Polieno - Gli stratagemmi LIBRO III

GLI STRATAGEMMI DI POLIENO LIBRO III

Στρατηγήματα ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ .

Καὶ τόδε ὑμῖν τρίτον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ἀφ᾽ ὧν οὐ πολεμοῦσι μόνον, ἀλλὰ καὶ τὴν εἰρήνην ἄγουσιν ὠφελιμώτατον ἂν χρῆμα γένοιτο ἡ στρατηγικὴ σοφία καὶ τέχνη. ἅπασι μὲν γὰρ τοῖς ἄρχουσι δεῖ τῆς πολιτικῆς στρατηγίας καὶ προμηθείας, ᾗ τὰς πόλεις ἐς τὸ πράσσειν ἃ χρὴ ὑπάξονται. ὑμεῖς δὲ τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντες καὶ τῶν ὅλων προεστηκότες ἀεὶ μετὰ στρατηγικῆς ἐπιστήμης βουλεύεσθε τὰ συμφέροντα τοῖς ἀρχομένοις· ὥστε ἐν μὲν εἰρήνῃ δεῖ ἐγγυμνάζειν τὴν γνώμην τοῖς στρατηγικοῖς ἐνθυμήμασιν, ἐν δὲ πολέμῳ - τί χρὴ καὶ γράφειν;

πρόδηλον γάρ. ΔΗΜΟΣΘΕΝΗΣ. Δημοσθένης Πύλου Λακωνικὴν φρουρὰν ἐχούσης ἔπλευσεν ἐπὶ τὴν ἄκραν. οἱ Λάκωνες τὴν Πύλον ἐκλιπόντες ἐπὶ τὴν ἄκραν ᾔεσαν, ὡς ἀποβησόμενον εὑρόντες ἂν ἤδη τῆς ὁδοῦ μακρᾶς οὔσης. ἤδη μὲν ἐπέλαζον οἱ πολέμιοι τῇ ἄκρᾳ· Δημοσθένης δὲ ἀποστρέψας ἐπὶ τὴν πόλιν κατέσχε τὴν Πύλον ἀνδρῶν κενήν.

Δημοσθένης Ἀκαρνάνων καὶ Ἀμφιλόχων στρατηγῶν ἀντικρὺ Πελοποννησίων ἐστρατοπέδευεν χαράδρας μεγάλης διειργούσης. ὁρῶν δὲ πολλῷ πλείονας τοὺς πολεμίους καὶ τὸ στρατόπεδον ὑπερφαλαγγούμενον ἐς τὸ κοῖλον καὶ λοχμῶδες ἐνελόχισεν ὁπλίτας καὶ ψιλοὺς τριακοσίους, ὅπως, ἐπειδὰν ὑπερφαλαγγήσωσιν οἱ ἐναντίοι κατὰ τὸ ὑπερβάλλον αὐτῶν, ἐξαναστάντες κατὰ νώτου γένοιντο. οἱ μὲν ὑπερεφαλάγγησαν, οἱ δὲ ἐξόπισθεν ἐξανέστησαν καὶ ἄφνω προσπεσόντες οὐ σὺν πολλῷ πόνῳ τὴν μάχην ἐνίκησαν. ΠΑΧΗΣ. Πάχης Νότιον πολιορκῶν Ἱππίαν στρατηγὸν Πιςσούθνου κοινολογησόμενον προελθεῖν ἔξω τείχους ἠξίωσεν συνθέμενος ἀβλαβῆ καὶ ζῶντα ἀποπέμψειν· ἐπεὶ δὲ προῆλθε, φυλακὴν αὐτῷ περιστήσας τὸ Νότιον κατὰ κράτος ἐξεῖλεν. καὶ τότε Ἱππίαν ἐς τὴν πόλιν ζῶντα ἐσήγαγεν, ὡς ἐσπείσατο, καὶ μετὰ τοῦτο κατηκόντισεν. ΤΟΛΜΙΔΗΣ. Τολμίδης, Ἀθηναίων ψηφισαμένων αὐτῷ δοθῆ- ναι κατάλογον ἀνδρῶν χιλίων, ἑκάστῳ προσιὼν τῶν νέων ἔφασκεν, ὡς μέλλοι καταλέγειν αὐτὸν, εἴη δὲ ἄμεινον ἑκόντα στρατεύεσθαι. τρισχίλιοι μὲν ἀπε- γράψαντο ἑκόντες, οἱ λοιποὶ δὲ οὐκ ἐπείθοντο. Τολ- μίδης ἐκ τῶν μὴ πειθομένων κατέλεξε τοὺς χιλίους καὶ πεντήκοντα τριήρεις ἐπλήρωσεν ἀντὶ χιλίων τετρα- κισχιλίοις ἀνδράσιν. ΦΟΡΜΙΩΝ. Φορμίων ἀποβὰς ἐς τὴν Χαλκιδέων ἁρπάσας οὐκ ὀλίγα τῶν ἐκ τῆς χώρας Σκύρῳ προσέσχεν. Χαλκιδεῖς ἐπρεσβεύσαντο ἀπαιτοῦντες· ὁ δὲ κρύφα καθῆκεν ὑπη- ρετικὸν ὡς Ἀθήνηθεν ἧκον τοῦ δήμου καλοῦντος αὐτὸν ἐς Πειραιᾶ διὰ τάχους. τοῖς μὲν πρεσβευταῖς ἀπέ- δωκεν ὅσα ἔτυχον ἀπαιτοῦντες, αὐτὸς δὲ ἀναχθεὶς ὑπὸ νησίον ὡρμίσατο τὴν νύκτα. οἱ Χαλκιδεῖς καὶ τῷ κομίσασθαι τὰ ἴδια καὶ τῷ νομίσαι τὸν Φορμίωνα Ἀθήναζε πεπλευκέναι ἀφυλάκτως καὶ τῆς πόλεως καὶ τῆς χώρας εἶχον. ὁ δὲ ἀφυλάκτοις ἐπελθὼν ὀλίγου μὲν καὶ τὴν πόλιν κατέσχεν· ὅση δὲ ἦν λεία κατὰ τὴν χώραν, ἅπασαν ἐξήγαγεν. Φορμίων τριάκοντα ναῦς ἔχων πρὸς πεντήκοντα ναῦς πολεμίων ἀναχθεὶς ἔταξε τὰς ἰδίας ἐπὶ πέντε καὶ παρὰ τὴν τάξιν τῶν ἐναντίων αὐτὰς ἐκείνας προς- ῆγεν ὀρθίοις τάγμασιν. τῶν δὲ ἐναντίων διὰ τὴν πολλὴν προθυμίαν ταχέως διασπαρεισῶν καὶ τῶν τα- χίστων τριήρων πολὺ τὰς ἄλλας ἐν τῇ διώξει κατα- λιπουσῶν, συνιδὼν τὴν ἀταξίαν αὐτῶν Φορμίων, ἐπι- στρέψας τὴν ἑαυτοῦ πεντεναΐαν ἐνέβαλλε ταῖς γενομέ- ναις αὐτοῦ πλησίον τριήρεσι καὶ ταύτας καταδύσας ἐπὶ τὰς ἄλλας ἐπέπλει· καὶ τῶν ἄλλων τριηραρχῶν ταὐτὰ πράσσειν πειρωμένων φυγὴ τῶν πολεμίων ἐγέ- νετο. οἱ δὲ περὶ Φορμίωνα διώκοντες τὰς πλείστας αὐτῶν καταδύσαντες τὴν νίκην ἀνείλοντο. Φορμίων περὶ Ναύπακτον ἐν τῇ Παράλῳ πλέων ὑπὸ δύο τριήρων ἐδιώκετο. ὁρμούσης δὲ ἐπὶ σάλου νεὼς ὁλκάδος, ἤδη καταλαμβανόμενος περὶ ταύτην ἔκαμψεν καὶ τῇ βραδυτέρᾳ τῶν τριήρων κατὰ πρύμναν ἐνσείσας κατέδυσε καὶ διὰ τάχους ἐπὶ τὴν ἑτέραν ἐπι- στρέψας εὐκόλως καὶ ταύτην διέφθειρεν. ΚΛΕΙΣΘΕΝΗΣ. Κλεισθένης Κίρραν ἐπολιόρκει. μάντευμα ἦν Κιρραίοις, ἀνάλωτον ἔσεσθαι τὴν πόλιν, ἕως ἂν ψαύσῃ τῆς Κιρραίας γῆς ἡ θάλαττα. οἱ μὲν Κιρραῖοι κατε- φρόνουν πλεῖστον ἀπέχοντες θαλάττης. ἡ δὲ Κίρρα γῆς ἱερᾶς ἔψαυε καθηκούσης ἐπὶ θάλατταν. ὁ Κλει- σθένης τὸ μαντεῖον μαθὼν καθιέρωσε τῷ θεῷ τήν τε πόλιν καὶ τὴν χώραν τὴν Κιρραίαν, ἵνα πᾶσα ἱερὰ γενομένη κατὰ τὸν χρησμὸν ψαύσειε τῆς θαλάττης. τοῦτο πράξας ἐκράτησεν καὶ ἀνέθηκε τὴν χώραν τῷ θεῷ. ΦΡΥΝΙΧΟΣ. Φρύνιχος ἐν Σάμῳ στρατηγῶν προδιδοὺς τὴν πόλιν, ἐν τῷ μέλλειν διαβληθεὶς καταφανὴς γίγνεσθαι μέλλων, φθάσας προεῖπε τοῖς Σαμίοις ὅσα δρᾶν ἔμελ- λον οἱ πολέμιοι. κατὰ τὸ ἀτείχιστον τῆς Σάμου μέλλουσι προσβάλλειν οὐ πασῶν ἔνδον ὁρμουσῶν τῶν νεῶν. ἀλλὰ προλαβόντες τειχίσωμεν. οἱ μὲν ἤρχοντο τοῦ τειχισμοῦ. οἱ δὲ περὶ Ἀλκιβιάδην ἐχθροὶ γράμματα Σαμίοις ἔπεμψαν μηνύοντα τὴν Φρυνίχου προδοσίαν. Σάμιοι τοῖς ἔργοις Φρυνίχου μᾶλλον ἐπί- στευσαν ὡς ἀγαθοῦ στρατηγοῦ ἢ τοῖς τῶν ἐχθρῶν γράμμασιν. ΛΑΧΑΡΗΣ. Λαχάρης ἁλισκομένων Ἀθηνῶν ὑπὸ Δημητρίου ἐσθῆτα οἰκετικὴν καὶ ἄγροικον λαβὼν, μέλανι χρί- σας τὸ πρόσωπον, κάλαθον ὑπὸ κόλπου κομίζων, διὰ πυλίδος μικρᾶς ὑπεξελθὼν, ἐπιβὰς ἵππου, δαρεικοὺς χρυσοῦς μετὰ χεῖρας ἔχων ἔφευγεν. ἱππεῖς Ταραντῖνοι πολλῇ σπουδῇ διώκοντες οὐκ ἀνίεσαν. ὁ δὲ κατ᾽ ὀλίγους τῶν δαρεικῶν ἐρρίπτει κατὰ τῆς ὁδοῦ· οἱ δὲ καταβαίνοντες ἀπὸ τῶν ἵππων συνέλεγον τὸ χρυσίον. τούτου γενομένου πολλάκις ἡ δίωξις μὲν διεκόπτετο, Λαχάρης δὲ ἱππεύσας ἔφθασεν ἐς τοὺς Βοιωτούς. Λαχάρης Θηβῶν ἁλισκομένων εἰς τοὺς ὑπονόμους καταδὺς, μετὰ τρεῖς ἢ τέτταρας ἡμέρας ἑσπέρας ὑπεξ- ελθὼν εἰς Δελφοὺς ἀφίκετο κἀκεῖθεν ὡς Λυσίμαχον. Λαχάρης τῶν πολεμίων Σηστοῦ κρατησάντων ὀλίγας μὲν ἡμέρας ἐν λάκκῳ διήγαγε καταδεδυκὼς, τροφὰς ὀλίγας ἔχων, ὅσον μὴ τελευτῆσαι· γυναικὸς δὲ ἐκφορὰν οἰκείου νεκροῦ ποιουμένης ἐν γυναικείᾳ στολῇ ταῖς πενθούσαις ἀναμεμιγμένος, καλύπτραν ἔχων μέλαιναν ἐξῆλθεν ἔξω τείχους καὶ νυκτὸς ἐπιγενομένης ἐς Λυσιμάχειαν διῆλθεν. ΑΡΧΙΝΟΣ. Ἀρχῖνος Ἀργείων ὅπλα ποιουμένων δημοσίᾳ πᾶσι τοῖς πολίταις ἐπιμελητὴς τῶν ἐργαζομένων ἀποδειχθεὶς, καινὸν ὅπλον ἑκάστῳ τῶν πολιτῶν διδοὺς τὸ παλαιὸν ἐλάμβανεν ὡς ἀναθήσων τοῖς θεοῖς· καὶ γὰρ οὕτως ἦν τοῖς Ἀργείοις δεδογμένον. ἐπεὶ δὲ τὰ παλαιὰ πάντων ὅπλα μόνος ἤθροισεν, ὁπλίσας ξένους καὶ μετοίκους καὶ ἀτίμους καὶ πένητας τὴν Ἀργείων τυραν- νίδα κατέσχεν. ΙΦΙΚΡΑΤΗΣ. Ἰφικράτης ἐπὶ τοὺς πολεμίους προῆγε τὴν φά- λαγγα· τῶν στρατιωτῶν τινὲς ὀκνηροὶ καὶ δειλοὶ καὶ ὠχριῶντες εἵποντο. τούτους ἰδὼν Ἰφικράτης κατὰ βραχὺ προελθὼν ἐκήρυξε· τῆς στρατείας γενομένης ἄφνω, εἴ τις ἀπολέλοιπέ τι, ἀναστρεφέτω καὶ παρα- σκευασάμενος καλῶς ἐπανηκέτω. ἥσθησαν οἱ δειλοὶ καὶ αὐτίκα ἀνέστρεψαν. ὁ δὲ Ἰφικράτης οὐκ ἀναμεί- νας νῦν, ἔφη, ἄνδρες, τῶν ἀνδραπόδων ἀπηλλαγ- μένων ἡμεῖς τοῖς πολεμίοις συνάψωμεν, ἵνα καὶ μόνοι τοὺς καρποὺς τῆς ἀνδραγαθίας λάβωμεν. πολλῷ μᾶλλον ἐθάρσησαν οἱ στρατιῶται, καὶ συμβαλόντες ἄνευ τῶν δειλῶν ἐνίκησαν. Ἰφικράτης τοὺς πολεμίους ἐς φυγὴν τρεψάμενος εἵπετο σχέδην ἄγων τὴν φάλαγγα καὶ παραγγέλλων ἔφη οἱ μὲν ἐλαφροὶ φυλάττεσθε τὰς ἐνέδρας, τῶν δὲ φευγόντων τοῖς ὑπολειπομένοις ἐνοχλεῖτε· ᾗ ποταμῶν διαβάσεις, ᾗ καὶ τόποι στενοὶ καὶ τάφροι, ταύτῃ μά- λιστα κυκλοῦσθαι τοὺς φεύγοντας οὐ χρὴ, ἵνα μὴ ἀναγκάζοιντο ἐξ ἀπονοίας μάχεσθαι· τῶν τειχῶν ἐγγὺς διώκειν οὐ συμφέρει· πολλοὶ γὰρ ἤδη λαθόντες ἐντὸς βέλους ἐγένοντο καὶ κακῶς παθόντες ἀνεχώρησαν. Ἰφικράτης νύκτωρ κατελάβετο πολεμίαν πόλιν· οἱ δὲ συνέφευγον ἐς τὴν ἀγορὰν καὶ πλῆθος ἠθροί- ζοντο. Ἰφικράτης ἀνοίγειν ἐκέλευσε τὰς πύλας παρ- έχων αὐτοῖς ἀφορμὴν τοῦ φεύγειν, ἵνα τῆς πόλεως αὐτὸς ἀκινδυνότερον κρατήσειεν. Ἰφικράτης ἐν Θράκῃ ἐνέβαλλεν. τῶν στρατιωτῶν αὐτοῦ φοβηθέντων τοὺς πολεμίους καὶ ἐς φυγὴν τρε- πομένων ἐκήρυξεν, ὃς ἂν μηνύσῃ τὸν ἀφέντα τὸν ὄνον ἐς τὰ ὅπλα τάλαντον ἀργυρίου λήψεται, ὡς δὴ Πανικοῦ γεγονότος. τούτῳ τῷ κηρύγματι τὰς ψυχὰς τῶν στρατιωτῶν ἀνεκαλέσατο καὶ πρὸς τὸ μένειν εὐ- θυμοτέρους ἐποίησεν. Ἰφικράτης διὰ μέσων πολεμίων ἐξελθεῖν βουλό- μενος ἔπεμψε νύκτωρ ἐπὶ τὰ ἄκρα τῶν κατεχομένων χωρίων σαλπιγκτὰς τὸ πολεμικὸν σημῆναι προστάξας. οἱ μὲν ἐσήμηναν· οἱ πολέμιοι δὲ ἀνέδραμον πρὸς τὸν ἦχον τῶν σαλπιγκτῶν. Ἰφικράτης ἀσφαλῶς διῆλθε τῶν πολεμίων τὸν μέσον τόπον ἔρημον καταλιπόντων. Ἰφικράτης ἡττηθεὶς μετ᾽ ὀλίγων κατέφυγεν ἐς χωρίον δασὺ καὶ πολύδενδρον. ἐπεὶ δὲ ἐφυλάσσετο, προσέταξε νύκτωρ κατὰ θάτερον μέρος ποιῆσαι θόρυ- βον. τῶν πολεμίων τραπομένων πρὸς τὸ θορυβοῦν μέρος αὐτὸς κατὰ θάτερον ἐξῆλθεν ἀκωλύτως. Ἰφικράτης ἀντιστρατευομένων τῶν πολεμίων προ- ῆλθε τρισὶν ἡμέραις λαθών. μηχανησάμενος τὸ λαθεῖν ξύλα ξηρὰ ὑφῆψε καὶ τοῖς ξηροῖς χλωρὰ ἐπέθηκεν· ὁ δὲ ἀὴρ παχὺς καὶ ὁμιχλώδης γενόμενος ἐπεσκότησε ταῖς τῶν πολεμίων ὄψεσιν. Ἰφικράτης πλείους εἶχε στρατιώτας τῶν πολεμίων, καὶ οἱ μάντεις καλὰ τὰ ἱερὰ προὔλεγον· ἀλλ᾽ οὐκ ἔκρινε παρατάξασθαι. ὡς δὲ παράλογος ἡ μέλλησις τοῖς πολλοῖς ἐγένετο τὰ ἐν τῇ διανοίᾳ μου ἱερὰ οὐκ ἐπέτρεψεν, ἔφη, συνάψαι μάχην· πολλοὶ γὰρ ὄντες οἱ στρατιῶται οὔτε προβαλέσθαι ὁμοῦ δυνατοὶ ἦσαν οὔτε παιωνίσαι· ἡνίκα δὲ παρήγγειλα κλῖναι τὸ δόρυ, πλείων ἐξηκούετο ψόφος τῶν ὀδόντων ἢ τῶν ὅπλων. Ἰφικράτης τῶν μάντεων ἀπαγορευόντων οὐκ εὐθὺς ἐπείθετο, ἀλλὰ ἢ τὸ πλῆθος μετέταττεν ἢ χώραν ὑπήλ- λαττεν ἢ τὸ χωρίον μετέβαλλεν καὶ πάλιν ἐπὶ τούτοις ἐθύετο. τοῦτο ἐποίει πολλάκις, οὐ μιᾷ σκέψει τὸν τοῦ παντὸς κίνδυνον ἐπιτρέπων. Ἰφικράτης Λακεδαιμονίοις παραταξόμενος ἡγεῖτο. πολλοὶ παρεκάλουν αὐτὸν, ὅπως ἀποφήνῃ τὸν μὲν χιλίαρχον, τὸν δὲ πεντακοσίαρχον· καὶ ἄλλος ταξίαρ- χος καὶ λοχαγὸς ἕτερος ἐσπούδαζον γενέσθαι. πάντας τοὺς παρακαλοῦντας ἀνεβάλλετο ἐς καιρὸν ἐπιτήδειον. ὁ δὲ καιρὸς οὗτος ἦν. προάγει τὴν φάλαγγα καὶ καθιστάμενος τὴν τάξιν ἐκέλευσεν ἐν ἀπορρήτῳ κινῆ- σαι Πανικὸν ὡς καὶ τῶν πολεμίων ἐμβεβληκότων. ταραχὴ μεγάλη πάντων· οἱ μὲν δειλοὶ φοβηθέντες ἀνεχώρουν· οἱ δὲ ἀνδρεῖοι προῆλθον ἀντιταξόμενοι τοῖς πολεμίοις. Ἰφικράτης γελάσας ὡμολόγησε τὸ Πανικὸν αὐτὸς κεκινηκέναι πειρώμενος τῶν δυναμένων ἡγεῖσθαι. τοῖς μὲν δὴ μείνασι χιλιαρχίας καὶ ταξιαρ- χίας ἔδωκεν, τοὺς δὲ ἀναχωρήσαντας ἐκέλευσε τούτοις ἕπεσθαι. Ἰφικράτης μέλλων καταστρατοπεδεύειν ἔπεμψέ τινας καταληψομένους τόπον ὀχυρὸν πορρωτάτω τοῦ στρατοπέδου. θαυμασάντων τῶν παρόντων καὶ ἐρο- μένων τί καταλαμβάνεις; Ἰφικράτης ὑπολαβὼν ἔφη τὸ τίς ἂν ἤλπισε τοῦτ᾽ ἔσεσθαι; παιδεύων, ὡς ἐν πολέμῳ χρὴ φυλακὴν εἶναι καὶ τῶν οὐκ ἐλπιζομένων. Ἰφικράτης ἐν πεδίῳ μεγάλῳ παρετάσσετο. οἱ πο- λέμιοι πολλῷ πλείους ὄντες προσέβαλον· ὁ δὲ κατόπιν τῶν αὑτοῦ στρατιωτῶν τάφρον βαθεῖαν ὤρυξεν, ὡς μὴ φυγῆς ἐλπίδας ἔχοντες γενναιότερον ἀγωνίζοιντο μένοντες. Ἰφικράτης, εἰ μὲν ἀγυμνάστοις παρετάσσετο στρα- τιώτας ἔχων ἠσκημένους, οὐ παραχρῆμα συνῆπτεν ἐς μάχην, τρίβων δὲ τὸν χρόνον ἐν τῇ συστάσει προεξέλυε τοὺς πολεμίους ὡς πονεῖν ἔλαττον εἰθισμένους καὶ τότε ἐπετίθετο. εἰ δὲ προγεγυμνασμένοις ἔμελλε μάχε- σθαι αὐτὸς ἔχων στρατιώτας ἀγυμνάστους, συνεπλέκετο παραχρῆμα ἐς μάχην ταῖς πρώταις ὁρμαῖς τῶν οἰκείων ἀκμαίως ἀποχρώμενος. Ἰφικράτης πολεμίους τρεψάμενος ἐς χωρίον στε- νὸν συνήλασεν· ὁρῶν δὲ μηδεμίαν ὁδὸν ἀναχωρήσεως αὐτοὺς ἔχοντας ἢ μόνην τὴν ἐκ τοῦ νικᾶν ἀνάγκην εἰπὼν μὴ ἀναγκάσωμεν ἀγαθοὺς γενέσθαι τοὺς πο- λεμίους ἔδωκεν αὐτοῖς πρὸς τὸ φυγεῖν καιρὸν καὶ τόπον, ἵνα τὴν νίκην αὐτὸς ἀκινδύνως ἔχοι. Ἰφικράτης θανάτου δίκην φεύγων παρεστήσατο νεανίσκους ἐγχειρίδια κατακεκρυμμένα ἔχοντας, οἳ παρα- φαίνοντες τοῖς δικασταῖς τὰς λαβὰς οὕτως αὐτοὺς κατέπληξαν, ὥστε φοβηθέντες ἀπεδίκασαν τὴν δίκην. Ἰφικράτης καὶ ὡς τὸν κηδεστὴν ἀπιὼν ἐπὶ τὴν ἑστίαν τὸν θώρακα ἐνεδύετο λέγων μελετῶ φυλάτ- τεσθαι. Ἰφικράτης καὶ ἐν τῇ φιλίᾳ τὸν χάρακα ἐβάλλετο λέγων οὐ στρατηγικὸν τὸ οὐκ ᾤμην. Ἰφικράτης πολεμίους ἐγγύθεν ἐπικειμένους λα- θεῖν βουλόμενος καὶ ἀκινδύνως ἀναζεῦξαι, ὅσα ἦν ἐν τῷ τόπῳ δένδρα περιέκοψε καὶ προσήρτησεν αὐτοῖς ἀσπίδας, κράνη, δόρατα. οἱ μὲν δὴ πολέμιοι φαντα- σίαν εἶχον μενόντων, Ἰφικράτης δὲ μετὰ τοῦ στρα- τοπέδου παντὸς ἀσφαλῶς ἀνέζευξεν. Ἰφικράτης, εἰ μὲν πλείους τῶν πολεμίων ἔχοι στρατιώτας, βουλόμενος λαθεῖν, ἵνα καταφρονοῦντας αὐτοὺς λάβοι, μίαν στιβάδα τοὺς δύο στρατιώτας ἐκέλευε ποιεῖσθαι, ἐπὶ ταύτης ἀνὰ μέρος ἀναπαύεσθαι καὶ τὰ ὅπλα ἐπ᾽ ἄλληλα τιθέναι. εἰ δὲ ὀλίγους ἔχοι, ὅπως μὴ καταφρονοῖντο, τὸν ἕνα στρατιώτην δύο στι- βάδας ποιεῖσθαι προσέταττε καὶ ταχέως ἐς ἄλλο χω- ρίον μετανίστατο. τῶν δὲ πολεμίων τὰς στιβάδας καταμαθόντων καὶ τὸ πλῆθος καταπλαγέντων τηνι- κάδε προσπεσὼν συνῆπτε μάχην. Θηβαῖοι νύκτωρ εἰσπεσεῖν Ἀθήναζε διενοοῦντο. Ἰφικράτης μαθὼν παράγγελμα ἔδωκεν Ἀθηναίοις νύκτωρ ὑποσημήναντος ἐς ἀγορὰν ἀθροίζεσθαι· προ- δίδοταί μοι ἡ Θηβαίων πόλις, καὶ μετὰ ἡσυχίας ἐξελ- θόντες, ἄφνω προσπεσόντες ἀμαχεὶ Θήβας αἱρήσομεν. τοῦτο δὲ ἐξαγγελθὲν Θηβαῖοι μαθόντες ἀπέσχοντο προσπεσεῖν ταῖς Ἀθήναις, ἐς δὲ τὸ φυλάττειν τὴν πόλιν αὑτῶν κατέστησαν. Ἰφικράτης ὀλίγους εἶχε στρατιώτας καὶ τούτους ἀθυμοῦντας. βουλόμενος αὐτοῖς θάρσος ἐνδοῦναι με- ταξὺ δειπνοῦντας συγκαλεῖ λοχαγοὺς καὶ ταξιάρχους καὶ κελεύει φέρειν ὅσον ἕκαστος ἔχοι ἀργύριον ἢ χρυσίον ἢ κόσμον, ὡς προδοσίαν τῶν πολεμίων δια- πραξάμενος, καὶ δέον τὰ δῶρα δόντας ἤδη βαδίζειν ἐπὶ τοὺς ἐναντίους. οἱ μὲν ἐκόμισαν, ὁ δὲ λαβὼν σύνθημα ἔδωκεν Ἑρμῆν Φίλιον, ὡς τοῦτο πρὸς τοὺς ἐνδιδόντας αὐτῷ συγκείμενον, καὶ βραχὺ διαλιπὼν ἐπῆγε τοὺς στρατιώτας. οἱ δὲ πιστεύσαντες, ὡς ἔχοιεν τοὺς προδώσοντας, εὐθαρσέστεροι πρὸς τὴν μάχην ἐγένοντο. Ἰφικράτης τὴν σύνταξιν τῶν στρατοπέδων εἴκαζε τῷ σώματι. θώρακα ἐκάλει τὴν φάλαγγα, χεῖρας τοὺς ψιλοὺς, πόδας τὴν ἵππον, κεφαλὴν τὸν στρατηγόν. τὰ μὲν δὴ ἄλλα ὅταν ἐπιλείπῃ, χωλὸν καὶ πηρὸν τὸ στρατόπεδον· ὅταν δὲ ὁ στρατηγὸς ἀπόληται, τὸ πᾶν ἄχρηστον οἴχεται. Ἰφικράτης ἐν Μιτυλήνῃ λόγον διέδωκεν ἀσπίδας χρὴ κατασκευάσαι διὰ τάχους πολλὰς, ὥστε τοῖς τῶν Χίων οἰκέταις πέμψαι. Χῖοι τοῦτο ἀκούσαντες καὶ τὸ οἰκετικὸν φοβηθέντες παραχρῆμα ἔπεμψαν αὐτῷ χρήματα καὶ συμμαχίαν συνέθεντο. Ἰφικράτης Σικυῶνι προσέβαλλεν. Λάκων ἁρμοστὴς βοήθειαν ἐκ Λακεδαίμονος μεταπέμπεσθαι σκηψάμενος τοὺς πεμφθέντας εἰς ἐνέδραν καθίσαι προσέταξεν. οἱ μὲν δὴ ἐλόχων. Ἰφικράτης δὲ βαδίζων ἐπὶ τὴν πόλιν παρῆλθεν τὴν ἐνέδραν. νεανίσκοι τινὲς ἐκ τῆς πόλεως θρασύτερον ἠπείλησαν νῦν γέ τοι δίκην δώσεις. Ἰφι- κράτης ὑπονοήσας εἶναί τινας, οἷς οὗτοι πεποίθασιν, αὐτίκα ἀναστρέφει κατ᾽ ἄλλην ἀνοδίαν σύντομον καὶ τοὺς εὐρωστοτάτους ἐπιλέξας αὐτὸς ἄφνω προσέπεσε τοῖς ἐνεδρεύουσι καὶ πάντας διέφθειρεν ὁμολογῶν ἁμαρτάνειν, ὅτι μὴ προηρευνήσατο τοὺς τόπους. τῷ δὲ ταχέως ὑποπτεῦσαι τὸν λόχον ἄριστα ἐχρήσατο προεμπεσὼν ὀξέως τοῖς ἐνεδρεύουσιν. Ἰφικράτης ἔμελλε βαρβάροις μαχεῖσθαι· καὶ βου- λόμενος τοὺς ἑαυτοῦ στρατιώτας εὐτολμοτέρους ποι- ῆσαι, δέδοικα, ἔφη, μὴ οὐκ ᾐσθημένοι εἶεν οἱ βάρ- βαροι, ὡς τοὺς πολεμίους εἴωθα καταπλήττειν τῷ Ἰφικράτης εἶναι· ἀλλ᾽ ἔγωγε φροντιῶ, ὅπως νῦν γε αὐτοὶ μαθόντες καὶ τοῖς ἄλλοις ἀπαγγείλωσι· μόνον καὶ ὑμεῖς συμφιλοτιμήσασθέ μοι. ἐπεὶ δὲ συνῄεσαν αἱ δυνάμεις, φήσαντός τινος φοβεροὺς εἶναι τοὺς πολεμίους καὶ πόσῳ, εἶπεν, ἡμεῖς ἐκείνοις φοβερώ- τεροι; Ἰφικράτης παρεκάλεσε τοὺς στρατιώτας, ἀνθ᾽ ὧν πολλοὺς καὶ ἐνδόξους ἀγῶνας νενικήκασιν αὐτοῦ ἡγου- μένου, τοῦτο μόνον αὐτῷ χαρίσασθαι, στῆναι προτέ- ρους ἐν τῷ προσιέναι τοῖς ἐναντίοις, εἰδὼς ὅτι τοῦτο ποιῆσαι μὴ φιλοτιμηθέντων συμβήσεται τοὺς ἐναντίους προτέρους τοῦτο πρᾶξαι. Ἰφικράτης ὑπέσχετο τοῖς στρατιώταις τὴν νίκην παραδώσειν, ἐὰν τὸ σημεῖον ἄραντος παραθρασύναν- τες ἀλλήλους ἓν βῆμα προβῶσιν. ἦν μὲν ἐπὶ ῥοπῆς ὀξυτάτης ἡ μάχη· τὸ δὲ σημεῖον ἦρεν ὁ στρατηγὸς, καὶ οἱ στρατιῶται προέβησαν ἐπαλαλάξαντες καὶ τοὺς πολεμίους ὠσάμενοι ἐς φυγὴν ἔτρεψαν. Ἰφικράτης περὶ Κόρινθον Ἀθηναίων ἐστρατήγει πολεμούντων Θηβαίοις. οἱ μὲν Ἀθηναῖοι σφόδρα ἠπεί- γοντο ἐξελθεῖν ἐπὶ τὴν μάχην· Ἰφικράτης δὲ ὁρῶν τοὺς πολεμίους πλείονας καὶ ἐπὶ προσφάτῳ τῇ ἐν Λεύκτροις νίκῃ μεγαλοφρονοῦντας οὐ προῆγεν, ἀλλὰ καὶ πρὸς αὐτοὺς ἔφη· ἐγὼ μὲν ὑμᾶς ἐς τοῦτο ἀνδρείας προήγαγον, ὥστε καταφρονεῖν Βοιωτῶν δύνασθαι· τῶν δὲ ἐμοῦ κρειττόνων στρατηγῶν παραλαβών τις ὑμᾶς προαγέτω. οὕτως εἷλε τοὺς Ἀθηναίους, καὶ τῆς ὁρμῆς ἐπαύσαντο τῇ παρὰ στρατηγοῦ ἀρετῇ, μὴ συνεξορμῆσαι τοῖς προεξανισταμένοις, ἀλλὰ τὸν θυμὸν αὑτῶν λογι- σμῷ κατασχεῖν. Ἰφικράτης προδοσίας δίκην ἔφευγεν, Ἀριστοφῶν καὶ Χάρης ἐδίωκον· αἰτία δὲ ἦν, ὅτι ἄρα περὶ Ἔμ- βατα δυνάμενος ἑλεῖν τοὺς πολεμίους οὐ διεναυμά- χησεν. ὁρῶν τὸ δικαστήριον ὑποφερόμενον εἰς τοὐ- ναντίον, τοῦ λόγου παυόμενος παρέφηνέ πως τὸ ξίφος τοῖς δικασταῖς· οἱ δὲ καταδείσαντες, μὴ τὴν ἑταιρίαν ὅλην ἐξοπλίσας κυκλώσειε τὸ δικαστήριον, ἄφεσιν αὐτῷ πάντες ἐψηφίσαντο. μετὰ τὴν νίκην φήσαν- τός τινος, ὡς παρεκρούσατο τοὺς δικαστὰς εὐήθης ἂν εἴην, ἔφη, ὑπὲρ Ἀθηναίων μὲν στρατηγῶν, ὑπὲρ ἐμαυτοῦ δὲ πρὸς Ἀθηναίους μηκέτι. Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων ἔπεισεν Ἀθηναίους τὰ ὑπερέχοντα τῶν οἰκοδομημάτων ἐς τὰς δημοσίας ὁδοὺς ἀποκόπτειν ἢ πιπράσκειν, ὥστε οἱ δεσπόται τῶν οἰκιῶν πολλὰ εἰσήνεγκαν χρήματα ὑπὲρ τοῦ μὴ περι- κοπῆναι καὶ σαθρὰ γενέσθαι τὰ οἰκοδομήματα. Ἰφικράτης μετὰ μὲν τὴν μάχην ἀπὸ τῶν ληφθέν- των ἄξια τῶν πόνων διένειμεν ἑκάστῳ. εἰ δὲ ξένια παρὰ πόλεων ἐκομίσθη, καὶ ἀπὸ τούτων διέπεμπεν ἑκάστῳ, οὐ κατὰ ἕνα μόνον, ἀλλὰ καὶ κατὰ ἔθνη καὶ κατὰ λόχους καὶ κατὰ τὰς ὁπλίσεις, ἱππεῦσιν ἄλλα, ὁπλίταις ἄλλα, ψιλοῖς ἕτερα. πρὸ τῆς μάχης σιγὴν κηρύξας ἐπηγγέλλετο τῷ ἀριστεύσαντι ἐν τοῖς ὁπλίταις ἆθλον καὶ τὸ πάλιν ἐν τοῖς ἱππεῦσιν ἢ ἐν τοῖς πελ- τασταῖς καὶ ἐφεξῆς ἐν ἁπάσαις ταῖς τάξεσιν. ἔν γε μὴν ταῖς ἑορταῖς καὶ πανηγύρεσιν, ὅσοι ἀνδρειότεροι τῶν ἄλλων, προετίμα προεδρίαις. ταῦτα πάντα ἐστρα- τήγει προθυμοτέρους ποιῶν τοὺς στρατιώτας ἐς τοὺς κινδύνους. Ἰφικράτης ποικίλως ἐγύμναζε τοὺς στρατιώτας μηχανώμενος ψευδοβοηθείας, ψευδενέδρας, ψευδοπρο- δοσίας, ψευδαυτομολίας, ψευδεφόδους, ψευδοπανικὰ, ἵνα εἴ ποτε καὶ τοιοῦτόν τι γένοιτο, μηδαμῶς ἐκπλής- σοιντο. Ἰφικράτης περὶ τὸ Ἱερὸν ὄρος, ἀντικαθημένων αὐτῷ πολεμίων καὶ ἀπεχόντων στάδια πέντε καὶ κατε- χόντων ὑψηλότατον τόπον παρὰ τὴν θάλατταν, καὶ τῆς πορείας τῆς ἐπ᾽ αὐτοὺς ἐφ᾽ ἕνα οὔσης - τὸ δὲ λοιπὸν χωρίον ἀπόκρημνον ἦν εἰς τὴν θάλατταν - ἐπιλεξάμενος ἄνδρας εὐρώστους, νύκτα παραφυλάξας ἀνηνεμίαν, ἀλειψάμενος λίπα, σὺν τοῖς ἀναγκαίοις ὅπλοις διὰ τῆς θαλάττης περιιὼν, ὅσα γε μὴν βαθύ- τερα παρανηχόμενος, παρελθὼν τοὺς φύλακας, ἐκβὰς, ὄπισθεν αὐτῶν γενόμενος ἀπέκτεινε πάντας, καὶ τὸ αὑτοῦ στρατόπεδον ἤγαγεν διὰ τῆς στενῆς ὁδοῦ παρὰ τὸν κρημνὸν καὶ τοῖς πολεμίοις ἔτι νυκτὸς οὔσης ἀφυλάκτοις καὶ μὴ προσδοκῶσιν ἐπιθέμενος τινὰς μὲν διέφθειρε, τινὰς δὲ ἐζώγρησεν. Ἰφικράτης χειμῶνας καὶ κρυμοὺς ὁρῶν καιρὸν ἐπιθέσεως προάγειν ἐβούλετο τοὺς στρατιώτας. διὰ γυμνότητα καὶ κρύος οὐ προθυμουμένων αὐτὸς ἐνδὺς ἐσθῆτα φαύλην καὶ τῶν ἄλλων ἀθλιωτέραν παριὼν τὰς σκηνὰς ἕκαστον ἐπιχειρῆσαι τοῖς πολεμίοις παρε- κάλει. οἱ δὲ προθύμως ἠκολούθησαν ὁρῶντες τὸν στρατηγὸν ταπεινῶς ἠσθημένον καὶ ἀνυπόδητον ὑπὲρ τῆς κοινῆς σωτηρίας προθυμούμενον. Ἰφικράτης, εἰ μὲν μὴ ἔχοι διδόναι μισθοφορὰν, ἦγε τοὺς στρατιώτας εἰς ἀοίκητα χωρία καὶ ἀκτὰς, ἵνα ὡς ἐλάχιστα ἀναλίσκοιεν· εἰ δὲ εὐποροίη χρημά- των, ἦγεν αὐτοὺς ἐς πόλεις καὶ χωρία εὐδαίμονα, ὅπου τάχιστα τὸν μισθὸν ἀναλώσαντες σπουδάζοιέν τι πράττειν διὰ τὴν τοῦ ἀργυρίου ἔνδειαν. οὐ μὴν ἐπέτρεπεν αὐτοὺς οὐδὲ σχολάζειν, ἀλλ᾽ εἰ μὴ πόλεμος ἦν, ἀεί τι προσέταττεν, ἢ ὀρύττειν ἢ ταφρεύειν ἢ δένδρα κόπτειν ἢ μεταβάλλειν ἢ μετασκευάζειν, ὡς ἐν τῇ σχολῇ νεωτερίζειν βουλομένων. Ἰφικράτης Σάμον κατασύρας εἰς Δῆλον κατέ- πλευσε. Σάμιοι πρέσβεις ἀφίκοντο λυτροῦσθαι βου- λόμενοι τὰ ληφθέντα· ὁ δὲ ὁμολογῶν ἀποδώσειν, κρύφα ὑπηρετικὸν ἐκπέμψας, ὡς ἐξ Ἀθηνῶν ἐκέλευσε καταπλεῖν, κομίζον ἐπιστολὴν πεπλασμένην, ὡς Ἀθη- ναίων αὐτὸν ἐπανήκειν κελευόντων. ὁ δὲ πρὸς τοὺς Σαμίους διαλυσάμενος φιλανθρώπως τοῖς τριηράρχοις ἀναγωγὴν παραγγείλας, ἀποπλεύσας εἰς ἐρήμην νῆσον ὡρμίσατο νυκτὸς καὶ ἡμέρας. οἱ Σάμιοι, πυθόμενοι ὡς ἀπέπλευσεν Ἰφικράτης φιλανθρώπως αὐτοῖς χρη- σάμενος, κατά τε τὴν πόλιν ἀδεῶς διέτριβον καὶ ἐς τὴν χώραν ἀδεῶς ἐξῄεσαν· ὁ δὲ διεσκεδασμένων πάλιν ἐπιπλεύσας ἐς τὴν Σάμον πολλῷ πλείονα λείαν τῆς προτέρας ἥρπασε. τοῦτο καὶ ὁ Φορμίων πρότερος ἐποίησε Χαλκιδεῦσιν. Ἰφικράτης Λακεδαιμονίους καὶ Θηβαίους πολε- μοῦντας ἐπεχείρει διαλλάσσειν· οἱ σύμμαχοι Θηβαίων Ἀργεῖοι καὶ Ἀρκάδες ἀντέπρασσον. ὁ δὲ τῶν στρα- τιωτῶν ἐνίοις προσέταξε λεηλατῆσαι τὴν Ἀργολίδα. τῶν δὲ Ἀργείων ἐγκαλούντων τοὺς φυγάδας αὐτῶν ἔφη αἰτίους εἶναι. προελθὼν δὲ καὶ ὡς τοὺς φυγά- δας ἀφελόμενος τὴν λείαν τοῖς Ἀργείοις ἀπέδωκεν· οἱ δὲ ἀπολαβόντες ὡς εὐεργέτῃ καὶ φίλῳ τῷ Ἰφικράτει προσέφευγον καὶ τὴν εἰρήνην αἱρεῖσθαι Θηβαίους ἔπεισαν. Ἰφικράτης βασιλεῖ στρατηγῶν μετὰ Φαρναβάζου, πλέων ἐπ᾽ Αἰγύπτου, τῆς χώρας οὔσης ἀλιμένου, παρήγγειλε τοῖς τριηράρχοις τεσσαράκοντα σάκκους ἕκαστος ἐχέτω. προσορμιζομένων δὲ τοὺς σάκκους ἄμμου πλήσας *** κεφαλίδας ἐξῆπτεν ἑκάστης νεὼς καὶ οὕτως ἀνείλκυσεν αὐτὰς τεταρσωμένας. Ἰφικράτης ἐν Ἐπιδαύρῳ μικρὸν ἄνω θαλάσσης παρετάσσετο· γενόμενος δὲ κατὰ ἄλσος βαθὺ καὶ σύ- σκιον ἀνεβόησεν ἐξανίστασθαι τοὺς ἐγκαθημένους. οἱ πολέμιοι φοβηθέντες ἐνέδραν μεγάλην ἀνέστρεψαν καὶ διὰ τάχους εἰς τὰς ναῦς καταφυγόντες ἀνεχώρησαν. Ἰφικράτης ἐν Θεσσαλίᾳ καὶ Ἰάσων ὁ τύραννος πλησίον ποταμοῦ σπείσασθαι βουλόμενοι δι᾽ ἀγγέλων ἠρεύνησαν ἀλλήλους καὶ τὰ σώματα ἐγύμνωσαν· καὶ οὕτως ὑπὸ τὴν γέφυραν ἐλθόντες διελέξαντο. ἐπεὶ δὲ καὶ τοὺς ὅρκους διὰ τῶν ἱερείων ἐχρῆν ποιήσασθαι, Ἰφικράτης μὲν δὴ ἐπὶ τὴν γέφυραν ἀνῆλθεν, Ἰάσων δὲ τὸ ἱερεῖον παραλαβὼν, τοῦ ποιμένος ἀπαλλαγέντος, σφαγιάζειν εἰς τὸν ποταμὸν ἤρχετο. καὶ δὴ τότε Ἰφι- κράτης καθαλόμενος, τῆς σφαγίδος ἐπιλαβόμενος αὐτὸν μὲν ἀποκτεῖναι ἀπέσχετο, προσομολογῆσαι δὲ ἃ συνέ- φερεν αὐτῷ κατηνάγκασεν. Ἰφικράτης ἐν Θρᾴκῃ προσκαθημένων πολεμίων ἐνέπρησε νυκτὸς τὴν μεταξὺ ἀμφοτέρων ὕλην καὶ τὰ σκευοφόρα καὶ πολλὰ τετράποδα καταλιπὼν τοῦ καπνοῦ σκοτεινοτέραν τὴν νύκτα ποιοῦντος ἀνεχώρησεν ἐς τόπον δασὺν καὶ σύσκιον. ἡμέρας δὲ γενομένης, οἱ Θρᾷκες ἐπὶ τὸ στρατόπεδον ἐλθόντες οὐδένα τῶν Ἑλ- λήνων εὑρόντες ὥρμησαν ἐπὶ ἁρπαγὴν τῶν τετραπόδων καὶ τῶν σκευοφόρων. Ἰφικράτης δὲ διεσπασμένοις ἐπιφανεὶς ἐκ τοῦ χωρίου συντεταγμένος καὶ τοὺς πο- λεμίους ἐνίκησε καὶ τὰ σκευοφόρα ἔσωσεν. Ἰφικράτης νύκτωρ ἐπιθέμενος χωρίῳ τοὺς σαλ- πιγκτὰς ἐπὶ πολλὰ μέρη διαπέμψας ἐκέλευσε σημαίνειν. οἱ πολέμιοι πρὸς τὸν ἦχον ἄλλος ἄλλῃ διέθεον· ὁ δὲ ἐλαχίστους καταλειφθέντας νικήσας ῥᾳδίως ἐκράτησε τοῦ χωρίου. Ἰφικράτους ὄντος ἐν Κορίνθῳ Λακεδαιμόνιοι παρῆλθον πρὸς τὴν πόλιν. ὁ δὲ οὐκ εὐθὺς ἀπεκιν- δύνευσε τὴν δύναμιν συμβαλών· ἀλλὰ μαθὼν, ὡς ἔστι τὰ περὶ τὴν πόλιν ὀχυρώτατα χωρία ἔρημα, ταῦτα προκαταλαβὼν τοῖς ἐν τῇ πόλει προὐκήρυξεν ἰέναι πρὸς αὑτόν. ἐξιόντων δὲ πάντων καὶ ἀθροιζομένων οἱ Λακεδαιμόνιοι τὸ πλῆθος φοβηθέντες καὶ τὴν φυ- λακὴν τῶν ὀχυρῶν τόπων ἀμαχεὶ φεύγοντες ᾤχοντο. Ἰφικράτης Ἀβυδηνοῖς πολεμῶν περὶ Χερρόννη- σον ὢν χωρίον τι καταλαβὼν ἐτείχιζεν ὡς φοβούμενος Ἀναξίβιον τὸν Λάκωνα. Ἀβυδηνοὶ δὲ ὁρῶντες οἰκο- δομοῦντα τὸ τεῖχος κατεφρόνησαν ὡς φοβουμένου καὶ προελθόντες τῆς πόλεως κατὰ τὴν χώραν ἐγένοντο. Ἰφικράτης ἰδὼν ἀσυντάκτους νυκτὸς μέρος τοῦ στρα- τεύματος εἰς τὴν Ἀβυδηνῶν διαβιβάσας τοὺς ἀγροὺς αὐτῶν καταδραμὼν ἐκράτησε πολλῶν σωμάτων καὶ χρημάτων. Ἰφικράτης ἦν ἐν Κορίνθῳ. πυθόμενος ὡς οἱ τἀναντία πράττοντες μισθοφόρους ἐκ Λακεδαίμονος νύκτωρ ἐκδέχεσθαι μέλλοιεν, ἀγείρας τοὺς αὑτοῦ στρα- τιώτας τοὺς μὲν κατέλιπεν ἔνδον φυλάττειν, τοὺς δὲ ἄλλους ἔξω πυλῶν ἀγαγὼν καὶ ἐς τάξιν καταστήσας ἔσπευσεν ἐπ᾽ ἐκείνην τὴν πύλην, ἣν ἤνοιξαν οἱ δεχό- μενοι τοὺς πολεμίους. οἱ μὲν τοὺς πολεμίους ἐσῆγον· τῶν δ᾽ ἐσχάτων ἐσιόντων, ἐξαίφνης ἐπιστὰς συνηκο- λούθησεν αὐτοῖς καὶ συνεισέπεσεν ἐς τὴν πόλιν. ἀδή- λου δὲ ὄντος τοῦ γεγονότος ὡς ἐν νυκτὶ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, ἡμέρας δὲ γενομένης πολλοὺς ἐς τὰ ἱερὰ φυγόντας ἐχειρώσατο. Ἰφικράτης ἐς Θρᾴκην ἀναβὰς μετὰ στρατιωτῶν ὀκτακισχιλίων ἐστρατοπέδευσεν· πυθόμενος τοὺς Θρᾷ- κας νύκτωρ ἐπιτίθεσθαι μέλλειν ἀναλαβὼν τοὺς στρα- τιώτας ἀνεχώρησεν ἑσπέρας, ὅσον στάδια τρία, ἐς φάραγγα κρύψαι δυναμένην. οἱ Θρᾷκες ἐμπεσόντες ἐς τὸ στρατόπεδον ἔρημον διήρπαζον ἀτάκτως κατα- γελῶντες τῶν Ἑλλήνων ὡς φευγόντων. Ἰφικράτης ἐξ ἀφανοῦς ἐξορμήσας πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πολλοὺς δὲ καὶ αἰχμαλώτους ἔλαβεν. Ἰφικράτης μέλλων ὁδὸν ἄνυδρον δυσὶν ἡμέραις πορεύεσθαι παρήγγειλε δειπνοποιησαμένους ὕδατος πληρῶσαι τὰ ἀγγεῖα καὶ ἡλίου δύντος ἤγαγε τὴν δύναμιν διὰ νυκτός. ἡμέρας δὲ γενομένης κατεστρα- τοπέδευσε καὶ προσέταξε σιτοποιεῖσθαι τῷ ὕδατι χρη- σαμένους καὶ κοιμηθέντας δι᾽ ἡμέρας δειπνοποιήσα- σθαι καὶ συσκευασαμένους ὁδεῦσαι διὰ νυκτὸς πάλιν· ὥστε ἀντὶ δύο ἡμερῶν δύο νύκτας ἀναψύχοντες διεξ- ῆλθον, καὶ ἡμέρᾳ μιᾷ καὶ τὸ ὕδωρ αὐτοῖς ἱκανὸν ἐγένετο. Ἰφικράτης περὶ Ἐπίδαυρον λείαν ἦγε πολλήν. ὁ φρούραρχος τῆς χώρας Λάκων ἐδίωκεν αὐτὸν ἐγγίζοντα ταῖς ναυσίν· οἱ μὲν διώκοντες ἦσαν ἐπὶ λόφου, Ἰφι- κράτης δὲ πρὸ τῆς λείας τοὺς ὁπλίτας τάξας κούφους καὶ ψιλοὺς κατ᾽ ὀλίγους ἄλλον ἄλλῃ ** καὶ τῷ Λάκωνι προσέβαλε· τοῦ δὲ προσέχοντος τοῖς πολλαχόθεν ἐφορ- μῶσιν, οἱ τοῦ Ἰφικράτους τὰ ὑπερδέξια χωρία κατα- λαβόντες κατὰ νώτου τῶν πολεμίων ἐγένοντο καὶ πάντας αὐτοὺς διέφθειραν. Ἰφικράτης ἐν Φλιοῦντι διὰ στενῶν τόπων ἐβά- διζε. τῶν πολεμίων ἐπιθεμένων τοῖς τελευταίοις παρ- αγγείλας τοῖς στρατιώταις ἐκ τῶν στενῶν ὅτι τάχος ὑπεξιέναι, αὐτὸς διὰ μέσου ἐπ᾽ οὐρὰν διαδραμὼν καὶ τῶν στρατιωτῶν τοὺς ἀρίστους προσλαβὼν ἀκμάζων ἐμπεσὼν τοῖς ἐπικειμένοις ἀτάκτοις πολλοὺς αὐτῶν διέφθειρεν. Ἰφικράτης ἐς Θρᾴκην ἐμβαλὼν ἐν πεδίῳ κατεστρα- τοπέδευσεν ὑπὸ ὄρους περιεχομένῳ διέξοδον ἔχοντι στενὴν διὰ γεφύρας, ἣν ἔμελλον διαβάντες οἱ Θρᾷκες νύκτωρ ἐπιθέσθαι. ὁ δὲ πυρὰ πολλὰ καύσας ἐν τῷ στρατοπέδῳ πρὸς τὴν ὑπώρειαν ἀναδραμὼν σὺν τοῖς στρατιώταις ἐγγὺς τῆς γεφύρας ἐν τῇ ὕλῃ συγκαθίσας ἡσύχασεν. οἱ μὲν δὴ Θρᾷκες διαβάντες τὴν γέφυραν ὥρμησαν ὡς τὰ πυρὰ τοὺς πολεμίους ἐκεῖ νομίζοντες εὑρήσειν· Ἰφικράτης δὲ τοὺς στρατιώτας ἐκ τῆς ὕλης ἀναλαβὼν τὴν γέφυραν διελθὼν ἀσφαλῶς ἀνεχώρησεν. Ἰφικράτης ἦρξε τοῦ πλείστου στρατεύματος πεζοῦ καὶ ναυτικοῦ ἐν τῇ δόσει τοῦ μισθοῦ καθ᾽ ἕκαστον μῆνα ὑφαιρῶν τὸ τέταρτον μέρος, ὥσπερ ἐνέχυρον ἑκάστου κατέχων, ἵνα μὴ λίποιεν τὸ στρατόπεδον. οὕτως ἄρα καὶ πολλοὺς εἶχεν ἀεὶ τοὺς στρατευομένους καὶ εὐπόρους, τὸ τέταρτον τοῦ μισθοῦ φυλαττόμενον ἔχοντας. Ἰφικράτης τοῖς Λακεδαιμονίων συμμάχοις ἀντι- στρατοπεδεύων νύκτωρ τὴν δύναμιν μετημφίεσε, τοῖς μὲν στρατιώταις περιθεὶς τὴν τῶν οἰκετῶν ἐσθῆτα, τοῖς δὲ οἰκέταις τὴν τῶν στρατιωτῶν. οἱ μὲν δὴ στρα- τιωτικῶς ἠμφιεσμένοι πόρρω τῶν ὅπλων ἐβάδιζον τὴν τῶν ἐλευθέρων σχολὴν μιμούμενοι· οἱ δὲ οἰκετικῶς κατεσκευασμένοι πλησίον τῶν ὅπλων ἦσαν ὅσα εἰκὸς διακονούμενοι. ταῦτα ὁρῶντες οἱ πολέμιοι, κατὰ ζῆλον τῶν ἐναντίων οἱ μὲν στρατιῶται ῥᾳθύμως ἔξω τοῦ στρατοπέδου βαδίζοντες ἐσχόλαζον, οἱ δὲ οἰκέται ταῖς ἀναγκαίαις ὑπηρεσίαις παρέμενον. ἐνταῦθα δὴ σημεῖον αἴρεται· οἱ δὲ Ἰφικράτειοι τὰ ὅπλα ταχέως ἀναλαβόν- τες, ἐπὶ τὸ στρατόπεδον τῶν ἐναντίων ἐλθόντες, τῶν μὲν οἰκετῶν τῶν ἐν τῇ διακονίᾳ φυγόντων, τῶν δὲ στρατιωτῶν ἀόπλων καταληφθέντων, τοὺς μὲν ἀπέ- κτειναν, τοὺς δὲ αἰχμαλώτους ἤγαγον. Ἰφικράτης, ἀντιστρατοπεδευόντων τῶν πολεμίων καὶ κατὰ τὴν αὐτὴν ὥραν διὰ παντὸς ἀριστοποιου- μένων, προσέταξε τοῖς αὑτοῦ στρατιώταις πρὸ τῆς ἕω προσενέγκασθαι τὸ ἄριστον. τοῦτο πράξας συνέβαλε τοῖς ἐναντίοις καὶ τὸν ἀκροβολισμὸν ἄχρι δείλης παρέ- τεινεν. ἐπεὶ δὲ ἀλλήλων ἐχωρίσθησαν, οἱ μὲν πολέμιοι πρὸς τὸ δεῖπνον ὥρμησαν· ὁ δὲ προηριστηκότας ἔχων τοὺς στρατιώτας προσπεσὼν δειπνοποιουμένοις οὐκ ὀλίγον ὄλεθρον αὐτῶν εἰργάσατο. Ἰφικράτης περὶ Φλιοῦντα ὡδοιπόρει τῆς φάλαγγος διὰ τὰς δυσχωρίας μακρᾶς ἐκτεταμένης· οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν ἐπικείμενοι πολλοὺς ἐτίτρωσκον καὶ πολλὰ ἥρπαζον. ὁ δὲ μετὰ τῶν παρὰ πλευρὰν ἀνδρῶν ἐπιστρέψας τῇ μὲν φάλαγγι παρήγγειλε θᾶττον προχωρεῖν· τῶν δὲ ἀπὸ τῆς δεξιᾶς καὶ ἀπὸ τῆς εὐω- νύμου πλευρᾶς ἀνδρῶν ἐπιλέγων τοὺς ἡγεμόνας καὶ τοὺς ἀρίστους μετ᾽ αὐτοὺς συνέταττεν. τῆς δὲ οὐρα- γίας ἐγγὺς γενόμενος, προσπεσὼν τοῖς πολεμίοις κεκμη- κόσιν ἐν τῇ διώξει καὶ τεταραγμένοις ἐν τῇ τῶν σκευο- φόρων ἁρπαγῇ πολλοὺς μὲν αὐτῶν διέφθειρεν, πολλῷ δὲ πλείονας αἰχμαλώτους ἤγαγεν. Ἰφικράτης ἐν Κερκύρᾳ Κρινίππου προσπλέοντος ἐκ Σικελίας ἕνδεκα πληρώμασι τῶν πυρσωρῶν ἀγγει- λάντων ὑφορμεῖν αὐτὸν νήσῳ τινὶ τῶν ἐρήμων, προς- τάξας πυρσὸν ἀνάπτειν φίλιον νύκτωρ ἐπιπλεύσας ἐκράτησε τῶν δέκα πληρωμάτων ἑνὸς ἐκφυγόντος. Ἰφικράτης ἐν Ἄκῃ πυθόμενος δύο τῶν ἡγεμόνων προδιδόναι καλέσας τοὺς ἀρίστους τῶν ἐπὶ τοῦ στρα- τοπέδου προσέταξεν, ὁπόταν τοὺς ἐναιτίους τῆς προ- δοσίας μεταπεμψάμενος ἐξετάζῃ τὸ πρᾶγμα, προλαβεῖν αὐτοὺς τὰ τούτων ὅπλα καὶ τὰ τῶν ὑπ᾽ αὐτοῖς τεταγ- μένων λόχων. οἱ μὲν προλαβόντες κατέσχον τὰς πανοπλίας. Ἰφικράτης δὲ τὴν προδοσίαν ἐλέγξας τοὺς μὲν ἡγεμόνας ἐκόλασε θανάτῳ, τοὺς δὲ στρατιώτας γυμνοὺς ἐξήλασε τοῦ στρατοπέδου. Ἰφικράτης δισχιλίων μισθοφόρων πρὸς τοὺς Λά- κωνας αὐτομολησάντων ἀπόρρητα γράμματα ἔπεμψε πρὸς τοὺς ἡγεμόνας τῶν ἀποστάντων παρακαλῶν με- μνῆσθαι τοῦ συγκειμένου καιροῦ, καθ᾽ ὃν καὶ τὴν ἐξ Ἀθηνῶν συμμαχίαν προσδέχοιτο εἰδὼς τὴν ἐπιστολὴν ἐμπεσουμένην τοῖς φύλαξι τῶν ὁδῶν. ἐπεὶ δὲ οἱ φύ- λακες ἐκόμισαν τὰ γράμματα τοῖς Λακεδαιμονίοις, οἱ μὲν ὥρμησαν συλλαμβάνειν τοὺς αὐτομόλους· οἱ δὲ ἀγαπητῶς ἐξέφυγον Ἀθηναίοις μὲν ἄπιστοι γενόμενοι, Λακεδαιμονίοις δὲ δόξαντες. Ἰφικράτης ἐν Χίῳ τοὺς Λακωνίζοντας ἐλέγξαι βουλόμενος ἐνίους τῶν τριηράρχων ἐκέλευσε νυκτὸς ἐκπλεύσαντας μεθ᾽ ἡμέραν ἐπιπλεῦσαι κόσμῳ Λακω- νικῷ. οἱ μὲν Λακωνίζοντες ὡς εἶδον, μετὰ πολλῆς χαρᾶς ἐπὶ τὸν λιμένα κατέδραμον· ὁ δὲ κυκλωσάμενος αὐτοὺς _κα_ὶ τοῖς ἀπὸ τῆς πόλεως προσελθοῦσι συνέ- λαβέ τε καὶ κολασθησομένους Ἀθηναίοις ἔπεμψεν. Ἰφικράτης ἐν ἀπορίᾳ χρημάτων τῶν στρατιωτῶν θορυβούντων καὶ κοινὴν ἐκκλησίαν αἰτουμένων ἄνδρας ἐμπείρους τῆς Περσίδος γλώττης στολὰς Περσικὰς ἐνδυσαμένους προσέταξε πληθούσης τῆς ἐκκλησίας ἐπι- φανῆναι καὶ παρελθόντας ἀγγέλλειν βαρβαριστὶ πλη- σίον οἱ τὰ χρήματα κομίζοντες, ἡμεῖς δὲ προεπέμ- φθημεν τοῦτο σημανοῦντες. ταῦτα μηνύσαντες, οἱ στρατιῶται διέλυσαν τὴν ἐκκλησίαν. Ἰφικράτης ἐκ τῆς Ὀδρυσιάδος λείαν πολλὴν περι- ήλασεν· ἐδίωκον οἱ Ὀδρύσαι πλήθει πολλῷ. ὁ δὲ ἱππεῖς ἔχων ὀλίγους ἔδωκεν αὐτοῖς καιομένας λαμπά- δας καὶ προσελαύνειν ἐκέλευσε τοῖς ἐναντίοις. οἱ δ᾽ ἵπποι τῶν Ὀδρυσῶν τῆς φλογὸς τὴν ὄψιν ἀσυνήθη μὴ φέροντες ἀναστρέψαντες ἔφυγον. Ἰφικράτης ἐπιὼν πόλει τὸν ἀπὸ τῆς χώρας ποτα- μὸν, ὃν διὰ μέσης τῆς πόλεως ῥέοντα διαβῆναι ἀναγ- καῖον ἦν, ἑσπέρας διέβη μετὰ τοῦ στρατεύματος, ἵνα τὸ ἐκ τῆς διαβάσεως τοῦ πλήθους θολερὸν διὰ νυκτὸς παροδεῦσαν λάθῃ τοὺς ἐν τῇ πόλει. καὶ δὴ λαθὼν μεθ᾽ ἡμέραν ἐπέθετο μὴ προσδοκῶσιν. Ἰφικράτης ἐν Θρᾴκῃ πολλοὺς ἔλαβεν αἰχμαλώτους Ὀδρυσῶν. οἱ μὲν δὴ σφοδρῶς ἐπέκειντο βάλλοντες καὶ ἀκοντίζοντες· ὁ δὲ τοῖς πρωτοστάταις ἑκάστῳ αἰχ- μάλωτον γυμνὸν παρέστησεν, ἐξ ἱμάντος ὀπίσω τῶν χειρῶν δεδεμένων. οἱ δὲ Ὀδρύσαι τοὺς οἰκείους μὴ βουλόμενοι τιτρώσκειν τοῦ βάλλειν καὶ ἀκοντίζειν ἀπ- είχοντο. Ἰφικράτης περὶ Φοινίκην καταπλέων ἑκατὸν τρι- ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους ἕκαστον κατὰ τὴν αὑτοῦ κώπην εἰς τὴν θάλασσαν αὑτὸν καθιέναι καὶ τὴν αὑτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάς- σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως. αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ- ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον. οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα- λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο. ΤΙΜΟΘΕΟΣ. Ἐν Ἀττικῷ στρατοπέδῳ σπάνις ἦν νομίσματος. Τιμόθεος ἔπεισε τοὺς ἐμπόρους χρῆσθαι νομίσματι τῇ ἑαυτοῦ σφραγίδι, ἀπαλλασσομένους δὲ ἀποδιδόναι τὴν σφραγίδα καὶ τὸ ἀργύριον λαμβάνειν. ἐπίστευ- σαν οἱ ἔμποροι καὶ τὴν ἀγορὰν τοῖς στρατιώταις παρέ- σχον ἐπὶ τῇ σφραγίδι τοῦ στρατηγοῦ. ἀπαλλασσομέ- νοις αὐτοῖς ἐν τῷ τέως εὐπορήσας χρημάτων Τιμόθεος τὴν τιμὴν διέλυσε τὴν ὡμολογημένην. Τιμόθεος ἀνήγετο τῷ στόλῳ παντί. πταρμὸς ἐγέ- νετο· ὁ κυβερνήτης ἐπισχεῖν ἐκέλευσεν· οἱ ναῦται τῶν τριήρων ἐπιβαίνειν οὐκ ἐθάρρουν. Τιμόθεος μειδιάσας ποῖον γὰρ, ἔφη, γέγονεν οἰώνισμα, εἰ τοσούτων περιεστηκότων εἷς ἔπταρεν; οἱ ναῦται γελάσαντες ἀνήχθησαν. Τιμόθεος παράγγελμα ἔδωκεν ἐκβοηθῆσαι τὴν ταχίστην· ὀλίγοι στρατιῶται προῆλθον· ὁ λοχαγὸς ἠγόρευε, χρῆναι καὶ τοὺς λοιποὺς ἀναμεῖναι. ὁ Τι- μόθεος οὐκ ἀνέμενεν ὡς τοὺς μέλλοντας προθύμως μαχεῖσθαι τοῖς πολεμίοις ἔχων ἅπαντας, τοὺς δὲ βρα- δέως ἐξιόντας ἀχρήστους ἂν γενέσθαι καὶ παρόντας. Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι περὶ Λευκάδα ἐναυ- μάχουν Τιμοθέου στρατηγοῦντος Ἀθηναίων, Νικολό- χου ναυαρχοῦντος Λακεδαιμονίων. ἦν ἑορτὴ Σκίρα. Τιμόθεος κατὰ ταύτην τὴν ἡμέραν μυρσίνῃ στεφα- νώσας τὰς τριήρεις ἦρε τὸ σημεῖον· ἀναχθεὶς, ναυμα- χήσας ἐνίκησεν· οἱ δὲ στρατιῶται μετὰ ἐλπίδος ἀγαθῆς ἠγωνίσαντο τὸ θεῖον ἔχειν οἰόμενοι σύμμαχον. Τιμόθεος πόλιν περιστρατοπεδεύσας ἀφώριζε τὸν τόπον τοῖς στρατιώταις, ὅθεν δὴ προνομεύσουσι· τὸ δὲ λοιπὸν μέρος τῆς χώρας καὶ ὅσον ἦν ὄφελος αὐτῆς ἀπεδίδοτο. οὐκ ἐπέτρεπε δὲ οὔτε οἰκίαν οὔτε ἔπαυλιν καθαιρεῖν, οὐ μὴν οὐδὲ ἥμερον δένδρον ἐκκόπτειν, ἀλλ᾽ αὐτοὺς τοὺς καρποὺς λαμβάνειν. καὶ τάδε οἱ στρατηγοῦντι περιῆν· εἰ μὲν κρατοίη, πλείους φόρους ἐκλέγειν, εἰ δὲ ὁ πόλεμος μηκύνοιτο, τροφὰς ἀφθόνους καὶ καταγωγὰς ἔχειν. τὸ δὲ τούτων μεῖζον, πολλὴν τὴν εὔνοιαν παρὰ τῶν πολεμίων ἐθήρευεν. Τιμόθεος ναυμαχεῖν Λακεδαιμονίοις μέλλων αὐτὸς μὲν εἴκοσι τριήρων τὰ πληρώματα παρὰ πρύμναν ἔχων ἀνέπαυσε, τὰς δὲ ταχυναυτούσας εἴκοσι προσέταξε τοῖς τριηράρχοις ἀντιπαρεξάγειν ταῖς πολεμίαις ναυσὶ καὶ πυκνὰς ποιεῖσθαι τὰς κινήσεις καὶ τροπάς. οἱ μὲν δὴ πολέμιοι πονέσαντες εἰρεσίᾳ ἀσθενῶς τὰς κώπας ἀνέφερον· Τιμόθεος δὲ ἀκμαίοις πληρώμασιν ἐπαν- αχθεὶς ναυμαχῶν ἐνίκησεν. Τιμόθεος τὴν Ὀλυνθίαν βουλόμενος παρελθεῖν δεδοικὼς τὸ ἱππικὸν τῶν Ὀλυνθίων ἔταξε τὸ στρατό- πεδον εἰς ἑτερόμηκες πλινθίον τὰ μὲν σκευοφόρα καὶ τὴν ἵππον εἰς τὸ μέσον λαβὼν, τὰς δὲ ἁμάξας πυκνὰς ἄγων καὶ συνηρτημένας, τοὺς δὲ ὁπλίτας τούτων ἔξω- θεν περιβαλὼν, ὥστε τοῖς Ὀλυνθίοις ἱππεῦσιν ἀδύ- νατος ἦν ἡ ἱππασία. Τιμόθεος περὶ Ἀμφίπολιν ἐστρατοπέδευεν. ἤγ- γειλέ τις ἑσπέρας ἀθροίζεσθαι τοὺς πολεμίους ἐπ᾽ αὐτόν, καὶ ὡς πολλαπλάσιοι τὸ πλῆθος ὄντες τῆς ὑστεραίας ἐπιθήσοιντο. ὁ δὲ τοῖς μὲν στρατιώταις οὐ προεῖπε τῶν πολεμίων τὸ πλῆθος, ἵνα μὴ καταπλαγεῖεν· αὐτὸς δὲ ὡς ἐπιθησόμενος αὐτοῖς ὀλίγοις οὖσι καὶ ἀτάκτοις τὸ μὲν ἀχρεῖον τοῦ πλήθους προέπεμπε διὰ τῶν δυσπόρων, ᾗπερ ἥκιστα οἱ πολέμιοι παραφυλάξειν ἔμελλον. αὐτὸς δὲ τὴν φάλαγγα ἐκίνησε τοὺς ψιλοὺς τελευταίους ἐπιτάξας, τὰς δὲ τριήρεις ἐν τῷ Στρυμόνι ποταμῷ πληρῶσαι οὐ δυνηθεὶς ἐνέπρησεν· καὶ ταῦτα πάντα μιᾷ νυκτὶ πράξας ἀσφαλῶς ἀνεχώρησεν. Τιμόθεος ἐπολιόρκει Σάμον ξενολογήσας στρα- τιώτας ἑπτακισχιλίους· οἷς οὐκ ἔχων δοῦναι μισθὸν, ἔγκαρπον ὁρῶν τὴν νῆσον, ἐξελὼν χωρίον ἐς προνο- μὴν, τῶν ἄλλων καρποὺς ἀποδόμενος, ἀσφάλειαν τοῖς καρπολόγοις παρασχὼν, εὐπορήσας χρημάτων ἀπὸ τούτων, μέρος τῶν μισθῶν διανείμας, προθυμοτέροις χρησάμενος τοῖς στρατιώταις κατὰ κράτος εἷλε τὴν Σαμίων πόλιν. Τιμόθεος πολιορκῶν Σάμον, ἐπεὶ πολλοὶ ξένοι εἰσπλέοντες συχνὰ τῶν ἐπιτηδείων ἀνήλισκον καὶ διὰ τοῦτο σπάνις ἦν, παρήγγειλε μὴ πωλεῖν ἄλευρον μηδὲ κοτύλην ἐλαίου ἢ οἴνου, ἀλλὰ σίτου μὲν μεδίμνου μὴ ἔλαττον, τῶν δὲ ὑγρῶν μετρητὴν τοὐλάχιστον, τὰς δὲ σιτουργοὺς μύλας μηδένα ἔχειν, ἢ τοὺς ἐν τοῖς λόχοις. οὕτω δὴ συνέβη, τοὺς μὲν ξένους οὐκ ἔχοντας τὴν ἀγορὰν τῶν ἐφ᾽ ἡμέραν ἀναγκαίων, αὑτοῖς κομίζειν, τὴν δὲ παρασκευὴν τῶν σιτίων μόνους ἀναλίσκεσθαι τοὺς στρατιώτας. Τιμόθεος ναῦς ἔχων τεσσαράκοντα βουλόμενος ἀπὸ τούτων πέντε προπέμψαι πλειόνων ἡμερῶν ἐχού- σας ἐφόδια, μισθὸν οὐκ ἔχων δοῦναι, παράγγελμα ἔδωκεν, ἀνάγεσθαι τὰς ναῦς ἁπάσας τριῶν σιτία ἐχού- σας· ἐπεὶ δὲ νήσῳ τινὶ προσωρμίσαντο, τοῖς τριηράρ- χοις ἐκέλευσεν ἐξ ἑκάστου πληρώματος αὑτῷ κομίσαι δύο σιτία. ταῦτα ταῖς πέντε ναυσὶ διαδοὺς, τὰς μὲν ἐξέπεμψεν πλεόνων ἡμερῶν ἐπισίτισμα ἐχούσας, αὐτὸς δὲ μετὰ τῶν τριάκοντα καὶ πέντε νεῶν εἰς τὸν ἴδιον ὅρμον ἐπανῆλθεν. Τιμόθεος ναυμαχεῖν μέλλων περὶ Λευκάδα Νι- κολόχῳ τῷ Σπαρτιάτῃ τῶν μὲν πλειόνων νεῶν τὰ πληρώματα παρήγγειλεν ἐπὶ γῆς ἀναπαύεσθαι παρ᾽ αὐτῇ τῇ θαλάσσῃ. ταῖς δὲ ἄριστα πλεούσαις εἴκοσιν ἀναχθεὶς προσέταξε τοῖς τριηράρχοις μὴ συνάπτειν ταῖς πολεμίαις τριήρεσιν ἐντὸς βέλους, ἐκκλίνειν δὲ καὶ φυγομαχεῖν ἑκουσίως, ἵνα κατακόπους ποιήσωσι τοὺς ἐναντίους ἐρέτας. ἐπεὶ δὲ οἱ μὲν ἐφυγομάχουν, οἱ δὲ ἐλέλυντο καύματι καὶ πόνῳ, Τιμόθεος τὸ ἀνα- κλητικὸν ἐσήμηνεν καὶ κατασχὼν ἐπὶ τὴν γῆν ἀνα- παυσαμένους ἐρέτας ἐμβιβάσας, διὰ τάχους τοὺς πο- λεμίους πεπονηκότας διώξας πολλὰς αὐτῶν τριήρεις τὰς μὲν κατέδυσε, τὰς δὲ ἄπλους ἐποίησεν. Τιμόθεος Λακεδαιμονίους καταναυμαχήσας φοβη- θεὶς δέκα ναῦς Λακωνικὰς, ἃς προέπεμψεν ὁ ναύαρχος ἐπὶ καταγωγῇ πλοίων σιταγωγῶν, μή ποτε ἀναχωροῦσι τοῖς Ἀθηναίοις ἐπίθειντο, παρήγγειλε τοῖς τριηράρχοις τὴν ἀρχαίαν τάξιν μὴ ζητεῖν, ἀλλὰ ἣν ἕκαστος ἐπὶ τοῦ παρόντος χώραν ἔχοι, ταύτην φυλάσσειν, ἵνα μὴ μεταγομένων τῶν σκαφῶν ἐπὶ τὰς ἑαυτῶν τάξεις ἐπι- πλεύσαντες οἱ πολέμιοι προσβάλλωσι τῷ ναυτικῷ λελυ- μένῳ. τάξας δὲ τὰς ναῦς ἐν μηνοειδεῖ σχήματι τὰ μὲν ἔμβολα τῶν νεῶν καὶ τὸ περιφερὲς τοῦ σχήματος πρὸς τοὺς ἐναντίους ἐπέστρεψεν, τὰ ναυάγια δὲ καὶ τὰς αἰχμαλώτους τῶν νεῶν ἐς τὸ κοίλωμα τοῦ μηνί- σκου συναγαγὼν ἀνέπλει κατὰ πρύμναν. Τιμόθεος Χαλκιδεῦσι πολεμῶν μετὰ Περδίκκου Κύπριον χαλκὸν Μακεδονικῷ νομίσματι μίξας ἐπίση- μον ἔκοψεν, ὥστε τὰς παλαιὰς πεντεδραχμίας ἔχειν ἀργυρίου τετάρτην μοίραν, τὸ δὲ λοιπὸν χαλκοῦ φαύ- λου. πλείστης εὐπορήσας μισθοδοσίας τοὺς ἐμπόρους καὶ τοὺς ἀπὸ τῆς χώρας ἔπεισε, πρὸς χαλκὸν πιπρά- σκειν· ἀντιφορτιζόμενοι δὲ τὰ παρ᾽ ἀλλήλων οὐδὲν τοῦ νομίσματος ἐφύλαττον, ἀλλὰ τοῦτο περιῄει πάλιν εἰς τὴν μισθοφορὰν τὴν στρατιωτικήν. Τιμόθεος ἐπολιόρκει Τορώνην. οἱ μὲν Τορωναῖοι μεγάλα ὕψη ἀντανέστησαν φορμῶν ψάμμου πληρου- μένων. ὁ δὲ Τιμόθεος μηχανήμασι μακροτέροις ἐξ ἱστοῦ ἀκίδας περιθεὶς καὶ δρέπανα ἐπὶ τὰ ἄκρα τοῦ ἱστοῦ ἐμβαλὼν ταῖς ἀκίσι διερρήγνυε, τοῖς δὲ δρεπά- νοις ἀνέτεμνε τοὺς φορμοὺς, ὥστε ῥεῖν τὴν ἄμμον. τοῦτο δρώμενον ἰδόντες Τορωναῖοι πρὸς ὁμολογίαν ἐτράποντο. Τιμόθεος μετὰ Κερκυραίων καὶ τῶν ἄλλων συμ- μάχων πρὸς Λακεδαιμονίους ναυμαχῶν τὰς ἄριστα πλεούσας τῶν νεῶν προέταξε κελεύσας τὰς ἄλλας ἐν τῷ σχήματι τῆς παρατάξεως ἡσυχίαν ἔχειν. ἐπεὶ δὲ οἱ προτεταγμένοι διεναυμάχησαν, ἐπὶ πολὺ κεκμηκότων ἤδη τῶν πολεμίων, σημεῖον ἦρε τοῖς ἡσυχάζουσιν· οἱ δὲ ἀκμῆτες ἐμβαλόντες ἐτρέψαντο τοὺς κεκμηκότας. Τιμόθεος περὶ Λευκάδα Λακεδαιμονίοις ναυμα- χήσας ἐνίκησε. πολλῶν συντριβέντων σκαφῶν περι- ῆσαν δέκα νῆες τῶν πολεμίων ἀναυμάχητοι, ἃς ἐδεδοί- κει. Τιμόθεος ἐπανιὼν ἐπὶ τὸν ναύσταθμον καὶ δὴ τὸ ναυτικὸν ἔταξεν ἐν μηνοειδεῖ σχήματι πρὸς τοὺς πολε- μίους τὸ κυρτὸν, ἐντὸς τὰ ναυάγια συναγαγών· τὸν δὲ ἀπόπλουν ἐποιεῖτο πρὸς τὴν γῆν κελεύσας ἐλαύνειν ἐπὶ πρύμναν, ὅπως ἀντίπρωροι τὰς πολεμίας δέκα ναῦς ῥᾳδίως ἀμύνοιντο. τοῦτο τὸ σχῆμα τῆς τάξεως οἱ ἀπὸ τῶν δέκα νεῶν φοβηθέντες οὐκ ἐπέθεντο. ΧΑΒΡΙΑΣ Χαβρίας τοῖς στρατιώταις παρήγγειλεν, ἐπειδὰν μέλλωμεν μάχεσθαι, μή τοι νομίζωμεν ὡς θεοῖς πο- λεμίοις συμβάλλοντες, ἀλλὰ ἀνθρώποις αἷμα καὶ σάρκας ἔχουσι καὶ τῆς αὐτῆς φύσεως ἡμῖν κεκοινωνηκόσιν. Χαβρίας περὶ Νάξον ναυμαχῶν, ἐνίκησε Βοηδρο- μιῶνος ἕκτῃ ἐπὶ δέκα ταύτην τὴν ἡμέραν ἐπιτήδειον τῇ ναυμαχίᾳ κρίνας, ὅτι ἦν μία τῶν μυστηρίων. οὕτω γέ τοι καὶ Θεμιστοκλῆς τοῖς Πέρσαις ἐναυμάχησε περὶ Σαλαμῖνα. ἀλλὰ οἱ μὲν περὶ Θεμιστοκλέα σύμμαχον ἔσχον τὸν Ἴακχον, οἱ δὲ περὶ Χαβρίαν τὸ Ἅλαδε μύσται. Χαβρίας ναῦς Λακωνικὰς κατασκόπους δώδεκα ἐφορμούσας, οὐ μὴν ἐπαναχθῆναι θαρρούσας ἐξεκα- λέσατο οὕτω πως· αὐτὸς ἀνήχθη ναυσὶ δεκαδύο κατὰ δύο ζεύξας, ἔπειτα τὰ ἱστία τῶν δυοῖν ἐπὶ μιᾶς ἀρά- μενος. οἱ πολέμιοι καταφρονήσαντες ὡς πρὸς ἓξ τριή- ρεις αὐτοὶ δεκαδύο ἔχοντες ἐπανήχθησαν. Χαβρίας ἐπὶ πλέον αὐτῶν τοῦ πελάγους προελθόντων καθελὼν τὰ ἱστία, τὰ σκάφη διαζεύξας ἐπέτρεψε καὶ τὰς ἡμι- σείας τῶν πολεμίων ἔλαβεν αὐτάνδρους. Χαβρίας διὰ στενῶν τόπων ἀναχωρῶν ὀλίγους ἔχων πολλῶν πολεμίων ἐπικειμένων αὐτὸς τῆς πορείας ἡγούμενος τοὺς μάλιστα εὐρώστους οὐραγεῖν ἔταξεν, ὅπως τοὺς προσκειμένους ἀμύνοιντο. οὐδεὶς οὖν τῶν οὐραγούντων ἔφυγεν οὐ τολμῶν τὸν στρατηγὸν παρελθεῖν ὡς ἂν κωλυθεὶς ἢ καὶ κολασθείς. τῷ σχή- ματι τούτῳ τῆς πορείας ἀσφαλῶς διήγαγε τὸ στρατό- πεδον. Χαβρίας Θαμῷ, Αἰγυπτίων βασιλεῖ, χρημάτων ἀποροῦντι συνεβούλευσε, τοὺς ἐν τῇ χώρᾳ κεκτημένους ἱκανὴν οὐσίαν κελεῦσαι παραχρῆμα εἰσενεγκεῖν ὅσον τις ἔχοι χρυσίον ἢ ἀργύριον· κομιδὴν δὲ αὐτοῖς ὧν διδόασι γενέσθαι ἐκ τῶν φόρων, οὓς κατ᾽ ἔτος ἐτέ- λουν. οὕτω δὴ πολλὰ συνελέγη χρήματα οὐδενὸς ἀδικηθέντος, ἀλλὰ πάντων ὕστερον ὅσα ἔδωκαν ἀπο- λαβόντων. Χαβρίας εἰς Σελλασίαν τῆς Λακωνικῆς ἐμβαλὼν, νυκτὸς τὸν ποταμὸν διαβὰς, λείαν πολλὴν λαβὼν τὴν μὲν ὑπὲρ τὸν ποταμὸν ἐς τὴν φιλίαν ἀπεπέμψατο· αὐτὸς δὲ τοὺς ἄλλους στρατιώτας φαγεῖν κελεύσας ἀνέμεινε μέχρι μεσούσης ἡμέρας τοῦτο προσδοκῶν, ὃ δὴ καὶ ἐγένετο. οἱ γὰρ Λακεδαιμόνιοι μαθόντες ἐξεβοήθησαν ὡς ἀφαιρησόμενοι τὴν λείαν ἐπὶ τοῦ ποταμοῦ καὶ σπουδῇ δραμόντες διακόσια στάδια κε- κμηκότες, ἀσύντακτοι, διεσπαρμένοι πρὸς μάχην ἦσαν ἄχρηστοι. ὁ δὲ τοὺς αὑτοῦ στρατιώτας βεβρωκότας, ἀναπαυσαμένους, συντεταγμένους προσαγαγὼν ῥᾳδίως τοὺς πλείστους αὐτῶν διέφθειρεν. Χαβρίας ἦν ἐν Αἰγύπτῳ, στρατηγῶν τῷ βασιλεῖ τῶν Αἰγυπτίων. τοῦ Περσῶν βασιλέως ἐπιστρατεύ- σαντος πεζῇ δυνάμει καὶ ναυτικῇ, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ναῦς πολλὰς ἔχων ἠπόρει πληρωμάτων συγ- κεκροτημένων. Χαβρίας καταλέξας Αἰγυπτίων τοὺς νεωτάτους, ἱκανοὺς πληρῶσαι ναῦς διακοσίας, ἐξελὼν τὰς κώπας τῶν τριήρων, ξύλα μακρὰ παραβαλὼν ἐπὶ τὸν αἰγιαλὸν, ὥστε ἐφ᾽ ἕνα καθῆσθαι, δοὺς αὐτοῖς τὰς κώπας καὶ κελευστὰς τῶν διγλώσσων ἐπιστήσας ὀλίγαις ἡμέραις ἐλαύνειν αὐτοὺς ἐδίδαξεν καὶ τὰς ναῦς ἐρετῶν συγκεκροτημένων ἐπλήρωσεν. Χαβρίας ὁπότε νεοσύλλογον ἔχων δύναμιν _κα_ὶ μέλλοι παρατάττεσθαι, διὰ τοῦ κήρυκος ἐκέλευε τοὺς ἀρρώστως ἔχοντας χωρὶς τίθεσθαι τὰ ὅπλα. ὅσοι δὴ δειλοὶ καὶ ἀρρωστίαν προσποιούμενοι χωρὶς ἐτίθεντο τὰ ὅπλα, τούτοις ἐς μὲν τὴν μάχην οὐκ ἐχρῆτο, ἐς δὲ τὰς προκαταλήψεις τῶν ὀχυρῶν τόπων, ἵνα τὸ γοῦν πλῆθος ἐπιφαινόμενον αὐτῶν φόβον ἐνεργάζοιτο τοῖς πολεμίοις· καιροῦ δὲ παραστάντος ἐποίει ταχέως αὐτοὺς ἀπομίσθους. Χαβρίας προσπλεύσας πολεμίᾳ πόλει νυκτὸς τοὺς πελταστὰς ἀπεβίβασεν· αὐτὸς δὲ ἀρχομένης ἕω ἐπὶ τὸν λιμένα ἔπλει ἀπωτέρω τῆς πόλεως ὄντα. οἱ ἐκ τῆς πόλεως ἐξέδραμον κωλύσοντες ἀποβῆναι τοὺς ἐκ τῶν νεῶν· οἱ δὲ ἐκ τῆς ἐνέδρας πελτασταὶ ὄπισθεν ἐπι- φανέντες τοὺς μὲν διέφθειραν αὐτῶν, τοὺς δὲ ζωγρείᾳ λαβόντες τῶν νεῶν ἐπιβάντες ἀνήχθησαν. Χαβρίας ἀπὸ τῶν πελταστῶν δέκα τοὺς δρομικω- τάτους ἐφ᾽ ἑκάστην ναῦν ἀνεβιβάσατο καὶ νυκτὸς ἐς τὴν πολεμίαν ἀπεβίβασε καὶ λεηλατεῖν τὴν χώραν ἐκέ- λευσεν. οἱ δ᾽ ἐκ τῆς πόλεως ἐκβοηθήσαντες ἐπικρατεῖν τῶν λεηλατούντων ἔμελλον· ὁ δὲ προϊδὼν κατὰ σπου- δὴν ἐπὶ τὴν πόλιν ἔπλει. οἱ δὲ ἐκβοηθήσαντες τὸν ἐπίπλουν ἰδόντες ἐσπούδασαν, ἵνα μὴ καταλάβοι τὴν πόλιν. ὁ δὲ τὰς ναῦς τῇ χώρᾳ προσορμίσας τοὺς πελταστὰς καὶ τὴν λείαν ὅσην ἔλαβον ἀναλαβὼν καὶ δὴ ἀποπλεύσας ᾤχετο. Χαβρίας ἐν Νάξῳ μέλλων ναυμαχεῖν πρὸς Πόλ- λιν παρήγγειλε τοῖς τριηράρχοις, ἐὰν ἰσοπαλεῖς κατὰ τὸν κίνδυνον ὦσι, τὰ σημεῖα τῶν ἰδίων νεῶν λάθρα καθελόντας εἰδέναι τὰς ἐπισήμους πολεμίας οὔσας. ἐπεὶ δὲ τοῦτο ἐγένετο, οἱ μὲν τοῦ Πόλλιδος κυβερνῆ- ται ταῖς ναυσὶ τῶν Ἀθηναίων ἀπαντῶντες διὰ τὸ μὴ ἔχειν αὐτὰς τὸ Ἀττικὸν σημεῖον ἀμφιγνοοῦντες παρέ- πλεον. οἱ δὲ τῶν Ἀθηναίων κατὰ τὸ παράγγελμα ταῖς ἐπισήμοις τῶν νεῶν ἔφθανον διδόντες διττὰς ἐμβολάς. τὸ τέχνασμα τοῦτο νίκην Ἀθηναίοις ἔδωκεν. Χαβρίας εἰς Αἴγιναν νυκτὸς καταπλεύσας τρια- κοσίους ἄνδρας εἴς τινα τόπον ἐπιτήδειον ἀποβιβάσας αὐτὸς παρέπλει. οἱ μὲν ἐκ τῆς πόλεως ἐπεξελθόντες τοῖς ἀποβᾶσι παρετάσσοντο καὶ πολλοὺς αὐτῶν ἀνῄ- ρουν, ὁ δὲ διὰ τάχους ἐς τὴν πόλιν εἰσέπλευσεν. οἱ δὲ πολῖται φοβηθέντες, μὴ τῆς πόλεως ἀποκλεισθῶσι, καταλιπόντες τὴν πρὸς τοὺς τριακοσίους μάχην ἀνε- χώρησαν ἐπὶ τὴν πόλιν. Χαβρίας πρὸς τὰς ἐπιβολὰς τῶν κυμάτων ὑπὲρ τὴν παρεξειρεσίαν ἑκατέρου τοίχου δέρρεις παρέβαλεν, καὶ κατηλώσας ἀρτίως τῷ καταστρώματι κατὰ τὸ ὕψος φράγμα κατελάμβανεν αὐτὸ πρὸς τὰς παρεξει- ρεσίας. τοῦτο δὲ ἐκώλυε τὴν ναῦν ὑποβρύχιον φέ- ρεσθαι καὶ τοὺς ναύτας ὑπὸ τῶν κυμάτων βρέχεσθαι· καὶ τὰ ἐπιφερόμενα κύματα οὐχ ὁρῶντες διὰ τὴν τοῦ φράγματος πρόσθεσιν οὐκ ἐξανίσταντο διὰ τὸν φόβον οὐδὲ τὴν ναῦν ἔσφαλλον. Χαβρίας πρὸς τοὺς πελαγίους πλοῦς καὶ τοὺς ἐν τῇ θαλάττῃ χειμῶνας κατεσκεύαζεν ἑκάστῃ τῶν νηῶν δισσὰ πηδάλια καὶ τοῖς μὲν ὑπάρχουσιν ἐν ταῖς εὐδίαις ἐχρῆτο, εἰ δὲ ἡ θάλασσα κοίλη γένοιτο, θάτερα διὰ τῆς παρεξειρεσίας κατὰ τὰς θρανίτιδας κώπας παρε- τίθει τοὺς αὐχένας ἔχοντα καὶ τοὺς οἴακας ὑπὲρ τοῦ καταστρώματος, ὥστε ἐξαιρομένης τῆς πρύμνης τούτοις τὴν ναῦν κατευθύνεσθαι. Χαβρίας, καταδραμὼν τὴν Λακωνικὴν καὶ λείαν πολλὴν ἁρπάσας, Σπαρτιατῶν ἐκβοηθησάντων, ὧν Ἀγησίλαος ἡγεῖτο, συναγαγὼν τοὺς στρατιώτας ἐπὶ λόφον ὑψηλὸν, τὰ σκευοφόρα καὶ τοὺς αἰχμαλώτους ἀγαγὼν ἐπὶ τὸ ὀχυρώτατον περιεστρατοπέδευσεν. οἱ δὲ Λάκωνες ἀπὸ πέντε σταδίων ἀντεστρατοπέδευσαν. Χαβρίας παρήγγειλεν ὡς πλεῖστα πυρὰ καῆναι διὰ νυκτὸς καὶ περὶ δευτέραν φυλακὴν παρήγγειλε τὰ μὲν ὑποζύγια καὶ τὰ βοσκήματα καταλιπεῖν, αὐτοὺς δὲ ἀναχωρεῖν κατὰ τὸ ὄπισθεν μέρος τοῦ λόφου. οἱ μὲν δὴ λαθόντες ἀνεχώρησαν· οἱ δὲ Λάκωνες τό τε πῦρ ὁρῶντες τῆς τε φωνῆς τῶν ὑποζυγίων ἀκούοντες μένειν τοὺς Ἀθηναίους νομίζοντες ὑπὸ τὴν ἕω διασκευασά- μενοι πρὸς μάχην σύνθημα λαβόντες τῷ λόφῳ προς- ῆγον. ἐπεὶ δὲ ἐγγὺς γενόμενοι κενὸν τὸ στρατόπε- δον εἶδον, ἀνεβόησεν Ἀγησίλαος ἄριστός γε στρατηγὸς Χαβρίας. ΦΩΚΙΩΝ. Φωκίων Ἀθηναίους ὡρμηκότας στρατεύειν ἐπὶ Βοιωτοὺς ἐκώλυεν· οἱ δὲ πολλῇ ὁρμῇ χρώμενοι τὸν πόλεμον ἐψηφίσαντο καὶ Φωκίωνα στρατηγόν. ὁ δὲ τὸν κήρυκα ἀνειπεῖν ἐκέλευσεν· ὅσοι Ἀθηναίων μέχρι ἑξήκοντα ἐτῶν ἀπὸ ἥβης πέντε ἡμερῶν σιτία λαβόντες εὐθὺς ἀπὸ τῆς ἐκκλησίας ἕπεσθέ μοι. ὁ θόρυβος ἦν πολύς. οἱ πρεσβύτεροι καὶ μᾶλλον ἐβόων, ἀνεπήδων, ἠγανάκτουν. τότε δὴ Φωκίων οὐδὲν, ἔφη δεινὸν ὑπομενεῖτε· κἀγὼ γὰρ ὁ στρατηγὸς ὀγδοηκοστὸν ἔχων ἔτος μεθ᾽ ὑμῶν ἔσομαι. τοῦτο ἀκούσαντες Ἀθηναῖοι τῆς ὁρμῆς τῆς ἐπὶ τὸν πόλεμον ἐπαύσαντο καὶ μετε- βάλοντο. ΧΑΡΗΣ. Χάρης ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας εἶναι φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας, προς- έταξεν ἕκαστον ἐπιλαμβάνεσθαι τοῦ πλησίον καὶ μὴ πρότερον ἀφιέναι, πρὶν εἰπεῖν, ὅς τις εἴη καὶ τίνος τάξεως. οὕτω δὴ συνέβη τοὺς κατασκόπους ἁλῶναι μὴ δυναμένους εἰπεῖν μήτε τάγμα μήτε λόχον μήτε συσσίτιον μήτε σύνθημα. Χάρης ἐν Θρᾴκῃ χειμῶνος ὄντος ὑπερβολῇ τοὺς στρατιώτας ὁρῶν φειδομένους τῶν ἱματίων καὶ πρὸς τὸ πράττειν ἃ χρὴ διακειμένους ὀκνηρῶς παρήγγειλεν αὐτοῖς ἀλλάττειν παρ᾽ ἀλλήλων τὰ ἱμάτια. τούτου γὰρ γενομένου τῶν ἀλλοτρίων ἐσθήτων ἕκαστος οὐ φειδόμενος ἑτοιμότερος ἦν πράττειν τὰ κελευόμενα. Χάρης ἀπῆγε στρατόπεδον ἐκ Θρᾴκης· ἐπέκειντο οἱ Θρᾷκες καὶ τὴν οὐραγίαν ἔθραυον. ὁ δὲ βουλόμε- νος ἀποσπάσαι τοὺς πολεμίους καὶ διελθεῖν ἀσφαλῶς, τόπον ὕποπτον συνιδὼν, ἀναβιβάσας τῶν σαλπιγκτῶν ἐπὶ τοὺς ἵππους καὶ συμπέμψας αὐτοῖς ὀλίγους τῶν ἱππέων ἐκέλευσε παριππευσαμένους τὴν ταχίστην γενο- μένους ὄπισθεν τῶν πολεμίων τὸ πολεμικὸν σημῆναι. οἱ μὲν ἐσήμηναν, οἱ δὲ προσκείμενοι Θρᾷκες ἐνέδραν εἶναι νομίσαντες τὴν τάξιν λύσαντες φεύγοντες ᾤχοντο. Χάρης δὲ ἀσφαλῆ τὴν ἀποχώρησιν ἐποιήσατο. ΧΑΡΙΔΗΜΟΣ. Χαρίδημος Ἰλιέων λεηλατούντων αὐτοῦ τὴν πόλιν οἰκέτην Ἰλιέα προελθόντα ἐπὶ λείαν συλλαβὼν μεγά- λοις δώροις ἔπεισε προδοῦναι τὴν πόλιν. ἵνα δὲ πιστὸς φανείη τοῖς φυλάττουσι τὰς πύλας, ἔδωκεν αὐτῷ πολλὰ πρόβατα καὶ ἀνδράποδα δίς που καὶ τρὶς ἀγαγεῖν. οἱ δὲ φύλακες ταῦτα νειμάμενοι συνεχώρουν αὐτῷ πολλάκις ἐξιέναι νύκτωρ καὶ σὺν αὐτῷ ἄνδρας πλείο- νας τὴν λείαν περιελαύνοντας. Χαρίδημος τοὺς μὲν σὺν αὐτῷ συλλαβὼν ἔδησε· τὰ δὲ τούτων ἱμάτια περι- βαλὼν ἰδίοις ἀνδράσιν ὡπλισμένοις ἔδωκεν αὐτοῖς τά τε ἄλλα τῆς λείας καὶ ἵππον ὡς αἰχμάλωτον. οἱ φύ- λακες, ἵνα δέξαιντο τὸν ἵππον, πᾶσαν τὴν πύλην ἀνέῳξαν. οἱ στρατιῶται τῷ ἵππῳ συνεισπεσόντες τούς τε φύλακας ἀπέκτειναν καὶ τὴν λοιπὴν δύναμιν δεξά- μενοι τῆς πόλεως ἐκράτησαν, ὥστε, εἰ χρή τι καὶ παῖξαι, δεύτερον ἑάλω τὸ Ἴλιον πάλιν ἵππῳ καταστρα- τηγούμενον. ΔΗΜΗΤΡΙΟΣ ΦΑΛΗΡΕΥΣ. Δημήτριος Φαληρεὺς συλλαμβάνεσθαι μέλλων ὑπὸ τοῦ Θρᾳκῶν βασιλέως κατακρύψας αὑτὸν ἐς ἅμαξαν χορτοφόρον ἐς τὴν ὅμορον χώραν διεσώθη. ΦΙΛΟΚΛΗΣ. Φιλοκλῆς, Πτολεμαίου στρατηγὸς, Καύνῳ προς- εστρατοπέδευσε καὶ χρήμασι διαφθείρας τοὺς σιτοφύ- λακας συνέθετο. οἱ μὲν ἐν τῇ πόλει παρήγγειλαν τοῖς στρατιώταις δώσειν σῖτον· οἱ δὲ τὰς φυλακὰς τῶν τειχῶν ἀπολιπόντες τὸν σῖτον ἐμετροῦντο. Φιλοκλῆς ἐν τούτῳ τῷ καιρῷ προσπεσὼν ἀφύλακτον ἔλαβε τὴν πόλιν. Τάδε ἔνεστιν ἐν τῷ τετάρτῳ τῶν Πολυαίνου στρατηγημάτων· Ἀργαῖος

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:47 - flow version _RPTC_G1.3