Preghiera ad Afrodite - Saffo frammento 1 testo greco e traduzione

PREGHIERA AD AFRODITE di Saffo

ποικιλόθρον' ἀθανάτἈφρόδιτα, παῖ Δίος δολόπλοκε, λίσσομαί σε, μή μ' ἄσαισιμηδ' ὀνίαισι δάμνα, πότνια, θῦμον, ἀλλὰ τυίδ' ἔλθ', αἴ ποτα κἀτέρωτατὰς ἔμας αὔ[δας ἀίοισα πήλοι ἔκλυες, πάτρο[ς δὲ δόμον λίποισαχρύσιον ἦλθεςἄρμ' ὐπασδε[ύξαισα· κάλοι δέ σ' ἆγοὤκεες στροῦ[θοι περὶ γᾶς μελαίναςπύκνα δίν[νεντες πτέρ' ἀπ' ὠράνωἴθερος διὰ μέσσω·αἶψα δ' ἐξίκο[ντο· σὺ δ', ὦ μάκαιρα, μειδιαίσαισ' ἀθανάτωι προσώπωι ἤρε' ὄττι δηὖτε πέπονθα κὤττιδηὖτε κάλημμικὤττι μοι μάλιστα θέλω γένεσθαιμαινόλαι θύμωι· τίνα δηὖτε πείθωσάγην ἐς σὰν φιλότατα; τίς σ', ὦΨά]πφ', ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, ‹αἰ δὲ δῶρα μὴ δέκετ', ἀλλὰ δώσει, ›‹αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει›‹κωὐκ ἐθέλοισα. ›‹ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσον›‹ἐκ μερίμναν, ὄσσα δέ μοι τέλεσσαι›‹θῦμος ἰμέρρει, τέλεσον, σὺ δ' αὔτα›‹σύμμαχος ἔσσο. ›

Clicca qui per la traduzione

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:31 - flow version _RPTC_G1.3