημάτων. καίτοι δοκεῖ περὶ τὸν ἔσχατον αὐτοῦ βίον ὠμότητος καὶ βαρυθυμίας τὸ περὶ τοὺς ὁμήρους πραχθὲν ἔργον ἐπιδεῖξαι τὴν φύσιν οὐκ οὖσαν ἥμερον, ἀλλ' ἐπαμπεχομένην λογισμῷ διὰ τὴν ἀνάγκην. ἐμοὶ δ' ἀρετὴν μὲν εἰλικρινῆ καὶ κατὰ λόγον συνεστῶσαν οὐκ ἄν ποτε δοκεῖ τύχη τις ἐκστῆσαι πρὸς τοὐναντίον· ἄλλως δὲ προαιρέσεις καὶ φύσεις χρηστὰς ὑπὸ συμφορῶν μεγάλων παρ' ἀξίαν κακωθείσας οὐκ ἀδύνατον τῷ δαίμονι συμμεταβαλεῖν τὸ ἦθος. ὃ καὶ Σερτώριον οἶμαι παθεῖν, ἤδη τῆς τύχης αὐτὸν ἐπιλειπούσης ἐκτραχυνόμενον ὑπὸ τῶν πραγμάτων γινομένων πονηρῶν πρὸς τοὺς ἀδικοῦντας. [11] Οὐ μὴν ἀλλὰ τότε γε τῶν Λυσιτανῶν καλούντων, ἀπῆρεν ἐκ Λιβύης. καὶ τούτους <τε- συνέταττεν εὐθὺς αὐτοκράτωρ στρατηγὸς <ἀποδειχθείς-, καὶ τὴν ἐγγὺς Ἰβηρίαν ὑπήκοον ἐποιεῖτο, τῶν πλείστων ἑκουσίως προστιθεμένων, μάλιστα μὲν διὰ τὸ πρᾷον αὐτοῦ καὶ δραστήριον· ἔστι δ' ἃ καὶ σοφιστικῶς αὐτὸς εἰς ἀπάτην καὶ κήλησιν ἐμηχανᾶτο. καὶ πρῶτόν γε πάντων τὸ περὶ τὴν ἔλαφον. ἦν δὲ τοιόνδε· <Λυ-σιτανὸς ἀνὴρ δημότης τῶν ἐπὶ χώρας βιούντων ἐλάφῳ νεοτόκῳ φευγούσῃ κυνηγέτας ἐπιτυχών, αὐτῆς μὲν ἀπελείφθη, τὴν δὲ νεβρὸν ἐκπλαγεὶς τῇ καινότητι τῆς χρόας, λευκὴ γὰρ ἦν πᾶσα, λαμβάνει διώξας. κατὰ τύχην δὲ Σερτωρίου τοῖς τόποις ἐναυλισαμένου, καὶ πᾶν ὅ τις ἐξ ἄγρας ἢ γεωργίας ἥκοι κομίζων δῶρον ἀσμένως δεχομένου, καὶ φιλοφρόνως ἀμειβομένου τοὺς θεραπεύοντας, ἐγχειρίζει φέρων αὐτῷ τὴν νεβρόν. ὁ δὲ δεξάμενος, αὐτίκα μὲν ἥσθη μετρίως, χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον, ὥστε καὶ καλοῦντος ἀκούειν καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν. ὁ δὲ καὶ προσετεχνᾶτο τοιάδε· γνοὺς γὰρ ἂν κρύφα τοὺς πολεμίους ἐμβεβληκότας ποι τῆς ὑπ' αὐτὸν χώρας ἢ πόλιν ἀφιστάντας, προσεποιεῖτο τὴν ἔλαφον αὐτῷ κατὰ τοὺς ὕπνους διειλέχθαι, κελεύουσαν ἐν ἑτοίμῳ τὰς δυνάμεις ἔχειν. αὖθις δὲ νίκην τινὰ τῶν ἑαυτοῦ στρατηγῶν ἀκούσας, τὸν μὲν ἄγγελον ἔκρυπτε, τὴν δ' ἔλαφον ἐστεφανωμένην ἐπ' εὐαγγελίοις προῆγεν, εὐθυμεῖσθαι παρακαλῶν καὶ τοῖς θεοῖς θύειν, ὡς ἀγαθόν τι πευσομένους. [12] Οὕτως δὲ χειροήθεις ποιησάμενος αὐτούς, ἐχρῆτο πρὸς ἅπαντα μετριωτέροις, οὐχ ὑπ' ἀνδρὸς ἀλλοδαποῦ λογισμῶν, ἀλλ' ὑπὸ θεοῦ στρατηγεῖσθαι πειθομένοις, ἅμα καὶ τῶν πραγμάτων ἐπιμαρτυρούντων τῷ παρὰ λόγον τὴν δύναμιν αὐξάνεσθαι. δισχιλίοις γὰρ ἑξακοσίοις, οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δ' ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβών, ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφ' οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δ' ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δ' ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος. ἀλλ' ὅμως ἀσθενὴς οὕτω καὶ μικρὸς ἀρξάμενος, οὐ μόνον ἐθνῶν ἐκράτησε μεγάλων καὶ πόλεις εἷλε πολλάς, ἀλλὰ καὶ τῶν ἀντιστρατήγων Κότταν μὲν ἐν τῷ περὶ τὴν Μελλαρίαν πορθμῷ κατεναυμάχησε, Φουφίδιον δὲ τὸν ἄρχοντα τῆς Βαιτικῆς περὶ τὸν Βαῖτιν ἐτρέψατο, δισχιλίους ἀποκτείνας Ῥωμαίων, Δομίτιον δὲ Καλουῖνον ἀνθύπατον ὄντα τῆς ἑτέρας Ἰβηρίας διὰ τοῦ ταμίου καταγωνισάμενος, καὶ Θώρ[άν]ιον, ἄλλον ἡγεμόνα τῶν ὑπὸ Μετέλλου πεμφθέντων, μετὰ δυνάμεως ἀνεῖλεν, αὐτόν τε τὸν Μέτελλον, ἄνδρα Ῥωμαίων ἐν τοῖς τότε μέγιστον καὶ δοκιμώτατον, οὐκ ὀλίγοις σφάλμασι περιβαλὼν εἰς τοσαύτην ἀπορίαν κατέστησεν, ὥστε Λεύκιον μὲν Μάλλιον ἐκ τῆς περὶ Ναρβῶνα Γαλατίας ἐλθεῖν αὐτῷ βοηθόν, Πομπήϊον δὲ Μᾶγνον ἐκ Ῥώμης κατὰ τάχος ἀποσταλῆναι μετὰ δυνάμεως. οὐ γὰρ εἶχεν ὁ Μέτελλος ὅ τι χρήσαιτο, προσπολεμῶν ἀνδρὶ τολμητῇ, πάσης ἐξαναδυομένῳ φανερᾶς μάχης, πᾶσαν δὲ μεταβαλλομένῳ μεταβολὴν εὐσταλείᾳ καὶ κουφότητι τῆς Ἰβηρικῆς στρατιᾶς, αὐτὸς ὁπλιτικῶν καὶ νομίμων ἀσκητὴς γεγονὼς ἀγώνων καὶ στρατηγὸς ἐμβριθοῦς καὶ μονίμου φάλαγγος, ὤσασθαι μὲν εἰς χεῖρας ἐλθόντας πολεμίους καὶ καταβαλεῖν ἄριστα γεγυμνασμένης, ὀρειβατεῖν δὲ καὶ συνηρτῆσθαι διώξεσι καὶ φυγαῖς ἀπαύστοις ἀνθρώπων ὑπηνεμίων καὶ λιμὸν ἀνέχεσθαι καὶ δίαιταν ἄπυρον καὶ ἄσκηνον ὥσπερ ἐκεῖνοι μὴ δυναμένης. [13] Ἔτι δ' αὐτὸς μὲν ἤδη πρεσβύτερος ἦν, καί τι καὶ πρὸς ἀνειμένην ἤδη καὶ τρυφερὰν δίαιταν ἐκ πολλῶν ἀγώνων καὶ μεγάλων ἐνδεδωκώς, τῷ δὲ Σερτωρίῳ συνειστήκει πνεύματος ἀκμαίου γέμοντι καὶ κατεσκευασμένον ἔχοντι θαυμασίως τὸ σῶμα ῥώμῃ καὶ τάχει καὶ λιτότητι. μέθης μὲν γὰρ οὐδὲ ῥᾳθυμῶν ἥπτετο, πόνους δὲ μεγάλους καὶ μακρὰς ὁδοιπορίας καὶ συνεχεῖς ἀγρυπνίας ὀλίγοις εἴθιστο καὶ φαύλοις ἀρκούμενος σιτίοις διαφέρειν· πλάνοις δὲ χρώμενος ἀεὶ καὶ κυνηγεσίοις ὁπότε σχολάζοι, πάσης διεκδύσεως φεύγοντι καὶ διώκοντι κυκλώσεως ἀβάτων τε καὶ βασίμων τόπων ἐμπειρίαν προσειλήφει. διὸ τῷ μὲν εἰργομένῳ μάχης ὅσα νικώμενοι πάσχουσιν ἄνθρωποι βλάπτεσθαι συνέβαινεν, ὁ δὲ τῷ φεύγειν εἶχε τὰ τῶν διωκόντων. καὶ γὰρ ὑδρείας ἀπέκοπτε, καὶ σιτολογίας εἶργε, καὶ προϊόντι μὲν ἐκποδὼν ἦν, ἐκίνει δ' ἱδρυνθέντα, πολιορκοῦντι δ' ἄλλους ἐπιφαινόμενος ἀντεπολιόρκει ταῖς τῶν ἀναγκαίων ἀπορίαις, ὥστε τοὺς στρατιώτας ἀπαγορεύειν, καὶ τοῦ Σερτωρίου μονομαχῆσαι προκαλουμένου τὸν Μέτελλον, βοᾶν καὶ κελεύειν μάχεσθαι στρατηγὸν στρατηγῷ καὶ Ῥωμαίῳ Ῥωμαῖον, ἀναδυόμενον δὲ χλευάζειν. ὁ δὲ τούτων μὲν εὖ ποιῶν κατεγέλα· στρατηγοῦ γὰρ ὡς ἔφη Θεόφραστος δεῖ θάνατον ἀποθνῄσκειν τὸν στρατηγόν, οὐ πελταστοῦ τοῦ τυχόντος. ὁρῶν δὲ τοὺς Λαγγοβρίγας οὐ μικρὰ τῷ Σερτωρίῳ συλλαμβανομένους, δίψῃ δ' ὄντας εὐαλώτους (ἓν γὰρ ἦν αὐτοῖς φρέαρ ἐν τῇ πόλει, τῶν δ' ἐν τοῖς προαστίοις καὶ παρὰ τὰ τείχη ναμάτων ὁ πολιορκῶν ἐπικρατεῖν ἔμελλεν), ἧκεν ἐπὶ τὴν πόλιν ὡς ἡμέραις δυσὶ συναιρήσων τὴν πολιορκίαν ὕδατος οὐκ ὄντος· διὸ καὶ πένθ' ἡμερῶν ἐπιφέρεσθαι σιτία μόνον προείρητο τοῖς στρατιώταις. ὁ Σερτώριος δ' ὀξέως βοηθήσας, ἐκέλευσε δισχιλίους ἀσκοὺς ὕδατος ἐμπλῆσαι, καθ' ἕκαστον ἀσκὸν ἀργύριον συχνὸν τάξας, καὶ πολλῶν μὲν Ἰβήρων, πολλῶν δὲ Μαυρουσίων ὑφισταμένων τὸ ἔργον, ἐπιλεξάμενος ἄνδρας εὐρώστους ἅμα καὶ ποδώκεις ἔπεμψε διὰ τῆς ὀρεινῆς, κελεύσας, ὅταν παραδῶσι τοὺς ἀσκοὺς τοῖς ἐν τῇ πόλει, τὸν ἄχρηστον ὑπεξαγαγεῖν ὄχλον, ὅπως ἐξαρκῇ τοῖς ἀμυνομένοις τὸ ποτόν. ἐκπύστου δὲ τούτου γενομένου πρὸς τὸν Μέτελλον, ἤχθετο μὲν ἤδη τὰ ἐπιτήδεια τῶν στρατιωτῶν ὑπαναλωκότων, ἐξέπεμψε δ' ἐπὶ σιτολογίαν Ἀκυῗνον ἑξακισχιλίων ἡγούμενον. αἰσθόμενος δ' ὁ Σερτώριος καὶ προλοχίσας τὴν ὁδόν, ἐπανερχομένῳ τῷ Ἀκυΐνῳ τρισχιλίους ἄνδρας ἔκ τινος συσκίου χαράδρας ἐπανίστησιν, αὐτὸς δὲ κατὰ στόμα προσβαλὼν τρέπεται, καὶ τοὺς μὲν διαφθείρει, τοὺς δὲ λαμβάνει ζῶντας. Ἀκυῗνον δὲ μετὰ τῶν ὅπλων καὶ τὸν ἵππον ἀποβεβληκότα δεξάμενος Μέτελλος αἰσχρῶς ἀπῄει, πολλὰ χλευαζόμενος ὑπὸ τῶν Ἰβήρων. [14] Ἔκ τε δὴ τούτων θαυμαζόμενος ἠγαπᾶτο παρὰ τοῖς βαρβάροις ὁ Σερτώροις, καὶ ὅτι Ῥωμαϊκοῖς ὁπλισμοῖς καὶ τάξεσι καὶ συνθήμασιν ἀφαιρῶν τὸ μανικὸν καὶ θηριῶδες αὐτῶν τῆς ἀλκῆς ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν. ἔτι δ' ἀργύρῳ χρώμενος ἀφειδῶς καὶ χρυσῷ κράνη τε κατεκόσμει καὶ θυρεοὺς αὐτῶν διεποίκιλλε, καὶ χλαμύσιν ἀνθιναῖς καὶ χιτῶσι χρῆσθαι διδάσκων, καὶ χορηγῶν εἰς ταῦτα καὶ συμφιλοκαλῶν, ἐδημαγώγει. μάλιστα δ' εἷλεν αὐτοὺς τὰ τῶν παίδων· τοὺς γὰρ εὐγενεστάτους ἀπὸ τῶν ἐθνῶν συναγαγὼν εἰς Ὄσκαν πόλιν μεγάλην, διδασκάλους ἐπιστήσας Ἑλληνικῶν τε καὶ Ῥωμαϊκῶν μαθημάτων, ἔργῳ μὲν ἐξωμηρεύσατο, λόγῳ δ' ἐπαίδευεν, ὡς ἀνδράσι γενομένοις πολιτείας τε μεταδώσων καὶ ἀρχῆς. οἱ δὲ πατέρες ἥδοντο θαυμαστῶς, τοὺς παῖδας ἐν περιπορφύροις ὁρῶντες μάλα κοσμίως φοιτῶντας εἰς τὰ διδασκαλεῖα, καὶ τὸν Σερτώριον ὑπὲρ αὐτῶν μισθοὺς τελοῦντα, καὶ πολλάκις ἀποδείξεις λαμβάνοντα, καὶ γέρα τοῖς ἀξίοις νέμοντα, καὶ τὰ χρυσᾶ περιδέραια δωρούμενον ἃ Ῥωμαῖοι βούλλας καλοῦσιν. ἔθους δ' ὄντος Ἰβηρικοῦ τοὺς περὶ τὸν ἄρχοντα τεταγμένους συναποθνῄσκειν αὐτῷ πεσόντι, καὶ τοῦτο τῶν ἐκεῖ βαρβάρων κατάσπεισιν ὀνομαζόντων, τοῖς μὲν ἄλλοις ἡγεμόσιν ὀλίγοι τῶν ὑπασπιστῶν καὶ τῶν ἑταίρων, Σερτωρίῳ δὲ πολλαὶ μυριάδες ἀνθρώπων κατεσπεικότων ἑαυτοὺς ἠκολούθουν. λέγεται δὲ πρός τινι πόλει τροπῆς γενομένης καὶ τῶν πολεμίων ἐπικειμένων, τοὺς Ἴβηρας ἀμελήσαντας αὑτῶν τὸν Σερτώριον σῴζειν καὶ τοῖς ὤμοις ἐπαραμένους ἄλλους ὑπὲρ ἄλλων ἀνακουφίσαι πρὸς τὰ τείχη, γενομένου δ' ἐν ἀσφαλεῖ τοῦ ἄρχοντος, οὕτω τραπέσθαι πρὸς φυγὴν ἕκαστον αὐτῶν. [15] Οὐ μόνον δὲ τοῖς Ἴβηρσιν ἦν ποθεινός, ἀλλὰ καὶ τοῖς ἐξ Ἰταλίας στρατευομένοις. Περπέννα γοῦν Οὐέντωνος ἀπὸ τῆς αὐτῆς Σερτωρίῳ στάσεως εἰς Ἰβηρίαν παραγενομένου μετὰ χρημάτων πολλῶν καὶ μεγάλης δυνάμεως, ἰδίᾳ δὲ καθ' ἑαυτὸν ἐγνωκότος πολεμεῖν πρὸς τὸν Μέτελλον, ἐδυσχέραινον οἱ στρατιῶται, καὶ πολὺς ἦν τοῦ Σερτωρίου λόγος ἐν τῷ σταρτοπέδῳ, τὸν Περπένναν ἀνιῶν, εὐγενείᾳ καὶ πλούτῳ τετυφωμένον. οὐ μὴν ἀλλ' ἐπεὶ Πομπήϊος ἠγγέλλετο τὴν Πυρήνην ὑπερβάλλων, ἀναλαβόντες οἱ στρατιῶται τὰ ὅπλα καὶ τὰ σημεῖα τῶν τάξεων ἀναρπάσαντες κατεβόησαν τοῦ Περπέννα, κελεύοντες ὡς τὸν Σερτώριον ἄγειν αὐτούς· εἰ δὲ μή, καταλιπόντες ἐκεῖνον ἠπείλουν αὐτοὶ βαδιεῖσθαι πρὸς ἄνδρα σῴζεσθαι καὶ σῴζειν δυνάμενον. συγχωρήσας δ' <οὖν- ὁ Περπέννας ἤγαγεν αὐτοὺς καὶ συνέμειξε τῷ Σερτωρίῳ, πεντήκοντα καὶ τρεῖς ἔχων σπείρας. [16] Σερτώριος δέ, τῶν ἐντὸς Ἴβηρος αὐτῷ ποταμοῦ πάντων ὁμοῦ τι προστιθεμένων, πλήθει μὲν ἦν μέγας· ἐπέρρεον γὰρ ἀεὶ καὶ συνεφέροντο πανταχόθεν πρὸς αὐτόν· ἀταξίᾳ δὲ βαρβαρικῇ καὶ θρασύτητι ταραττόμενος, ἐπιχειρεῖν τοῖς πολεμίοις βοώντων καὶ τὴν τριβὴν δυσανασχετούντων, ἐπειρᾶτο παραμυθεῖσθαι διὰ λόγων. ὡς δ' ἑώρα χαλεπαίνοντας καὶ βιαζομένους ἀκαίρως, προήκατο καὶ περιεῖδε συμπλεκομένους τοῖς πολεμίοις, ἐν οἷς οὐ παντελῶς συντριβέντας, ἀλλὰ πληγὰς λαβόντας ἤλπιζε πρὸς τὰ λοιπὰ κατηκόους μᾶλλον ἕξειν. ὧν δ' εἴκαζε γενομένων, ἐπιβοηθήσας ἀνέλαβέ τε φεύγοντας αὐτοὺς καὶ κατέστησεν ἀσφαλῶς εἰς τὸ στρατόπεδον. βουλόμενος δὲ καὶ τὴν ἀθυμίαν ἀφελεῖν, μεθ' ἡμέρας ὀλίγας πάνδημον ἐκκλησίαν ἀθροίσας ἵππους εἰσήγαγε δύο, τὸν μὲν ἀσθενῆ τελέως καὶ πρεσβύτερον ἤδη, τὸν δ' ἕτερον εὐμεγέθη μὲν αὐτὸν καὶ ἰσχυρόν, θαυμαστὴν δὲ πυκνότητι καὶ κάλλει τριχῶν οὐρὰν ἔχοντα. παρειστήκει δὲ τῷ μὲν ἀσθενεῖ μέγας ἀνὴρ καὶ ῥωμαλέος, τῷ δ' ἰσχυρῷ μικρὸς ἕτερος καὶ τὴν ὄψιν εὐκαταφρόνητος. σημείου δὲ δοθέντος αὐτοῖς, ὁ μὲν ἰσχυρὸς ἀμφοτέραις ταῖς χερσὶ τοῦ ἵππου τὴν κέρκον ὡς ἀπορρήξων εἷλκε βίᾳ πρὸς αὑτόν, ὁ δ' ἀσθενὴς τοῦ ἰσχυροῦ κατὰ μίαν τῶν τριχῶν ἐξέτιλλεν. ἐπεὶ δ' ὁ μὲν οὐκ ὀλίγα πράγματα μάτην ἑαυτῷ καὶ πολὺν γέλωτα τοῖς θεωμένοις παρασχὼν ἀπεῖπεν, ὁ δ' ἀσθενὴς ἀκαρεὶ καὶ σὺν οὐδενὶ πόνῳ ψιλὴν τριχῶν ἀπέδειξε τὴν οὐράν, ἀναστὰς ὁ Σερτώριος "ὁρᾶτ'" εἶπεν "ἄνδρες σύμμαχοι τὴν ἐπιμονὴν ἀνυσιμωτέραν τῆς βίας οὖσαν καὶ πολλὰ τῶν ἁθρόως ἀλήπτων ἐνδιδόντα τῷ κατὰ μικρόν. ἄμαχον γὰρ τὸ ἐνδελεχές, ᾧ πᾶσαν ἐπιὼν ὁ χρόνος <ἀν-αιρεῖ καὶ κατεργάζεται δύναμιν, εὐμενὴς ὢν σύμμαχος τοῖς δεχομένοις λογισμῷ τὸν καιρὸν αὐτοῦ, τοῖς δ' ἀκαίρως ἐπειγομένοις πολεμιώτατος." τοιαῦτα μὲν ὁ Σερτώριος ἑκάστοτε πλέκων παραμύθια τοῖς βαρβάροις, διεπαιδαγώγει τὸν καιρόν. [17] Οὐδενὸς δ' ἧττον αὐτοῦ τῶν πολεμικῶν ἔργων ἐθαυμάσθη τὸ περὶ τοὺς λεγομένους Χαρακιτανούς. εἰσὶ δὲ δῆμος ὑπὲρ τὸν Ταγώνιον ποταμόν, οὐκ ἄστεσιν οὐδὲ κώμαις ἐνοικοῦντες, ἀλλὰ λόφος ἐστὶν εὐμεγέθης καὶ ὑψηλός, ἄντρα καὶ κοιλώματα πετρῶν βλέποντα πρὸς βορέαν περιέχων. ἡ δ' ὑποκειμένη πᾶσα χώρα πηλὸν ἀργιλώδη καὶ γῆν ὑπὸ χαυνότητος εὔθρυπτον ἀναδίδωσιν, οὔτε τοὺς ἐπιβαίνοντας ἀνέχεσθαι καρτεράν, καὶ μικρὸν ἁψαμένων ὥσπερ ἄσβεστον ἢ τέφραν ἐπὶ πολὺ διαχεομένην. τῶν οὖν βαρβάρων, ὁσάκις φόβῳ πολέμου καταδύντες εἰς τὰ σπήλαια καὶ τὴν λείαν εἴσω συναγαγόντες ἀτρεμοῖεν, ὄντων ἀλήπτων ὑπὸ βίας, τὸν δὲ Σερτώριον τότε διακεκριμένον ἀπὸ τοῦ Μετέλλου καὶ καταστρατοπεδεύσαντα παρὰ τὸν λόφον ὑπερφρονούντων ὡς κεκρατημένον, εἴθ' ὑπ' ὀργῆς ἐκεῖνος, εἴτε [τὸ] μὴ δοκεῖν φεύγειν βουλόμενος, ἅμ' ἡμέρᾳ προσελάσας κατεσκέπτετο τὸν τόπον. οὐδαμόθεν δὲ προσβολὴν ἔχοντος, ἄλλως [δ'] ἀλύων καὶ κεναῖς χρώμενος ἀπειλαῖς, ὁρᾷ τῆς γῆς ἐκείνης κονιορτὸν ἄνω πολὺν ὑπὸ πνεύματος ἐπ' αὐτοὺς φερόμενον. τέτραπται μὲν γὰρ ὡς ἔφην τὰ σπήλαια πρὸς βορέαν, ὁ δ' ἀπὸ τῆς ἄρκτου ῥέων ἄνεμος, ὃν Καικίαν ἔνιοι καλοῦσιν, ἐπέχει μάλιστα καὶ πλεῖστός ἐστι τῶν ἐκεῖ πνευμάτων, ἐξ ὑγρῶν πεδίων καὶ νιφοβόλων συμφυσώμενος ὀρῶν· τότε δὲ καὶ θέρους ἀκμάζοντος ἰσχύων καὶ τρεφόμενος τῇ τῶν ὑπαρκτίων ἀνέσει πάγων, ἥδιστος ἐπέπνει καὶ κατεῖχεν αὐτούς τε καὶ βοτὰ δι' ἡμέρας ἀναψύχων. ταῦτα δὴ συλλογιζόμενος ὁ Σερτώριος καὶ παρὰ τῶν ἐγχωρίων ἀκούων, ἐκέλευσε τοὺς στρατιώτας τῆς ἀραιᾶς καὶ τεφρώδους γῆς ἐκείνης ἀποσπῶντας καὶ παραφέροντας καταντικρὺ τοῦ λόφου θῖνα ποιεῖν, ἣν οἱ βάρβαροι χώματος ἐπ' αὐτοὺς εἶναι κατασκευὴν ὑπονοοῦντες ἐχλεύαζον. τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι νυκτὸς ἀπήγαγεν· ἅμα δ' ἡμέρᾳ πρῶτον μὲν αὔρα μαλακὴ προαπέπνει, διακινοῦσα τῆς συμπεφορημένης γῆς τὸ λειότατον, ὥσπερ ἄχνην σκιδνάμενον· ἔπειτα σοβαροῦ τοῦ Καικίου πρὸς τὸν ἥλιον ἐκχεομένου καὶ τῶν λόφων κονιωμένων, ἐπιστάντες οἱ στρατιῶται τόν τε χοῦν ἀνέτρεπον διὰ βάθους καὶ τὸν πηλὸν ἔκοπτον, ἔνιοι δὲ καὶ τοὺς ἵππους ἄνω καὶ κάτω διεξήλασαν, ἀνιστάντες τὸ χαύνωμα καὶ τῇ πνοῇ μετέωρον παραδιδόντες. ἡ δ' ὑπολαμβάνουσα πᾶν τὸ θρυπτόμενον καὶ κινούμενον ἄνω προσέβαλλε τοῖς οἰκήμασι τῶν βαρβάρων, κατὰ θύρας δεχομένοις τὸν Καικίαν. οἱ δ', ἅτε δὴ τῶν σπηλαίων μίαν ἐκείνην ἀναπνοὴν ἐχόντων, ᾗ τὸ πνεῦμα προσέπιπτε, ταχὺ μὲν ἀπεσκοτοῦντο τὰς ὄψεις, ταχὺ δ' ἀνεπίμπλαντο πνιγώδους ἄσθματος, τραχὺν ἀέρα καὶ πολλῇ κόνει συμπεφυρμένον ἕλκοντες. ὅθεν ἡμέρας δύο μόλις ἀνασχόμενοι, τῇ τρίτῃ παρέδωκαν ἑαυτούς, οὐ τοσοῦτον Σερτωρίῳ δυνάμεως ὅσον δόξης προσθέντες, ὡς τὰ δι' ὅπλων ἀνάλωτα σοφίᾳ κατεργασαμένῳ. [18] Μέχρι μὲν οὖν τοῖς περὶ Μέτελλον ἐπολέμει, τὰ πλεῖστα κατευτυχεῖν ἐδόκει, γήρᾳ καὶ φυσικῇ βραδυτῆτι τοῦ Μετέλλου πρὸς ἄνδρα τολμητὴν καὶ λῃστρικῆς μᾶλλον ἢ στρατιωτικῆς ἡγούμενον δυνάμεως οὐκ ἀναφέροντος· ἐπεὶ δὲ καὶ Πομπηΐῳ τὴν Πυρήνην ὑπερβαλόντι παραστρατοπεδεύσας, καὶ πᾶσαν ἅμα μὲν διδοὺς ἅμα δὲ λαμβάνων στρατηγικῶν παλαισμάτων πεῖραν, ἀντιτεχνώμενός τε καὶ φυλαττόμενος πλεῖον εἶχε, κομιδῇ διεβοήθη μέχρι Ῥώμης ὡς δεινότατος ὢν πόλεμον μεταχειρίσασθαι τῶν τότε στρατηγῶν. οὐ γάρ τοι μικρὸν ἦν τὸ Πομπηΐου κλέος, ἀλλ' ἤνθει τότε μάλιστα πρὸς δόξαν ἐκ τῶν περὶ Σύλλαν ἀνδραγαθημάτων, ἐφ' οἷς καὶ Μᾶγνος ὑπ' αὐτοῦ, τουτέστι Μέγας, ἐπωνομάσθη, τιμῶν τε θριαμβικῶν οὔπω γενειῶν ἔτυχεν. ὅθεν καὶ πολλαὶ τῶν ὑπὸ Σερτωρίῳ πόλεων ἀποβλέψασαι πρὸς αὐτὸν ὁρμὴν μεταβολῆς ἔσχον, εἶτ' ἐπαύσαντο, τοῦ περὶ Λαύρωνα πάθους παρὰ πᾶσαν ἐλπίδα συμβάντος. Σερτωρίου γὰρ πολιορκοῦντος αὐτούς, ἧκε Πομπήϊος πανστρατιᾷ βοηθήσων· εἶθ' ὁ μὲν λόφον εὖ δοκοῦντα πεφυκέναι κατὰ τῆς πόλεως προληψόμενος, ὁ δὲ τοῦτο κωλύσων ἠπείγετο. τοῦ δὲ Σερτωρίου φθάσαντος, ἐπιστήσας τὸν στρατὸν ὁ Πομπήϊος ἔχαιρε τῇ συντυχίᾳ, νομίζων ἐν μέσῳ τῆς πόλεως καὶ τῆς αὐτοῦ στρατιᾶς ἀπειλῆφθαι τὸν Σερτώριον, καὶ πρὸς τοὺς Λαυρωνίτας εἰσέπεμψε, θαρρεῖν κελεύων καὶ καθῆσθαι περὶ τὰ τείχη, θεωμένους πολιορκούμενον Σερτώριον. ἐκεῖνος δ' ἀκούσας ἐγέλασε, καὶ τὸν Σύλλα μαθητὴν (οὕτω γὰρ τὸν Πομπήϊον ἐπισκώπτων προσηγόρευεν) αὐτὸς ἔφη διδάξειν, ὅτι δεῖ τὸν στρατηγὸν κατόπιν μᾶλλον ἢ κατὰ πρόσωπον βλέπειν.
ταῦτα δὲ λέγων ἅμα τοῖς πολιορκουμένοις ἐπεδείκνυεν ἑξακισχιλίους ὁπλίτας, ὑπ' αὐτοῦ καταλελειμμένους ἐπὶ τοῦ προτέρου χάρακος, ὅθεν ὁρμηθεὶς κατειλήφει τὸν λόφον, ὅπως ἐπὶ σφᾶς τρεπομένῳ τῷ Πομπηΐῳ κατὰ νώτου προσπέσοιεν. ὃ δὴ καὶ Πομπήϊος ὀψὲ μάλα συμφρονήσας, ἐπιχειρεῖν μὲν οὐκ ἐθάρρει κύκλωσιν δεδοικώς, ἀπολιπεῖν δ' ᾐσχύνετο κινδυνεύοντας ἀνθρώπους, παρὼν δὲ καὶ καθήμενος ἠναγκάζετο <περι-ορᾶν ἀπολλυμένους· ἀπέγνωσαν γὰρ αὑτοὺς οἱ βάρβαροι καὶ τῷ Σερτωρίῳ παρέδωκαν. ὁ δὲ τῶν μὲν σωμάτων ἐφείσατο καὶ πάντας ἀφῆκε, τὴν δὲ πόλιν κατέπρησεν, οὐχ ὑπ' ὀργῆς οὐδ' ὠμότητος, ἐλάχιστα γὰρ δοκεῖ θυμῷ χαρίσασθαι τῶν στρατηγῶν οὗτος ἁνήρ, ἀλλ' ἐπ' αἰσχύνῃ καὶ κατηφείᾳ τῶν τεθαυμακότων Πομπήϊον, ἵν' ᾖ λόγος ἐν τοῖς βαρβάροις, ὅτι παρὼν ἐγγὺς καὶ μονονοὺ θερμαινόμενος τῷ πυρὶ τῶν συμμάχων, οὐ προσήμυνεν. [19] Ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι καὶ τοὺς καθ' αὑτόν, θραυομένῳ δὲ περὶ τοὺς ἄλλους ἡγεμόνας· ἐκ δ' ὧν ἐπηνωρθοῦτο τὰς ἥττας, μᾶλλον ἐθαυμάζετο νικώντων τῶν ἀντιστρατήγων, οἷον ἐν τῇ περὶ Σούκρωνι μάχῃ πρὸς Πομπήϊον, καὶ πάλιν ἐν τῇ περὶ Σεγουντίαν πρός τε τοῦτον ὁμοῦ καὶ Μέτελλον. ἡ μὲν οὖν περὶ Σούκρωνι μάχη λέγεται γενέσθαι τοῦ Πομπηΐου κατεπείξαντος, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. ὁ δὲ Σερτώριος ἐβούλετο μὲν τῷ Πομπηΐῳ πρὶν ἐπελθεῖν τὸν Μέτελλον διαγωνίσασθαι, παραγαγὼν δ' ἑσπέρας ἤδη συνέβαλεν, οἰόμενος ξένοις οὖσι καὶ ἀπείροις τῶν χωρίων τοῖς πολεμίοις τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον καὶ διώκουσι. γενομένης δὲ τῆς μάχης ἐν χερσίν, ἔτυχε μὲν οὐ πρὸς Πομπήϊον αὐτός, ἀλλὰ πρὸς Ἀφράνιον ἐν ἀρχῇ συνεστηκώς, ἔχοντα τὸ ἀριστερόν, αὐτὸς ἐπὶ τοῦ δεξιοῦ τεταγμένος. ἀκούσας δὲ τῷ Πομπηΐῳ τοὺς συνεστῶτας ὑποχωρεῖν ἐγκειμένῳ καὶ κρατεῖσθαι, τὸ μὲν δεξιὸν ἐπ' ἄλλοις ἐποιήσατο στρατηγοῖς, πρὸς δ' ἐκεῖνο τὸ νικώμενον αὐτὸς ἐβοηδρόμει. καὶ τοὺς μὲν ἤδη τρεπομένους, τοὺς δ' ἔτι μένοντας ἐν τάξει συναγαγὼν καὶ ἀναθαρρύνας, ἐξ ὑπαρχῆς ἐνέβαλε τῷ Πομπηΐῳ διώκοντι καὶ φυγὴν ἐποιήσατο πολλήν· ὅτε καὶ Πομπήϊος ἐγγὺς ἐλθὼν ἀποθανεῖν καὶ τραυματισθείς, παραλόγως διέφυγεν. οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρὸς ἀλλήλους προήκαντο τὴν δίωξιν. Ἀφράνιος δὲ τοὺς ἀνθεστῶτας πρὸς αὐτὸν ἅμα τῷ Σερτώριον ἀπελθεῖν ἐπὶ θάτερα βοηθοῦντα τρεψάμενος, εἰς τὸ στρατόπεδον κατήραξε, καὶ συνεισπεσὼν ἐπόρθει σκότους ὄντος ἤδη, μήτε τὴν Πομπηΐου φυγὴν εἰδώς, μήτε τοὺς στρατιώτας τῆς ἁρπαγῆς ἐπισχεῖν δυνάμενος. ἐν τούτῳ δὲ Σερτώριος ἀνέστρεψε, τὸ καθ' αὑτὸν νενικηκώς, καὶ τοῖς Ἀφρανίου δι' ἀταξίαν ταρασσομένοις ἐπιπεσών, πολλοὺς διέφθειρε. πρωὶ δ' αὖθις ἐξοπλισθεὶς ἐπὶ μάχην κατέβαινεν, εἶτα Μέτελλον αἰσθόμενος ἐγγὺς εἶναι, λύσας τὴν τάξιν ἀνέζευξεν, εἰπών· "ἀλλ' ἔγωγε τὸν παῖδα τοῦτον, εἰ μὴ παρῆν ἡ γραῦς ἐκείνη, πληγαῖς ἂν νουθετήσας εἰς Ῥώμην ἀπεστάλκειν." [20] Ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι· μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους. εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καὶ γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν. ἀκούσας δ' ὁ Σερτώριος, ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καὶ διαλιπὼν ὀλίγας ἡμέρας, προῄει μάλα φαιδρὸς ὡς ἀπ' ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν Ἰβήρων, ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους· εἶτ' ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν. ἡ δ' ἔλαφος ὑπὸ τῶν φυλαττόντων αὐτὴν ἐγγὺς ἀφεθεῖσα καὶ κατιδοῦσα τὸν Σερτώριον, ἐχώρει δρόμῳ περιχαρὴς πρὸς τὸ βῆμα, καὶ παραστᾶσα τὴν κεφαλὴν ἐπέθηκε τοῖς γόνασιν αὐτοῦ, καὶ τῷ στόματι τῆς δεξιᾶς ἔψαυεν, εἰθισμένη καὶ πρότερον τοῦτο ποιεῖν. ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς, καί τι καὶ δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καὶ βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καὶ θεοῖς φίλον οἴκαδε προπέμψαντες, ἐν εὐθυμίαις καὶ χρησταῖς ἐλπίσιν ἦσαν. [21] Ἐν δὲ τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τοὺς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν ἐφ' ἁρπαγὴν καὶ σιτολογίαν. ἠγωνίσθη δὲ λαμπρῶς παρ' ἀμφοτέρων, καὶ Μέμμιος μὲν ὁ τῶν ὑπὸ Πομπηΐῳ στρατηγῶν ἡγεμονικώτατος ἐν τῷ καρτερωτάτῳ τῆς μάχης ἔπεσεν, ἐκράτει δὲ Σερτώριος καὶ φόνῳ πολλῷ τῶν ἔτι συνεστώτων ἐωθεῖτο πρὸς αὐτὸν τὸν Μέτελλον. ὁ δὲ παρ' ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος, παίεται δόρατι. τοῦτο τοὺς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δ' ἀκούσαντας, αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τοὺς πολεμίους παρέστη. προθέμενοι δὲ τοὺς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως, ἐξωθοῦσι τοὺς Ἴβηρας· καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος, καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφ' ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλ' ἐξηπάτα τοὺς πολεμίους. ἐκείνῳ γὰρ προσκαθεζόμενοι καὶ τὸ χωρίον οὐ χαλεπῶς λήψεσθαι προσδοκῶντες, τούς τε φεύγοντας τῶν βαρβάρων προΐεντο, καὶ τῆς ἀθροιζομένης αὖθις τῷ Σερτωρίῳ δυνάμεως ἠμέλησαν. ἠθροίζετο δὲ πέμψαντος ἡγεμόνας ἐπὶ τὰς πόλεις αὐτοῦ καὶ κελεύοντος, ὅταν ἤδη πολλοὺς ἔχωσιν, ἄγγελον ἀποστεῖλαι πρὸς αὐτόν. ἐπεὶ δ' ἀπέστειλαν, σὺν οὐδενὶ πόνῳ διεκπαισάμενος τοὺς πολεμίους, συνέμειξε τοῖς ἑαυτοῦ, καὶ πάλιν ἐπῄει πολὺς γεγονώς, καὶ περιέκοπτεν αὐτῶν τὴν μὲν ἀπὸ τῆς γῆς εὐπορίαν ἐνέδραις καὶ κυκλώσεσι καὶ τῷ πανταχόσε φοιτᾶν ὀξὺς ἐπιών, τὴν δ' ἐκ θαλάττης λῃστρικοῖς σκάφεσι κατέχων τὴν παραλίαν, ὥστ' ἠναγκάσθησαν οἱ στρατηγοὶ διαλυθέντες, ὁ μὲν εἰς Γαλατίαν ἀπελθεῖν, Πομπήϊος δὲ περὶ Βακκαίους διαχειμάσαι μοχθηρῶς ὑπ' ἀχρηματίας, γράφων πρὸς τὴν σύγκλητον ὡς ἀπάξοι τὸν στρατόν, εἰ μὴ πέμποιεν ἀργύριον αὐτῷ· καταναλωκέναι γὰρ ἤδη τὰ αὑτοῦ, προπολεμῶν τῆς Ἰταλίας. καὶ πολὺς ἦν [οὗτος] ἐν Ῥώμῃ λόγος, ὡς Πομπηΐου πρότερος εἰς Ἰταλίαν ἀφίξοιτο Σερτώριος· εἰς τοσοῦτον τοὺς πρώτους καὶ δυνατωτάτους τῶν τότε στρατηγῶν ἡ Σερτωρίου δεινότης κατέστησεν. [22] Ἐδήλωσε δὲ καὶ Μέτελλος ἐκπεπληγμένος τὸν ἄνδρα καὶ μέγαν ἡγούμενος· ἐπεκήρυξε γάρ, εἴ τις αὐτὸν ἀνέλοι Ῥωμαῖος, ἑκατὸν ἀργυρίου τάλαντα δώσειν καὶ πλέθρα δισμύρια γῆς, εἰ δὲ φυγάς, κάθοδον εἰς Ῥώμην, ὡς ἀπογνώσει φανερᾶς ἀμύνης ὠνούμενος τὸν ἄνδρα διὰ προδοσίας. ἔτι δὲ νικήσας ποτὲ μάχῃ τὸν Σερτώριον οὕτως ἐπήρθη καὶ τὴν εὐτυχίαν ἠγάπησεν, ὥστ' αὐτοκράτωρ ἀναγορευθῆναι, θυσίαις δ' αὐτὸν αἱ πόλεις ἐπιφοιτῶντα καὶ βωμοῖς ἐδέχοντο. λέγεται δὲ καὶ στεφάνων ἀναδέσεις προσίεσθαι καὶ δείπνων σοβαρωτέρων ὑποδοχάς, ἐν οἷς ἐσθῆτα θριαμβικὴν ἔχων ἔπινε, καὶ Νῖκαι πεποιημέναι δι' ὀργάνων ἐπιδρόμων χρύσεα τρόπαια καὶ στεφάνους διαφέρουσαι κατήγοντο, καὶ χοροὶ παίδων καὶ γυναικῶν ἐπινικίους ὕμνους ᾖδον εἰς αὐτόν. ἐφ' οἷς εἰκότως ἦν καταγέλαστος, εἰ δραπέτην Σύλλα καὶ λείψανον τῆς Κάρβωνος φυγῆς ἀποκαλῶν τὸν Σερτώριον, οὕτω κεχαύνωται καὶ περιχαρὴς γέγονεν ὑποχωρήσαντος αὐτοῦ περιγενόμενος. Μεγαλοφροσύνης δὲ τοῦ Σερτωρίου πρῶτον μὲν τὸ τοὺς φεύγοντας ἀπὸ Ῥώμης βουλευτὰς καὶ παρ' αὐτῷ διατρίβοντας σύγκλητον ἀναγορεῦσαι, ταμίας τε καὶ στρατηγοὺς ἐξ ἐκείνων ἀποδεικνύναι, καὶ πάντα τοῖς πατρίοις νόμοις τὰ τοιαῦτα κοσμεῖν· ἔπειτα τὸ χρώμενον ὅπλοις καὶ χρήμασι καὶ πόλεσι ταῖς Ἰβήρων μηδ' ἄχρι λόγου τῆς ἄκρας ἐξουσίας ὑφίεσθαι πρὸς αὐτούς, Ῥωμαίους δὲ καθιστάναι στρατηγοὺς καὶ ἄρχοντας αὐτῶν, ὡς Ῥωμαίοις ἀνακτώμενον τὴν ἐλευθερίαν, οὐκ ἐκείνους αὔξοντα κατὰ Ῥωμαίων. καὶ γὰρ ἦν ἀνὴρ φιλόπατρις καὶ πολὺν ἔχων ἵμερον τοῦ κατελθεῖν· ἀλλὰ δυσπραγῶν μὲν ἠνδραγάθει, καὶ ταπεινὸν μὲν οὐδὲν ἔπραττε πρὸς τοὺς πολεμίους, ἐν δὲ ταῖς νίκαις διεπέμπετο πρὸς Μέτελλον καὶ πρὸς Πομπήϊον, ἕτοιμος ὢν τὰ ὅπλα καταθέσθαι καὶ βιοῦν ἰδιώτης καθόδου τυχών· μᾶλλον γὰρ ἐθέλειν ἀσημότατος ἐν Ῥώμῃ πολίτης ἢ φεύγων τὴν ἑαυτοῦ πάντων ὁμοῦ τῶν ἄλλων αὐτοκράτωρ ἀναγορεύεσθαι. λέγεται δ' οὐχ ἥκιστα τῆς πατρίδος ἐπιθυμεῖν διὰ τὴν μητέρα, τραφεὶς ὀρφανὸς ὑπ' αὐτῇ καὶ τὸ σύμπαν ἀνακείμενος ἐκείνῃ. καλούντων δὲ τῶν περὶ τὴν Ἰβηρίαν φίλων αὐτὸν ἐφ' ἡγεμονίᾳ, πυθόμενος τὴν τελευτὴν τῆς μητρὸς ὀλίγον ἐδέησεν ὑπὸ λύπης προέσθαι τὸν βίον. ἑπτὰ γὰρ ἡμέρας οὔτε σύνθημα δοὺς οὔτ' ὀφθείς τινι τῶν φίλων ἔκειτο, καὶ μόλις οἱ συστράτηγοι καὶ ἰσότιμοι τὴν σκηνὴν περιστάντες ἠνάγκασαν αὐτὸν προελθόντα τοῖς στρατιώταις ἐντυχεῖν καὶ τῶν πραγμάτων εὖ φερομένων ἀντιλαμβάνεσθαι. διὸ καὶ πολλοῖς ἔδοξεν ἥμερος ἀνὴρ φύσει γεγονὼς καὶ πρὸς ἡσυχίαν ἔχων ἐπιεικῶς, δι' αἰτίας παρὰ γνώμην ταῖς στρατηγικαῖς ἀρχαῖς χρῆσθαι, καὶ μὴ τυγχάνων ἀδείας, ἀλλὰ συνελαυνόμενος ὑπὸ τῶν ἐχθρῶν εἰς τὰ ὅπλα, φρουρὰν ἀναγκαίαν τοῦ σώματος περιβάλλεσθαι τὸν πόλεμον. [23] Ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης. ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος ὁ Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δ' ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε, καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον, ὥρμητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες, οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου. πέμπει δὴ πρέσβεις ὁ Μιθριδάτης εἰς Ἰβηρίαν, γράμματα Σερτωρίῳ καὶ λόγους κομίζοντας, δι' ὧν αὐτὸς μὲν ἐπηγγέλλετο χρήματα καὶ ναῦς παρέξειν εἰς τὸν πόλεμον, ὑπ' ἐκείνου δ' ἠξίου τὴν Ἀσίαν αὐτῷ βεβαιοῦσθαι πᾶσαν, ἧς ὑπεχώρησε Ῥωμαίοις κατὰ τὰς πρὸς Σύλλαν γενομένας συνθήκας. ἀθροίσαντος δὲ τοῦ Σερτωρίου βουλήν, ἣν σύγκλητον ὠνόμαζε, καὶ τῶν ἄλλων δέχεσθαι τὰς προκλήσεις καὶ ἀγαπᾶν κελευόντων -- ὄνομα γὰρ καὶ γράμμα κενὸν αἰτουμένους περὶ τῶν οὐκ ὄντων ἐπ' αὐτοῖς, ἀντὶ τούτων λαμβάνειν ὧν μάλιστα δεόμενοι τυγχάνουσιν --, οὐκ ἠνέσχετο [ὁ] Σερτώριος, ἀλλὰ Βιθυνίαν μὲν ἔφη καὶ Καππαδοκίαν λαμβάνοντι Μιθριδάτῃ μὴ φθονεῖν, ἔθνη βασιλευόμενα καὶ μηδὲν προσήκοντα Ῥωμαίοις· ἣν δὲ τῷ δικαιοτάτῳ τρόπῳ Ῥωμαίων κεκτημένων ἐπαρχίαν ἀφελόμενος καὶ κατασχών, πολεμῶν μὲν ἐξέπεσεν ὑπὸ Φιμβρίου, σπενδόμενος δὲ πρὸς Σύλλαν ἀφῆκε, ταύτην οὐκ ἔφη περιόψεσθαι πάλιν ὑπ' ἐκείνῳ γενομένην· δεῖν γὰρ αὔξεσθαι τὴν πόλιν ὑπ' αὐτοῦ κρατοῦντος, οὐκ ἐλαττώσει τῶν ἐκείνης κρατεῖν αὐτόν· γενναίῳ γὰρ ἀνδρὶ μετὰ τοῦ καλοῦ νικᾶν αἱρετόν, αἰσχρῶς δ' οὐδὲ σῴζεσθαι. [24] Ταῦτ' ἀπαγγελθέντα Μιθριδάτης διὰ θάμβους ἐποιεῖτο, καὶ λέγεται μὲν εἰπεῖν πρὸς τοὺς φίλους· "τί δῆτα προστάξει Σερτώριος ἐν Παλατίῳ καθεζόμενος, εἰ νῦν εἰς τὴν Ἀτλαντικὴν ἐξεωσμένος θάλασσαν ὅρους ἡμῶν τῇ βασιλείᾳ τίθησι καὶ πειρωμένοις Ἀσίας ἀπειλεῖ πόλεμον;" οὐ μὴν ἀλλὰ γίνονταί γε συνθῆκαι καὶ ὅρκοι, Καππαδοκίαν καὶ Βιθυνίαν ἔχειν Μιθριδάτην, Σερτωρίου στρατηγὸν αὐτῷ καὶ στρατιώτας πέμποντος, Σερτώριον δὲ παρὰ Μιθριδάτου λαβεῖν τρισχίλια τάλαντα καὶ τεσσαράκοντα ναῦς. πέμπεται δὲ καὶ στρατηγὸς εἰς Ἀσίαν ὑπὸ Σερτωρίου τῶν ἀπὸ βουλῆς πεφευγότων πρὸς αὐτὸν Μᾶρκος Μάριος, ᾧ συνεξελών τινας πόλεις τῶν Ἀσιάδων ὁ Μιθριδάτης εἰσελαύνοντι μετὰ ῥάβδων καὶ πελέκεων αὐτὸς εἵπετο, δευτέραν τάξιν καὶ σχῆμα θεραπεύοντος ἑκουσίως ἀνειληφώς. ὁ δὲ τὰς μὲν ἠλευθέρου, ταῖς δ' ἀτέλειαν γράφων χάριτι Σερτωρίου κατήγγελλεν, ὥστε τὴν Ἀσίαν αὖθις ἐνοχλουμένην μὲν ὑπὸ τῶν τελωνῶν, βαρυνομένην δὲ ταῖς πλεονεξίαις καὶ ὑπερηφανίαις τῶν ἐπισκήνων, ἀναπτερωθῆναι πρὸς τὴν ἐλπίδα καὶ ποθεῖν τὴν προσδοκωμένην μεταβολὴν τῆς ἡγεμονίας. [25] Ἐν δ' Ἰβηρίᾳ τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων, ὡς πρῶτον εἰς ἀντίπαλον ἐλπίδα κατέστησαν ἐπανέντος τοῦ φόβου, φθόνος ἥπτετο καὶ ζῆλος ἀνόητος τῆς ἐκείνου δυνάμεως. ἐνῆγε δὲ Περπέννας, δι' εὐγένειαν ἐπαιρόμενος φρονήματι κενῷ πρὸς τὴν ἡγεμονίαν, καὶ λόγους μοχθηροὺς διεδίδου κρύφα τοῖς ἐπιτηδείοις· "τίς ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθάσαντες ὡς ἐλεύθεροι βιωσόμενοι δουλεύομεν ἑκουσίως, τὴν Σερτωρίου δορυφοροῦντες φυγήν, ὄνομα χλευαζόμενον ὑπὸ τῶν ἀκουόντων, σύγκλητος, ὄντες, ὕβρεις δὲ καὶ προστάγματα καὶ πόνους οὐκ ἐλάττονας Ἰβήρων καὶ Λυσιτανῶν ὑπομένοντες;" τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο καὶ τοὺς βαρβάρους ἐκάκουν, κολάζοντες πικρῶς καὶ δασμολογοῦντες ὡς Σερτωρίου κελεύοντος. ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τὰς πόλεις. οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τὰς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δ' ἀποδόμενον. [26] Ὁ δ' οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν, προσάγεται καὶ Μάλλιον, ἕνα τῶν ἐφ' ἡγεμονίας. οὗτος ἐρῶν τινος τῶν ἐν ὥρᾳ μειρακίου καὶ φιλοφρονούμενος πρὸς αὐτό, φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν, ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ. τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον. ἀκούσας δ' ὁ Αὐφίδιος ἐξεπλάγη· καὶ γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα. Περπένναν δὲ καὶ Γραικῖνον καί τινας ἄλλους ὧν αὐτὸς ᾔδει συνωμοτῶν ὀνομάζοντος τοῦ μειρακίου, διαταραχθεὶς πρὸς ἐκεῖνον μὲν ἐξεφλαύριζε τὸν λόγον καὶ παρεκάλει τοῦ Μαλλίου καταφρονεῖν ὡς κενοῦ καὶ ἀλαζόνος, αὐτὸς δὲ πρὸς τὸν Περπένναν πορευθεὶς καὶ φράσας τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸν κίνδυνον, ἐκέλευσεν ἐπιχειρεῖν. οἱ δ' ἐπείθοντο, καὶ παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον· ἐδήλου δὲ τὰ γράμματα νίκην τινὸς τῶν ὑπ' αὐτῷ στρατηγῶν καὶ φόνον πολὺν τῶν πολεμίων. ἐφ' οἷς τοῦ Σερτωρίου περιχαροῦς ὄντος καὶ θύοντος εὐαγγέλια, Περπέννας ἑστίασιν αὐτῷ καὶ τοῖς παροῦσι φίλοις (οὗτοι δ' ἦσαν ἐκ τῆς συνωμοσίας) ἐπηγγέλλετο, καὶ πολλὰ λιπαρήσας ἔπεισεν ἐλθεῖν. ἀεὶ μὲν οὖν τὰ μετὰ Σερτωρίου δεῖπνα πολλὴν εἶχεν αἰδῶ καὶ κόσμον, οὔθ' ὁρᾶν τι τῶν αἰσχρῶν οὔτ' ἀκούειν ὑπομένοντος, ἀλλὰ καὶ τοὺς συμπίνοντας εὐτάκτοις καὶ ἀνυβρίστοις παιδιαῖς χρῆσθαι καὶ φιλοφροσύναις ἐθίζοντος· τότε δὲ τοῦ πότου μεσοῦντος ἀρχὴν ἁψιμαχίας ζητοῦντες, ἀναφανδὸν ἀκολάστοις ἐχρῶντο ῥήμασι, καὶ πολλὰ προσποιούμενοι μεθύειν ἠσέλγαινον ὡς παροξυνοῦντες ἐκεῖνον. ὁ δ' εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καὶ τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κλίσεως, ὕπτιον ἀνεὶς ἑαυτὸν ὡς οὔτε προσέχων οὔτε κατακούων. ἐπεὶ δ' ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου καὶ μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καὶ ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς σύμβολον, Ἀντώνιος ὑπερκατακείμενος παίει τῷ ξίφει τὸν Σερτώριον. ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καὶ συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδ' ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν. [27] Οἱ μὲν οὖν πλεῖστοι τῶν Ἰβήρων εὐθὺς ᾤχοντο καὶ παρέδωκαν ἑαυτοὺς ἐπιπρεσβευσάμενοι τοῖς περὶ Πομπήϊον καὶ Μέτελλον· τοὺς δὲ συμμείναντας ὁ Περπέννας ἀναλαβὼν ἐπεχείρει τι πράττειν. χρησάμενος δὲ ταῖς Σερτωρίου παρασκευαῖς ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι μήτ' ἄρχειν μήτ' ἄρχεσθαι πεφυκώς, Πομπηΐῳ συνέβαλε, καὶ ταχὺ συντριβεὶς ὑπ' αὐτοῦ καὶ γενόμενος αἰχμάλωτος, οὐδὲ τὴν ἐσχάτην ὑπέμεινε συμφορὰν ἡγεμονικῶς, ἀλλὰ τῶν Σερτωρίου γραμμάτων κύριος γεγονώς, ὑπισχνεῖτο Πομπηΐῳ δείξειν ὑπατικῶν ἀνδρῶν καὶ μέγιστον ἐν Ῥώμῃ δυναμένων αὐτογράφους ἐπιστολάς, καλούντων Σερτώριον εἰς Ἰταλίαν, ὡς πολλῶν ποθούντων τὰ παρόντα κινῆσαι καὶ μεταβαλεῖν τὴν πολιτείαν. ἔργον οὖν ὁ Πομπήϊος οὐ νέας φρενός, ἀλλ' εὖ μάλα βεβηκυίας καὶ κατηρτυμένης ἐργασάμενος, μεγάλων ἀπήλλαξε τὴν Ῥώμην φόβων καὶ νεωτερισμῶν. τὰς μὲν γὰρ ἐπιστολὰς ἐκείνας καὶ τὰ γράμματα τοῦ Σερτωρίου συναγαγὼν ἅπαντα κατέκαυσεν, οὔτ' ἀναγνοὺς οὔτ' ἐάσας ἕτερον, αὐτὸν δὲ τὸν Περπένναν κατὰ τάχος ἀνεῖλε, φοβηθεὶς μὴ τῶν ὀνομάτων ἐξενεχθέντων πρός τινας ἀποστάσεις καὶ ταραχαὶ γένωνται· τῶν δὲ τῷ Περπέννᾳ συνομοσαμένων οἱ μὲν ἐπὶ Πομπήϊον ἀναχθέντες διεφθάρησαν, οἱ δὲ φεύγοντες εἰς Λιβύην ὑπὸ Μαυρουσίων κατηκοντίσθησαν, διέφυγε δ' οὐδεὶς πλὴν Αὐφίδιος [ὁ τοῦ Μαλλίου ἀντεραστής]· οὗτος δ' ἢ λαθὼν ἢ παραμεληθεὶς ἔν τινι βαρβάρῳ κώμῃ πενόμενος καὶ μισούμενος κατεγήρασεν.
Le versioni del tuo libro senza doverle cercare?