Senofonte Efesio - Gli Efesiaci Libro V
Gli Efesiaci di Senofonte Efesio
LIBRO V
Ἐφεσιακά λόγος πέμπτος
Ξενοφῶντος τῶν κατὰ
Ἀνθίαν καὶ Ἁβροκόμην Ἐφεσιακῶν
[5.1.1] Ὁ δὲ Ἁβροκόμης διανύσας τὸν Αἰγύπτου πλοῦν εἰς αὐτὴν μὲν Ἰταλίαν οὐκ ἔρχεται, τὸ γὰρ πνεῦμα τὴν ναῦν ἀπῶσαν τοῦ μὲν κατ᾽ εὐθὺ ἀπέσφηλε πλοῦ, ἤγαγε δὲ εἰς Σικελίαν καὶ κατήχθησαν εἰς πόλιν Συρακούσας μεγάλην καὶ καλήν. [5.1.2]Ἐνταῦθα ὁ Ἁβροκόμης γενόμενος ἔγνω περιιέναι τὴν νῆσον καὶ ἀναζητεῖν ἔτι περὶ Ἀνθίας εἴ τι πύθοιτο. Καὶ δὴ ἐνοικίζεται [μὲν] πλησίον τῆς θαλάσσης παρὰ ἀνδρὶ Αἰγιαλεῖ πρεσβύτηι, ἁλιεῖ τὴν τέχνην. Οὗτος ὁ Αἰγιαλεὺς πένης μὲν ἦν καὶ ξένος καὶ ἀγαπητῶς αὑτὸν διέτρεφεν ἐκ τῆς τέχνης· ὑπεδέξατο δὲ τὸν Ἁβροκόμην ἄσμενος καὶ παῖδα ἐνόμιζεν αὑτοῦ καὶ ἠγάπα διαφερόντως. [5.1.3]Καὶ ἤδη ποτὲ ἐκ πολλῆς τῆς πρὸς ἀλλήλους συνηθείας ὁ μὲν Ἁβροκόμης αὐτῶι διηγήσατο τὰ καθ᾽ αὑτόν, καὶ τὴν Ἀνθίαν εἰρήκει καὶ τὸν ἔρωτα καὶ τὴν πλάνην, ὁ δὲ Αἰγιαλεὺς ἄρχεται τῶν αὑτοῦ διηγημάτων.
[5.1.4] «Ἐγὼ» ἔφη, «τέκνον Ἁβροκόμη, οὔτε Σικελιώτης οὐδὲ ἐπιχώριος, ἀλλὰ Σπαρτιάτης Λακεδαιμόνιος τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, καὶ περιουσίαν ἔχων πολλήν. [5.1.5] Νέος δὲ ὢν ἠράσθην [ἐν τοῖς ἐφήβοις καταλελεγμένος] κόρης πολίτιδος Θελξινόης τοὔνομα, ἐντερᾶι δέ μου καὶ ἡ Θελξινόη. Καὶ τῆι πόλει παννυχίδος ἀγομένης συνήλθομεν ἀλλήλοις, ἀμφοτέρους ὁδηγοῦντος θεοῦ, καὶ ἀπηλαύσαμεν ὧν ἕνεκα συνήλθομεν. [5.1.6]Καὶ χρόνωι τινὶ ἀλλήλοις συνῆμεν λανθάνοντες καὶ ὠμόσαμεν ἀλλήλοις πολλάκις ἕξειν καὶ μέχρι θανάτου· ἐνεμέσησε δέ τις ἄρα θεῶν. Κἀγὼ μὲν ἔτι ἐν τοῖς ἐφήβοις ἤμην, τὴν δὲ Θελξινόην ἐδίδοσαν πρὸς γάμον οἱ πατέρες ἐπιχωρίωι τινὶ νεανίσκωι Ἀνδροκλεῖ τοὔνομα· ἤδη δὲ αὐτῆς καὶ ἤρα ὁ Ἀνδροκλῆς. [5.1.7] Τὰ μὲν οὖν πρῶτα ἡ κόρη πολλὰς προφάσεις ἐποιεῖτο ἀναβαλλομένη τὸν γάμον· τελευταῖον δὲ δυνηθεῖσα ἐν ταὐτῶι μοι γενέσθαι συντίθεται νύκτωρ ἐξελθεῖν Λακεδαίμονος μετ᾽ ἐμοῦ. Καὶ δὴ ἐστείλαμεν ἑαυτοὺς νεανικῶς ἀπέκειρα δὲ καὶ τὴν κόμην τῆς Θελξινόης. [5.1.8] Ἐν αὐτῆι οὖν τῆι τῶν γάμων νυκτὶ ἐξελθόντες τῆς πόλεως ἤιειμεν ἐπ᾽ Ἄργος καὶ Κόρινθον, κἀκεῖθεν ἀναγόμενοι ἐπλεύσαμεν εἰς Σικελίαν. Λακεδαιμόνιοι δὲ πυθόμενοι τὴν φυγὴν ἡμῶν θάνατον κατεψηφίσαντο. Ἡμεῖς δὲ ἐνταῦθα διήγομεν ἀπορίαι μὲν τῶν ἐπιτηδείων, ἡδόμενοι δὲ καὶ πάντων ἀπολαύειν δοκοῦντες, ὅτι ἦμεν μετ᾽ ἀλλήλων. [5.1.9] Καὶ τέθνηκεν ἐνταῦθα οὐ πρὸ πολλοῦ Θελξινόη καὶ τὸ σῶμα οὐ τέθαπται, ἀλλὰ ἔχω γὰρ μετ᾽ ἐμαυτοῦ καὶ ἀεὶ φιλῶ καὶ σύνειμι.» [5.1.10] Καὶ ἅμα λέγων εἰσάγει τὸν Ἁβροκόμην εἰς τὸ ἐνδότερον δωμάτιον καὶ δεικνύει τὴν Θελξινόην, γυναῖκα πρεσβῦτιν μὲν ἤδη, καλὴν φαινομένην ἔτι Αἰγιαλεῖ κόρην· τὸ δὲ σῶμα αὐτῆς ἐτέθαπτο ταφῆι Αἰγυπτίαι· ἦν γὰρ καὶ τούτων ἔμπειρος ὁ γέρων. [5.1.11] «Ταύτηι οὖν» ἔφη, «ὦ τέκνον Ἁβροκόμη, ἀεί τε ὡς ζώσηι λαλῶ καὶ συγκατάκειμαι καὶ συνευωχοῦμαι· κἂν ἔλθω ποτὲ ἐκ τῆς ἁλιείας κεκμηκώς, αὕτη με παραμυθεῖται βλεπομένη· οὐ γὰρ οἵα νῦν ὁρᾶται σοὶ τοιαύτη φαίνεται ἐμοί· ἀλλὰ ἐννοῶ, τέκνον, οἵα μὲν ἦν ἐν Λακεδαίμονι, οἵα δὲ ἐν τῆι φυγῆι· τὰς παννυχίδας ἐννοῶ, τὰς συνθήκας ἐννοῶ».
[5.1.12] Ἔτι λέγοντος τοῦ Αἰγιαλέως ἀνωδύρετο ὁ Ἁβροκόμης «σὲ δὲ» λέγων, «ὦ πασῶν δυστυχεστάτη κόρη, πότε ἀνευρήσω κἂν νεκράν; Αἰγιαλεῖ μὲν γὰρ τοῦ βίου μεγάλη παραμυθία τὸ σῶμα τὸ Θελξινόης, καὶ νῦν ἀληθῶς μεμάθηκα ὅτι ἔρως ἀληθινὸς ὅρον ἡλικίας οὐκ ἔχει· [5.1.13] ἐγὼ δὲ πλανῶμαι μὲν κατὰ πᾶσαν γῆν καὶ θάλασσαν, οὐ δεδύνημαι δὲ οὐδὲ ἀκοῦσαι περὶ σοῦ. Ὦ μαντεύματα δυστυχῆ, ὦ τὰ πάντων ἡμῖν Ἄπολλον χρήσας χαλεπώτατα, οἴκτειρον ἤδη καὶ τὰ τέλη τῶν μεμαντευμένων ἀποδίδου».
[5.2.1] Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ ληιστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι. [5.2.2] Οὐ γὰρ ἐδόκει τῶι Ἱπποθόωι αὔταρκες εἶναι ληιστεύειν κατ᾽ ἄνδρα, εἰ μὴ καὶ κώμαις καὶ πόλεσιν ἐπιβάλοι. Καὶ ὁ μὲν παραλαβὼν τοὺς σὺν αὐτῶι καὶ ἐπιφορτισάμενος πάντα (ἦν δὲ αὐτῶι καὶ ὑποζύγια πολλὰ καὶ κάμηλοι οὐκ ὀλίγαι) Αἰθιοπίαν μὲν κατέλιπεν, ἤιει δὲ ἐπ᾽ Αἴγυπτόν τε καὶ Ἀλεξάνδρειαν καὶ ἐνενόει Φοινίκην καὶ Συρίαν πάλιν· τὴν δὲ Ἀνθίαν προσεδόκα τεθνηκέναι· [5.2.3] ὁ δὲ Ἀμφίνομος, ὁ φρουρῶν ἐν τῆι τάφρωι αὐτήν, ἐρωτικῶς διακείμενος, οὐχ ὑπομένων ἀποσπασθῆναι τῆς κόρης διὰ τὴν πρὸς αὐτὴν φιλοστοργίαν καὶ τὴν ἐπικειμένην συμφοράν, Ἱπποθόωι μὲν οὐχ εἵπετο, λανθάνει δὲ ἐν πολλοῖς τοῖς ἄλλοις καὶ ἀποκρύπτεται ἐν ἄντρωι τινὶ σὺν τοῖς ἐπιτηδείοις οἷς συνελέξατο.[5.2.4] Νυκτὸς δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἐπὶ κώμην ἐληλύθεσαν τῆς Αἰγύπτου, Ἀρείαν καλουμένην, πορθῆσαι θέλοντες· ὁ δὲ Ἀμφίνομος ἀνορύσσει τὴν τάφρον καὶ ἐξάγει τὴν Ἀνθίαν καὶ θαρρεῖν παρεκάλει. [5.2.5] Τῆς δὲ ἔτι φοβουμένης καὶ ὑποπτευούσης, τὸν ἥλιον ἐπόμνυσι τοὺς ἐν Αἰγύπτωι θεοὺς σεμνὴν τηρήσειν [γάμων ἁγνήν], μέχρι ἂν καὶ αὐτή ποτε πεισθεῖσα θελήσηι συγκαταθέσθαι. Πείθεται τοῖς ὅρκοις Ἀμφινόμου Ἀνθία καὶ ἕπεται αὐτῶι· οὐκ ἀπελείποντο δὲ οἱ κύνες ἀλλ᾽ ἔστεργον συνήθεις γενόμενοι.
[5.2.6] Ἔρχονται δὴ εἰς Κοπτόν, κἀνταῦθα ἔγνωσαν ἡμέρας διαγαγεῖν, μέχρις ἂν προέλθωσιν οἱ περὶ τὸν Ἱππόθοον τῆς ὁδοῦ· ἐπεμελοῦντο δὲ τῶν κυνῶν ὡς ἔχοιεν τὰ ἐπιτήδεια.
[5.2.7] Οἱ δὲ περὶ τὸν Ἱππόθοον προσβαλόντες τῆι κώμηι τῆι Ἀρείαι πολλοὺς μὲν τῶν ἐνοικούντων ἀπέκτειναν καὶ τὰ οἰκήματα ἐνέπρησαν καὶ κατήιεσαν οὐ τὴν αὐτὴν ὁδὸν ἀλλὰ διὰ τοῦ Νείλου· πάντα γὰρ τὰ ἐκ τῶν μεταξὺ κωμῶν σκάφη συλλεξάμενοι, ἐπιβάντες ἔπλεον ἐπὶ Σχεδίαν, καὶ ..... κἀντεῦθεν ἐκβάντες παρὰ τὰς ὄχθας τοῦ Νείλου διώδευον τὴν ἄλλην Αἴγυπτον.
[5.3.1] Ἐν τούτωι δὲ ὁ ἄρχων τῆς Αἰγύπτου ἐπέπυστο μὲν τὰ περὶ τὴν Ἀρείαν καὶ τὸ Ἱπποθόου ληιστήριον καὶ ὅτι ἀπ᾽ Αἰθιοπίας ἔρχονται· παρασκευάσας δὲ στρατιώτας πολλοὺς καὶ ἄρχοντα τούτοις ἐπιστήσας τῶν συγγενῶν τῶν αὑτοῦ Πολύιδον, νεανίσκον ὀφθῆναι χαρίεντα, δρᾶσαι γεννικόν, ἔπεμψεν ἐπὶ τοὺς ληιστάς.[5.3.2] Οὗτος ὁ Πολύιδος παραλαβὼν τὸ στράτευμα, ἀπήντα κατὰ Πηλούσιον τοῖς περὶ τὸν Ἱππόθοον, καὶ εὐθὺς παρὰ τὰς ὄχθας μάχη τε αὐτῶν γίνεται καὶ πίπτουσιν ἑκατέρων πολλοί· νυκτὸς δὲ ἐπιγενομένης τρέπονται μὲν οἱ ληισταὶ καὶ πάντες ὑπὸ τῶν στρατιωτῶν φονεύονται· εἰσὶ δὲ οἳ καὶ ζῶντες ἐλήφθησαν. [5.3.3]Ἱππόθοος μόνος, ἀπορρίψας τὰ ὅπλα, ἔφυγε τῆς νυκτὸς καὶ ἦλθεν εἰς Ἀλεξάνδρειαν· κἀκεῖθεν, δυνηθεὶς λαθεῖν, ἐπιβὰς ἀναγομένωι πλοίωι ἐπανήχθη. Ἦν δὲ αὐτῶι ἡ πᾶσα ἐπὶ Σικελίαν ὁρμή· ἐκεῖ γὰρ ἐδόκει μάλιστα διαλήσεσθαί τε καὶ διατραφήσεσθαι· ἤκουε δὲ τὴν νῆσον εἶναι μεγάλην τε καὶ εὐδαίμονα.
[5.4.1] Ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆσαι τῶν συμβαλόντων ληιστῶν, ἀλλ᾽ ἔγνω δεῖν ἀνερευνῆσαί τε καὶ ἐκκαθᾶραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῶι τινα ἀνεύροι. [5.4.2] Παραλαβὼν οὖν μέρος τι τοῦ στρατιωτικοῦ καὶ τοὺς εἰλημμένους τῶν ληιστῶν, ἵν᾽, εἴ τις φαίνοιτο, οἱ μηνύσειαν, ἀνέπλει τὸν Νεῖλον καὶ τὰς πόλεις διηρεύνα καὶ ἐνενόει μέχρις Αἰθιοπίας ἐλθεῖν. [5.4.3] Ἔρχονται δὴ καὶ εἰς Κοπτόν, ἔνθα ἦν Ἀνθία μετὰ Ἀμφινόμου. Καὶ αὐτὴν μὲν ἔτυχεν ἐπὶ τῆς οἰκίας, τὸν δὲ Ἀμφίνομον γνωρίζουσιν οἱ τῶν ληιστῶν εἰλημμένοι καὶ λέγουσι τῶι Πολυίδωι· καὶ Ἀμφίνομος λαμβάνεται καὶ ἀνακρινόμενος τὰ περὶ τὴν Ἀνθίαν διηγεῖται. [5.4.4] Ὁ δὲ ἀκούσας κελεύει καὶ αὐτὴν ἄγεσθαι καὶ ἐλθούσης ἀνεπυνθάνετο ἥτις εἴη καὶ πόθεν· ἡ δὲ τῶν μὲν ἀληθῶν οὐδὲν λέγει, ὅτι δὲ Αἰγυπτία εἴη καὶ ὑπὸ τῶν ληιστῶν εἴληπτο.
[5.4.5] Ἐν τούτωι ἐρᾶι καὶ ὁ Πολύιδος Ἀνθίας ἔρωτα σφοδρόν (ἦν δὲ αὐτῶι ἐν Ἀλεξανδρείαι γυνή)· ἐρασθεὶς δὲ τὰ μὲν πρῶτα ἐπειρᾶτο πείθειν μεγάλα ὑπισχνούμενος· τελευταῖον δὲ ὡς κατήιεσαν εἰς Ἀλεξάνδρειαν ἐγένοντο δὲ ἐν Μέμφει, ἐπεχείρησεν ὁ Πολύιδος βιάζεσθαι τὴν Ἀνθίαν. [5.4.6] ἡ δὲ ἐκφυγεῖν δυνηθεῖσα, ἐπὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔρχεται ἱκέτις γενομένη· «σύ με» εἶπεν, «ὦ δέσποινα Αἰγύπτου, πάλιν σῶσον, ἧι ἐβοήθησας πολλάκις· φεισάσθω μου καὶ Πολύιδος τῆς διὰ σὲ σώφρονος Ἁβροκόμηι τηρουμένης». [5.4.7] Ὁ δὲ Πολύιδος ἅμα μὲν τὴν θεὸν ἐδεδοίκει, ἅμα δὲ ἤρα τῆς Ἀνθίας καὶ τῆς τύχης αὐτὴν ἠλέει· πρόσεισι δὲ τῶι ἱερῶι μόνος καὶ ὄμνυσι μήποτε βιάσασθαι τὴν Ἀνθίαν, μήτε ὑβρίσαι τι εἰς αὐτήν, ἀλλὰ τηρῆσαι ἁγνὴν ἐς ὅσον αὐτὴ θελήσει· αὔταρκες γὰρ αὐτῶι φιλοῦντι ἐδόκει εἶναι κἂν βλέπειν μόνον καὶ λαλεῖν αὐτῆι.
[5.4.8] Ἐπείσθη τοῖς ὅρκοις ἡ Ἀνθία καὶ κατῆλθεν ἐκ τοῦ ἱεροῦ· καὶ ἐπειδὴ ἔγνωσαν ἡμέραις τρισὶν αὑτοὺς ἀναλαβεῖν ἐν Μέμφει, ἔρχεται ἡ Ἀνθία εἰς τὸ τοῦ Ἄπιδος ἱερόν. Διασημότατον δὲ τοῦτο ἐν Αἰγύπτωι, καὶ ὁ θεὸς τοῖς βουλομένοις μαντεύει. [5.4.9] Ἐπειδὰν γάρ τις προσελθὼν εὔξηται καὶ δεηθῆι τοῦ θεοῦ, αὐτὸς μὲν ἔξεισιν, οἱ δὲ πρὸ τοῦ νεὼ παῖδες Αἰγύπτιοι ἃ μὲν καταλογάδην, ἃ δὲ ἐν μέτρωι προλέγουσι τῶν ἐσομένων ἕκαστα. [5.4.10] Ἐλθοῦσα δὴ καὶ ἡ Ἀνθία προσπίπτει τῶι Ἄπιδι. «Ὦ θεῶν» ἔφη «φιλανθρωπότατε, ὁ πάντας οἰκτείρων ξένους, ἐλέησον κἀμὲ τὴν κακοδαίμονα καί μοι μαντείαν ἀληθῆ περὶ Ἁβροκόμου πρόειπε. [5.4.11] Εἰ μὲν γὰρ αὐτὸν ἔτι ὄψομαι καὶ ἄνδρα λήψομαι, καὶ μενῶ καὶ ζήσομαι· εἰ δὲ ἐκεῖνος τέθνηκεν, ἀπαλλαγῆναι κἀμὲ καλῶς ἔχει τοῦ πονήρου τούτου βίου». Εἰποῦσα καὶ καταδακρύσασα ἐξήιει τοῦ ἱεροῦ· κἀν τούτωι οἱ παῖδες πρὸ τοῦ τεμένους παίζοντες ἅμα ἐξεβόησαν
«Ἀνθία Ἁβροκόμην ταχὺ λήψεται ἄνδρα τὸν αὑτῆς.»
Ἀκούσασα εὐθυμοτέρα ἐγένετο καὶ προσεύχεται τοῖς θεοῖς· καὶ ἅμα μὲν ἀπήιεσαν εἰς Ἀλεξάνδρειαν.
Traduzione Gli Efesiaci Senofonte Efesio libro V 5.5.1
[5.5.1] Ἐπέπυστο δὲ ἡ Πολυίδου γυνὴ ὅτι ἄγει κόρην ἐρωμένην, καὶ φοβηθεῖσα μή πως αὐτὴν ἡ ξένη παρευδοκιμήσηι, Πολυίδωι μὲν οὐδὲν λέγει, ἐβουλεύετο δὲ καθ᾽ αὑτὴν ὅπως τιμωρήσεται τὴν δοκοῦσαν ἐπιβουλεύειν τοῖς γάμοις. [5.5.2] Καὶ δὴ ὁ μὲν Πολύιδος ἀπήγγελλέ τε τῶι ἄρχοντι τῆς Αἰγύπτου τὰ γενόμενα καὶ τὰ λοιπὰ ἐπὶ τοῦ στρατοπέδου διώικει τὰ τῆς ἀρχῆς· ἀπόντος δὲ αὐτοῦ Ῥηναία (τοῦτο γὰρ ἐκαλεῖτο ἡ τοῦ Πολυίδου γυνὴ) μεταπέμπεται τὴν Ἀνθίαν ς καὶ περιρρήγνυσι τὴν ἐσθῆτα καὶ αἰκίζεται τὸ σῶμα [5.5.3] «ὦ πονηρὰ» λέγουσα «καὶ τῶν γάμων τῶν ἐμῶν ἐπίβουλε, ματαίως ἔδοξας Πολυίδωι καλή, οὐ γάρ σε ὀνήσει τὸ κάλλος τοῦτο. Ἴσως μὲν γὰρ πείθειν ληιστὰς ἐδύνασο καὶ συγκαθεύδειν νεανίσκοις μεθύουσι πολλοῖς· τῆς δὲ Ῥηναίας εὐνὴν οὔποτε ὑβρίσεις χαίρουσα». [5.5.4] Ταῦτα εἰποῦσα ἀπέκειρε τὴν κόμην αὐτῆς καὶ δεσμὰ περιτίθησι καὶ παραδοῦσα οἰκέτηι τινὶ πιστῶι, Κλυτῶι τοὔνομα, κελεύει ἐμβιβάσαντα εἰς ναῦν, ἀπαγαγόντα εἰς Ἰταλίαν ἀποδόσθαι πορνοβοσκῶι τὴν Ἀνθίαν. «Οὕτω γὰρ» ἔφη «δυνήσηι ἡ καλὴ τῆς ἀκρασίας κόρον λαβεῖν».[5.5.5] Ἤγετο δὲ ἡ Ἀνθία ὑπὸ τοῦ Κλυτοῦ κλαίουσα καὶ ὀδυρομένη «ὦ κάλλος ἐπίβουλον» λέγουσα, «ὦ δυστυχὴς εὐμορφία, τί μοι παραμένετε ἐνοχλοῦντα; τί δὲ αἴτια πολλῶν κακῶν μοι γίνεσθε; οὐκ ἤρκουν οἱ τάφοι, οἱ φόνοι, τὰ δεσμά, τὰ ληιστήρια, ἀλλ᾽ ἤδη καὶ ἐπὶ οἰκήματος στήσομαι καὶ τὴν μέχρι νῦν Ἁβροκόμηι τηρουμένην σωφροσύνην πορνοβοσκὸς ἀναγκάσει με λύειν; [5.5.6]Ἀλλ᾽, ὦ δέσποτα», προσπεσοῦσα ἔλεγε τοῖς γόνασι τοῦ Κλυτοῦ, «μή με ἐπ᾽ ἐκείνην τὴν τιμωρίαν [ἅμα] προαγάγηις, ἀλλὰ ἀπόκτεινόν με αὐτός· οὐκ οἴσω πορνοβοσκὸν δεσπότην· σωφρονεῖν, πίστευσον, εἰθίσμεθα». Ταῦτα ἐδεῖτο, ἠλέει δὲ αὐτὴν ὁ Κλυτός.
[5.5.7] Καὶ ἡ μὲν ἀπήγετο εἰς Ἰταλίαν, ἡ δὲ Ῥηναία ἐλθόντι τῶι Πολυίδωι λέγει ὅτι ἀπέδρα ἡ Ἀνθία, κἀκεῖνος ἐκ τῶν ἤδη πεπραγμένων ἐπίστευσεν αὐτῆι. Ἡ δὲ Ἀνθία κατήχθη μὲν εἰς Τάραντα, πόλιν τῆς Ἰταλίας· ἐνταῦθα δὲ ὁ Κλυτὸς δεδοικὼς τὰς τῆς Ῥηναίας ἐντολὰς ἀποδίδοται αὐτὴν πορνοβοσκῶι. [5.5.8] Ὁ δὲ ἰδὼν κάλλος οἷον οὔπω πρότερον ἐτεθέατο, μέγα κέρδος ἕξειν τὴν παῖδα ἐνόμιζε, καὶ ἡμέραις μέν τισιν αὐτὴν ἀνελάμβανεν ἐκ τοῦ πλοῦ κεκμηκυῖαν καὶ ἐκ τῶν ὑπὸ τῆς Ῥηναίας βασάνων· ὁ δὲ Κλυτὸς ἧκεν εἰς Ἀλεξάνδρειαν καὶ τὰ πραχθέντα ἐμήνυσε τῆι Ῥηναίαι.
[5.6.1] Ὁ δὲ Ἱππόθοος διανύσας τὸν πλοῦν κατήχθη μὲν εἰς Σικελίαν, οὐκ εἰς Συρακούσας δέ, ἀλλ᾽ εἰς Ταυρομένιον, καὶ ἐζήτει καιρὸν δι᾽ οὗ τὰ ἐπιτήδεια ἕξει. Τῶι δὲ Ἁβροκόμηι ἐν Συρακούσαις ὡς χρόνος πολὺς ἐγένετο, ἀθυμία ἐμπίπτει καὶ ἀπορία δεινή, ὅτι μηδὲ Ἀνθίαν εὑρίσκοι μηδὲ εἰς τὴν πατρίδα ἀνασώιζοιτο. [5.6.2]Διέγνω οὖν ἀποπλεύσας ἐκ Σικελίας εἰς Ἰταλίαν ἀνελθεῖν κἀκεῖθεν, εἰ μηδὲν εὑρίσκοι τῶν ζητουμένων, εἰς Ἔφεσον πλεῦσαι πλοῦν δυστυχῆ. Ἤδη δὲ καὶ οἱ γονεῖς αὐτῶν καὶ οἱ Ἐφέσιοι πάντες ἐν πολλῶι πένθει ἦσαν, οὔτε ἀγγέλου παρ᾽ αὐτῶν ἀφιγμένου οὔτε γραμμάτων· ἀπέπεμπον δὲ πανταχοῦ τοὺς ἀναζητήσοντας. [5.6.3]Ὑπὸ ἀθυμίας δὲ καὶ γήρως οὐ δυνηθέντες ἀντισχεῖν οἱ γονεῖς ἑκατέρων ἑαυτοὺς ἐξήγαγον τοῦ βίου. Καὶ ὁ μὲν Ἁβροκόμης ἤιει τὴν ἐπὶ Ἰταλίας ὁδόν· ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη, οἱ σύντροφοι τοῦ Ἁβροκόμου καὶ τῆς Ἀνθίας, τεθνηκότος αὐτοῖς ἐν Ξάνθωι τοῦ δεσπότου καὶ τὸν κλῆρον (ἦν δὲ πολὺς) ἐκείνοις καταλιπόντος, διέγνωσαν εἰς Ἔφεσον πλεῖν, ὡς ἤδη μὲν αὐτοῖς τῶν δεσποτῶν σεσωσμένων, ἱκανῶς δὲ τῆς κατὰ τὴν ἀποδημίαν συμφορᾶς πεπειραμένοι. [5.6.4] Ἐνθέμενοι δὲ πάντα τὰ αὑτῶν νηὶ ἀνήγοντο εἰς Ἔφεσον, καὶ ἡμέραις τε οὐ πολλαῖς διανύσαντες τὸν πλοῦν ἧκον εἰς Ῥόδον, κἀκεῖ μαθόντες ὅτι οὐδέπω μὲν Ἁβροκόμης καὶ Ἀνθία σώιζοιντο, τεθνήκασι δὲ αὐτῶν οἱ πατέρες, διέγνωσαν εἰς Ἔφεσον μὴ κατελθεῖν, χρόνωι δέ τινι ἐκεῖ γενέσθαι, μέχρις οὗ τι περὶ τῶν δεσποτῶν πύθωνται.
[5.7.1] Ὁ δὲ πορνοβοσκὸς ὁ τὴν Ἀνθίαν ὠνησάμενος χρόνου διελθόντος ἠνάγκασεν αὐτὴν οἰκήματος προεστάναι. Καὶ δὴ κοσμήσας καλῆι μὲν ἐσθῆτι πολλῶι δὲ χρυσῶι ἦγεν ὡς προστησομένην τέγους· ἡ δὲ μεγάλα ἀνακωκύσασα [5.7.2] «φεῦ μοι τῶν κακῶν» εἶπεν, «οὐχ ἱκαναὶ γὰρ αἱ πρότερον συμφοραί, τὰ δεσμά, τὰ ληιστήρια, ἀλλ᾽ ἔτι καὶ πορνεύειν ἀναγκάζομαι; ὦ κάλλος δικαίως ὑβρισμένον, τί γὰρ ἡμῖν ἀκαίρως παραμένεις; Ἀλλὰ τί ταῦτα θρηνῶ καὶ οὐχ εὑρίσκω τινὰ μηχανήν, δι᾽ ἧς φυλάξω τὴν μέχρι νῦν σωφροσύνην τετηρημένην;» [5.7.3] Ταῦτα λέγουσα ἤγετο ἐπὶ τὸ οἴκημα τοῦ πορνοβοσκοῦ τὰ μὲν δεομένου θαρρεῖν, τὰ δὲ ἀπειλοῦντος. Ὡς δὲ ἦλθε καὶ προέστη, πλῆθος ἐπέρρει τῶν τεθαυμακότων τὸ κάλλος, οἵ γε πολλοὶ ἦσαν ἕτοιμοι ἀργύριον κατατίθεσθαι τῆς ἐπιθυμίας. [5.7.4] Ἡ δὲ ἐν ἀμηχάνωι γενομένη κακῶι εὑρίσκει τέχνην ἀποφυγῆς· πίπτει μὲν γὰρ εἰς γῆν καὶ παρεῖται τὸ σῶμα καὶ ἐμιμεῖτο τοὺς νοσοῦντας τὴν ἐκ θεῶν καλουμένην νόσον· ἦν δὲ τῶν παρόντων ἔλεος ἅμα καὶ φόβος καὶ τοῦ μὲν ἐπιθυμεῖν συνουσίας ἀπείχοντο, ἐθεράπευον δὲ τὴν Ἀνθίαν· [5.7.5] ὁ δὲ πορνοβοσκὸς συνεὶς οἷ κακῶν ἐγεγόνει καὶ νομίσας ἀληθῶς νοσεῖν τὴν κόρην, ἦγεν εἰς τὴν οἰκίαν καὶ κατέκλινέ τε καὶ ἐθεράπευε, καὶ ὡς ἔδοξεν αὑτῆς γεγονέναι, ἀνεπυνθάνετο τὴν αἰτίαν τῆς νόσου. [5.7.6] Ἡ δὲ Ἀνθία «καὶ πρότερον» ἔφη, «δέσποτα, εἰπεῖν πρὸς σὲ ἐβουλόμην τὴν συμφορὰν τὴν ἐμὴν καὶ διηγήσασθαι τὰ συμβάντα, ἀλλὰ ἀπέκρυπτον αἰδουμένη· νυνὶ δὲ οὐδὲν χαλεπὸν εἰπεῖν πρὸς σέ, πάντα ἤδη μεμαθηκότα τὰ κατ᾽ ἐμέ. [5.7.7] Παῖς ἔτι οὖσα ἐν ἑορτῆι καὶ παννυχίδι ἀποπλανηθεῖσα τῶν ἐμαυτῆς ἧκον πρός τινα τάφον ἀνδρὸς νεωστὶ τεθνηκότος· κἀνταῦθα ἐφάνη μοί τις ἀναθορὼν ἐκ τοῦ τάφου καὶ κατέχειν ἐπειρᾶτο· ἐγὼ δ᾽ ἀπέφυγον καὶ ἐβόων· [5.7.8] ὁ δὲ ἄνθρωπος ἦν μὲν ὀφθῆναι φοβερός, φωνὴν δὲ πολλῶι εἶχε χαλεπωτέραν· καὶ τέλος ἡμέρα μὲν ἤδη ἐγίνετο, ἀφεὶς δέ με ἔπληξέ τε κατὰ τοῦ στήθους καὶ νόσον ταύτην ἔλεγεν ἐμβεβληκέναι. [5.7.9] Ἐκεῖθεν ἀρξαμένη ἄλλοτε ἄλλως ὑπὸ τῆς συμφορᾶς κατέχομαι. Ἀλλὰ δέομαί σου, δέσποτα, μηδέν μοι χαλεπήνηις· οὐ γὰρ ἐγὼ τούτων αἰτία. Δυνήσηι γάρ με ἀποδόσθαι καὶ μηδὲν ἀπολέσαι τῆς δοθείσης τιμῆς». Ἀκούσας ὁ πορνοβοσκὸς ἠνιᾶτο μέν, συνεγίνωσκε δὲ αὐτῆι, ὡς οὐχ ἑκούσηι ταῦτα πασχούσηι.
[5.8.1] Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῶι πορνοβοσκῶι· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας, ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίαι δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσει, τὰ μὲν πρῶτα περιήιει τὴν Ἀνθίαν ζητῶν· [5.8.2] αὕτη γὰρ ἦν αὐτῶι τοῦ βίου παντὸς καὶ τῆς πλάνης ἡ ὑπόθεσις· ὡς δὲ οὐδὲν ηὕρισκεν (ἦν γὰρ ἐν Τάραντι ἡ κόρη παρὰ τῶι πορνοβοσκῶι), αὑτὸν ἀπεμίσθωσε τοῖς τοὺς λίθους ἐργαζομένοις. [5.8.3] Καὶ ἦν αὐτῶι τὸ ἔργον ἐπίπονον, οὐ γὰρ συνείθιστο τὸ σῶμα οὐδὲ αὑτὸν ὑποβάλλειν ἔργοις ἐντόνοις ἢ σκληροῖς· διέκειτο δὲ πονήρως καὶ πολλάκις κατοδυρόμενος τὴν αὑτοῦ τύχην «ἰδοὺ» φησὶν «Ἀνθία, ὁ σὸς Ἁβροκόμης ἐργάτης τέχνης πονηρᾶς καὶ τὸ σῶμα ὑποτέθεικα δουλείαι· [5.8.4] καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σε καὶ τοῦ λοιποῦ συγκαταβιώσασθαι, τοῦτο πάντων ἄμεινόν με παρεμυθεῖτο· νυνὶ δὲ ἴσως κἀγὼ δυστυχὴς εἰς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθωι τῶι πρὸς Ἁβροκόμην. Πέπεισμαι γὰρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.»
[5.8.5] Καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῆι δὲ Ἀνθίαι ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένηι. Ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετ᾽ ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς χρόνον· [5.8.6]φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην· καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ ἐξαναστῆναί τε καὶ παύσασθαι τὸ ὄναρ. [5.8.7] Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέ τε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν «οἴμοι τῶν κακῶν» λέγουσα, «ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι δυστυχὴς συμφορῶν καὶ τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμηι· σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή· ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα. [5.8.8] Τί οὖν ἔτι ζῶ; τί δ᾽ ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας. [5.8.9] Ἁβροκόμης μὲν γὰρ εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκηι τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσηι.» Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.
[5.9.1] Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῶι Ταυρομενίωι τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίαι τῶν ἐπιτηδείων· χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπ᾽ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγωι συγγενόμενος χρόνωι, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν· πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ τῶν ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια. [5.9.2] Διέγνω δὲ πλεῦσαι μὲν εἰς Ἰταλίαν, ὠνήσασθαι δὲ οἰκέτας ὡραίους καὶ θεραπαίνας καὶ ἄλλην σκευῶν περιβολήν, ὅση γένοιτ᾽ ἂν ἀνδρὶ εὐδαίμονι· ἐμέμνητο δὲ ἀεὶ τοῦ Ἁβροκόμου καὶ τοῦτον ἀνευρεῖν ηὔχετο, περὶ πολλοῦ ποιούμενος κοινωνῆσαί τε αὐτῶι τοῦ βίου παντὸς καὶ τῶν κτημάτων.
[5.9.3] Καὶ ὁ μὲν ἐπαναχθεὶς κατῆρεν εἰς Ἰταλίαν, εἵπετο δὲ αὐτῶι μειράκιον τῶν ἐν Σικελίαι εὖ γεγονότων, Κλεισθένης τοὔνομα, καὶ πάντων μετεῖχε τῶν Ἱπποθόου κτημάτων, καλὸς ὤν.[5.9.4] Ὁ δὲ πορνοβοσκὸς ἤδη τῆς Ἀνθίας ὑγιαίνειν δοκούσης ἐνενόει ὅπως αὐτὴν ἀποδώσεται, καὶ δὴ προῆγεν αὐτὴν εἰς τὴν ἀγορὰν καὶ τοῖς ὠνησομένοις ἐπεδείκνυεν. [5.9.5] Ἐν τούτωι δὲ ὁ Ἱππόθοος περιήιει τὴν πόλιν τὴν Τάραντα, εἴ τι καλὸν ὠνήσασθαι ζητῶν· καὶ ὁρᾶι τὴν Ἀνθίαν καὶ γνωρίζει καὶ ἐπὶ τῶι συμβάντι καταπλήσσεται καὶ πολλὰ πρὸς ἑαυτὸν ἐλογίζετο «οὐχ αὕτη ἡ κόρη, ἣν ἐγώ ποτε ἐν Αἰγύπτωι τιμωρῶν τῶι Ἀγχιάλου φόνωι εἰς τάφρον κατώρυξα καὶ κύνας αὐτῆι συγκαθεῖρξα; Τίς οὖν ἡ μεταβολή; πῶς δὲ σώιζεται; τίς ἡ ἐκ τῆς τάφρου φυγή; τίς ἡ παράλογος σωτηρία;» [5.9.6] Εἰπὼν ταῦτα προσῆλθεν ὡς ὠνήσασθαι θέλων, καὶ παραστὰς αὐτῆι «ὦ κόρη» ἔφησεν, «Αἴγυπτον οὐκ οἶδας οὐδὲ ληισταῖς ἐν Αἰγύπτωι περιπέπτωκας οὐδὲ ἄλλο τι ἐν ἐκείνηι τῆι γῆι πέπονθας δεινόν; εἰπὲ θαρσοῦσα, γνωρίζω γάρ σε [ἐν ἐκείνωι τῶι χωρίωι].» [5.9.7] Αἴγυπτον ἀκούσασα καὶ ἀναμνησθεῖσα Ἀγχιάλου καὶ τοῦ ληιστηρίου καὶ τῆς τάφρου ἀνώιμωξέ τε καὶ ἀνωδύρατο, ἀποβλέψασα δὲ εἰς τὸν Ἱππόθοον (ἐγνώρισε δὲ αὐτὸν οὐδαμῶς) «πέπονθα» φησὶν «ἐν Αἰγύπτωι πολλά, ὦ ξένε, καὶ δεινά, ὅστις ποτε ὢν τυγχάνεις, καὶ ληισταῖς περιπέπτωκα· ἀλλὰ σὺ πῶς» εἶπε «γνωρίζεις τὰ ἐμὰ διηγήματα;[5.9.8] πόθεν δὲ εἰδέναι λέγεις ἐμὲ τὴν δυστυχῆ; διαβόητα μὲν γὰρ καὶ ἔνδοξα πέπονθα [μὲν], ἀλλὰ σὲ οὐ γινώσκω τὸ σύνολον.» [5.9.9]Ἀκούσας ὁ Ἱππόθοος καὶ μᾶλλον ἐξ ὧν ἔλεγεν ἀναγνωρίσας αὐτὴν τότε μὲν ἡσυχίαν ἤγαγεν, ὠνησάμενος δὲ αὐτὴν παρὰ τοῦ πορνοβοσκοῦ ἄγει πρὸς ἑαυτὸν καὶ θαρρεῖν παρεκελεύετο καὶ ὅστις ἦν λέγει καὶ τῶν ἐν Αἰγύπτωι γενομένων ἀναμιμνήισκει καὶ τὸν ἑαυτοῦ πλοῦτον διηγεῖται καὶ τὴν φυγήν. [5.9.10] Ἡ δὲ ἠιτεῖτο συγγνώμην ἔχειν καὶ αὐτῶι ἀπεξηγεῖτο ὅτι Ἀγχίαλον ἀπέκτεινε μὴ σωφρονοῦντα, καὶ τὴν τάφρον καὶ τὸν Ἀμφίνομον καὶ τὴν τῶν κυνῶν πραότητα καὶ τὴν σωτηρίαν διηγεῖται. [5.9.11] Κατώικτειρεν αὐτὴν ὁ Ἱππόθοος καὶ ἥτις μὲν ἦν ἐπέπυστο οὐδέπω, ἐκ δὲ τῆς καθημερινῆς σὺν τῆι κόρηι διαίτης εἰς ἐπιθυμίαν Ἀνθίας καὶ Ἱππόθοος ἔρχεται καὶ συνελθεῖν ἐβούλετο καὶ πολλὰ ὑπισχνεῖται αὐτῆι. [5.9.12] Ἡ δὲ τὰ μὲν πρῶτα ἀντέλεγεν αὐτῶι, ἀναξία εἶναι λέγουσα εὐνῆς δεσποτικῆς· τέλεον δὲ ὡς ἐνέκειτο Ἱππόθοος, οὐκέτ᾽ ἔχουσα ὅ τι ποιήσει, κάλλιον εἶναι νομίζουσα εἰπεῖν πάντα αὐτῶι τὰ ἀπόρρητα ἢ παραβῆναι τὰς πρὸς Ἁβροκόμην συνθήκας, λέγει τὸν Ἁβροκόμην, τὴν Ἔφεσον, τὸν ἔρωτα, τοὺς ὅρκους, τὰς συμφοράς, τὰ ληιστήρια καὶ συνεχὲς Ἁβροκόμην ἀνωδύρετο· [5.9.13]ὁ δὲ Ἱππόθοος ἀκούσας ὅτι τε Ἀνθία εἴη καὶ ὅτι γυνὴ τοῦ πάντων αὐτῶι φιλτάτου, ἀσπάζεταί τε αὐτὴν καὶ εὐθυμεῖν παρεκάλει καὶ τὴν αὑτοῦ πρὸς Ἁβροκόμην φιλίαν διηγεῖται. Καὶ τὴν μὲν εἶχεν ἐπὶ τῆς οἰκίας, πᾶσαν προσάγων ἐπιμέλειαν, Ἁβροκόμην αἰδούμενος· αὐτὸς δὲ πάντα ἀνηρεύνα, εἴ που τὸν Ἁβροκόμην ἀνεύροι.
[5.10.1] Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῶι Νουκερίωι εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβὰς εἰς Ἔφεσον ἀνάγεσθαι. [5.10.2] Καὶ ὁ μὲν νύκτωρ κατελθὼν ἐπὶ θάλασσαν ἐπιφθάνει πλοίωι ἀναγομένωι καὶ ἐπιβὰς ἔπλει τὴν ἐπὶ Σικελίας πάλιν, ὡς ἐκεῖθεν ἐπὶ Κρήτην τε καὶ Κύπρον καὶ Ῥόδον ἀφιξόμενος κἀκεῖθεν εἰς Ἔφεσον γενησόμενος· ἤλπιζε δὲ ἐν τῶι μακρῶι πλῶι καὶ περὶ Ἀνθίας τι πυθέσθαι. [5.10.3] Καὶ ὁ μὲν ὀλίγα ἔχων τὰ ἐπιτήδεια ἀναγόμενος καὶ διανύσας τὸν πλοῦν τὰ μὲν πρῶτα ἐπὶ τῆς Σικελίας ἔρχεται καὶ εὑρίσκει τὸν πρότερον ξένον τὸν Αἰγιαλέα τεθνηκότα· ἐπενέγκας δὲ αὐτῶι χοὰς καὶ πολλὰ καταδακρύσας, ἀναχθεὶς πάλιν καὶ Κρήτην παρελθών, ἐν Κύπρωι γενόμενος, ἡμέρας διατρίψας ὀλίγας καὶ εὐξάμενος τῆι πατρίωι Κυπρίων θεῶι ἀνήγετο καὶ ἧκεν εἰς Ῥόδον· ἐνταῦθα πλησίον τοῦ λιμένος εἰσωικίσατο. [5.10.4] Καὶ ἤδη τε ἐγγὺς ἐγίνετο Ἐφέσου καὶ πάντων αὐτὸν ἔννοια τῶν δεινῶν εἰσήρχετο, τῆς πατρίδος, τῶν πατέρων, τῆς Ἀνθίας, τῶν οἰκετῶν· καὶ ἀναστενάξας «φεῦ» ἔφη «τῶν κακῶν· εἰς Ἔφεσον ἵξομαι μόνος καὶ πατράσιν ὀφθήσομαι τοῖς ἐμαυτοῦ χωρὶς Ἀνθίας καὶ πλεύσομαι πλοῦν ὁ δυστυχὴς κενὸν καὶ διηγήσομαι διηγήματα ἴσως ἄπιστα, κοινωνὸν ὧν πέπονθα οὐκ ἔχων· [5.10.5] ἀλλὰ καρτέρησον, Ἁβροκόμη, καὶ γενόμενος ἐν Ἐφέσωι τοσοῦτον ἐπιβίωσον χρόνον· τάφον ἔγειρον Ἀνθίαι καὶ θρήνησον αὐτὴν καὶ χοὰς ἐπένεγκαι καὶ σαυτὸν ἤδη παρ᾽ αὐτὴν ἄγε.» Ταῦτα ἔλεγε καὶ περιήιει τὴν πόλιν ἀλύων, ἀπορίαι μὲν τῶν κατὰ τὴν Ἀνθίαν, ἀπορίαι δὲ τῶν ἐπιτηδείων.
[5.10.6] Ὁ δὲ Λεύκων ἐν τούτωι καὶ ἡ Ῥόδη διατρίβοντες ἐν Ῥόδωι ἀναθήματα ἀνατεθείκεσαν ἐν τῶι τοῦ Ἡλίου ἱερῶι παρὰ τὴν χρυσῆν πανοπλίαν, ἣν Ἀνθία καὶ Ἁβροκόμης ἀνατεθείκεσαν· ἀνέθεσαν στήλην γράμμασι χρυσοῖς γεγραμμένην ὑπὲρ Ἁβροκόμου καὶ Ἀνθίας, ἀνεγέγραπτο δὲ καὶ τῶν ἀναθέντων τὰ ὀνόματα, ὅ τε Λεύκων καὶ ἡ Ῥόδη. [5.10.7] Ταύτηι τῆι στήληι ὁ Ἁβροκόμης ἐπιτυγχάνει, ἐληλύθει δὲ προσεύξασθαι τῶι θεῶι. Ἀναγνοὺς οὖν καὶ γνωρίσας τοὺς ἀναθέντας καὶ τὴν τῶν οἰκετῶν εὔνοιαν, πλησίον δὲ καὶ τὴν πανοπλίαν ἰδών, μέγα ἀνωδύρετο παρακαθεσθεὶς τῆι στήληι. [5.10.8] «Ὢ πάντα» ἔλεγεν «ἐγὼ δυστυχής· ἐπὶ τὸ τέρμα ἥκω τοῦ βίου καὶ εἰς ἀνάμνησιν τῶν ἐμαυτοῦ συμφορῶν· ἰδοὺ ταύτην μὲν τὴν πανοπλίαν ἐγὼ μετὰ Ἀνθίας ἀνέθηκα καὶ μετ᾽ ἐκείνης ἀποπλεύσας Ῥόδου ἥκω νῦν ἐκείνην οὐκ ἄγων· εἰ δὲ αὕτη ἡ στήλη τῶν συντρόφων τῶν ἡμετέρων ὑπὲρ ἀμφοτέρων τὸ ἀνάθημα, τίς οὖν γένωμαι μόνος; ποῦ δὲ τοὺς φιλτάτους ἀνεύρω;»
[5.10.9] Ταῦτα ἐθρήνει λέγων· καὶ ἐν τούτωι ἐφίστανται ὁ Λεύκων καὶ ἡ Ῥόδη συνήθως εὐχόμενοι τῶι θεῶι καὶ θεωροῦσι τὸν Ἁβροκόμην τῆι στήληι παρακαθεζόμενον καὶ εἰς τὴν πανοπλίαν ἀποβλέποντα καὶ γνωρίζουσι μὲν οὐχί, θαυμάζουσι δὲ ὅστις ὢν ἀλλοτρίοις ἀναθήμασι παραμένοι. [5.10.10] Καὶ δὴ ὁ Λεύκων ἔφη «ὦ μειράκιον, τί βουλόμενος ἀναθήμασιν οὐδέν σοι προσήκουσι παρακαθεζόμενος ὀδύρηι καὶ θρηνεῖς; τί δὲ σοὶ τούτων μέλει; τί δὲ τῶν ἐνταῦθα ἀναγεγραμμένων κοινωνεῖ σοί;» Ἀποκρίνεται πρὸς αὐτὸν Ἁβροκόμης «ἐμὰ» φησὶν «ἐμὰ τὰ ἀναθήματα Λεύκωνος καὶ Ῥόδης, οὓς ἰδεῖν εὔχομαι μετὰ Ἀνθίαν Ἁβροκόμης ὁ δυστυχής.»[5.10.11] Ἀκούσαντες οἱ περὶ τὸν Λεύκωνα εὐθὺς μὲν ἀχανεῖς ἐγένοντο, ἀνενεγκόντες δὲ κατὰ μικρὸν ἐγνώριζον ἐκ τοῦ σχήματος. ἐκ τῆς φωνῆς, ἐξ ὧν ἔλεγεν, ἐξ ὧν Ἀνθίας ἐμέμνητο, καὶ πίπτουσι πρὸ τῶν ποδῶν αὐτοῦ καὶ τὰ καθ᾽ αὑτοὺς διηγοῦνται, τὴν ὁδὸν τὴν εἰς Συρίαν ἀπὸ Τύρου, τὴν Μαντοῦς ὀργήν, τὴν ἔκδοσιν, τὴν πρᾶσιν τὴν εἰς Λυκίαν, τὴν τοῦ δεσπότου τελευτήν, τὴν περιουσίαν, τὴν εἰς Ῥόδον ἄφιξιν· [5.10.12] καὶ δὴ παραλαβόντες ἄγουσιν εἰς τὴν οἰκίαν, ἔνθα αὐτοὶ κατήγοντο, καὶ τὰ κτήματα αὑτῶν παραδιδόασι καὶ ἐπεμελοῦντο καὶ ἐθεράπευον καὶ θαρρεῖν παρεκάλουν· τῶι δὲ ἦν οὐδὲν Ἀνθίας τιμιώτερον, ἀλλ᾽ ἐκείνην ἐθρήνει παρ᾽ ἕκαστα.
[5.11.1] Καὶ ὁ μὲν ἐν Ῥόδωι διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος· ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἀνθίαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσων τε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος· καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθίας ἀνήγετο, καὶ διανύσας μάλα ἀσμένως τὸν πλοῦν [5.11.2] οὐ πολλαῖς ἡμέραις εἰς Ῥόδον καταίρει νυκτὸς ἔτι κἀνταῦθα κατάγεται παρά τινι πρεσβύτιδι, Ἀλθαίαι τὸ ὄνομα, πλησίον δὲ τῆς θαλάσσης, καὶ τήν τε Ἀνθίαν ἀνάγει παρὰ τὴν ξένην καὶ αὐτὸς ἐκείνης μὲν τῆς νυκτὸς ἀνεπαύσατο, τῆι δὲ ἑξῆς ἤδη μὲν περὶ τὸν πλοῦν ἐγίνοντο, ἑορτὴ δέ τις ἤγετο μεγαλοπρεπὴς δημοσίαι τῶν Ῥοδίων ἀγόντων τῶι Ἡλίωι, καὶ πομπή τε καὶ θυσία καὶ πολιτῶν ἑορταζόντων πλῆθος. [5.11.3] Ἐνταῦθα παρῆσαν ὁ Λεύκων καὶ ἡ Ῥόδη, οὐ τοσοῦτον τῆς ἑορτῆς μεθέξοντες, ὅσον ἀναζητήσοντες εἴ τι περὶ Ἀνθίας πύθοιντο. Καὶ δὴ ἧκεν ὁ Ἱππόθοος εἰς τὸ ἱερόν, ἄγων τὴν Ἀνθίαν· ἡ δὲ ἀπιδοῦσα εἰς τὰ ἀναθήματα καὶ ἐν ἀναμνήσει τῶν πρότερον γενομένη [5.11.4] «ὦ τὰ πάντων» ἔφησεν «ἀνθρώπων ἐφορῶν Ἥλιε, μόνην ἐμὲ τὴν δυστυχῆ παρελθών, πρότερον μὲν ἐν Ῥόδωι γενομένη εὐτυχῶς τέ σε προσεκύνουν καὶ θυσίας ἔθυον μετὰ Ἁβροκόμου καὶ εὐδαίμων τότε ἐνομιζόμην· νυνὶ δὲ δούλη μὲν ἀντ᾽ ἐλευθέρας, αἰχμάλωτος δὲ ἡ δυστυχὴς ἀντὶ τῆς μακαρίας, καὶ εἰς Ἔφεσον ἔρχομαι μόνη καὶ φανοῦμαι τοῖς οἰκείοις Ἁβροκόμην οὐκ ἔχουσα.»
[5.11.5] Ταῦτα ἔλεγε καὶ πολλὰ ἐπεδάκρυε καὶ δεῖται τοῦ Ἱπποθόου ἐπιτρέψαι αὐτῆι τῆς κόμης ἀφελεῖν τῆς αὑτῆς καὶ ἀναθεῖναι τῶι Ἡλίωι καὶ εὔξασθαί τι περὶ Ἁβροκόμου. [5.11.6]Συγχωρεῖ ὁ Ἱππόθοος· καὶ ἀποτεμοῦσα τῶν πλοκάμων ὅσα ἐδύνατο καὶ ἐπιτηδείου καιροῦ λαβομένη, πάντων ἀπηλλαγμένων, ἀνατίθησιν ἐπιγράψασα ΥΠΕΡ. ΤΟΥ. ΑΝΔΡΟΣ. ΑΒΡΟΚΟΜΟΥ. ΑΝΘΙΑ. ΤΗΝ. ΚΟΜΗΝ. ΤΩΙ. ΘΕΩΙ. ΑΝΕΘΗΚΕ. Ταῦτα ποιήσασα καὶ εὐξαμένη ἀπήιει μετὰ τοῦ Ἱπποθόου.
[5.12.1] Ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη τέως ὄντες περὶ τὴν πομπὴν ἐφίστανται τῶι ἱερῶι καὶ βλέπουσι τὰ ἀναθήματα καὶ γνωρίζουσι τῶν δεσποτῶν τὰ ὀνόματα καὶ πρῶτον ἀσπάζονται τὴν κόμην καὶ πολλὰ κατωδύροντο οὕτως ὡς Ἀνθίαν βλέποντες, τελευταῖον δὲ περιήιεσαν, εἴ που κἀκείνην εὑρεῖν δυνήσονται (ἤδη δὲ καὶ τὸ πλῆθος τῶν Ῥοδίων ἐγνώριζον τὰ ὀνόματα ἐκ τῆς προτέρας ἐπιδημίας). [5.12.2] Κἀκείνην μὲν τὴν ἡμέραν οὐδὲν εὑρίσκοντες ἀπηλλάγησαν καὶ τῶι Ἁβροκόμηι τὰ ἐν τῶι ἱερῶι ὄντα ἐμήνυσαν· ὁ δὲ ἔπαθε μὲν τὴν ψυχὴν ἐπὶ τῶι παραδόξωι τοῦ πράγματος, εὔελπις δὲ ἦν ὡς Ἀνθίαν εὑρήσων.
[5.12.3] Τῆι δὲ ἑξῆς ἧκεν ἡ Ἀνθία πάλιν εἰς τὸ ἱερὸν μετὰ τοῦ Ἱπποθόου, οὐκ ὄντος αὐτοῖς πλοός, προσκαθίσασα δὲ τοῖς ἀναθήμασιν ἐδάκρυέ τε καὶ ἀνέστενεν· ἐν τούτωι δὲ ἐπεισίασιν ὁ Λεύκων καὶ ἡ Ῥόδη τὸν Ἁβροκόμην καταλιπόντες ἔνδον, ἀθύμως ἐπὶ τοῖς αὐτοῖς διακείμενον· ἐλθόντες δὲ ὁρῶσι τὴν Ἀνθίαν καὶ ἦν μὲν ἔτι ἄγνωστος αὐτοῖς, συμβάλλουσι δὲ πάντα, ἔρωτα, δάκρυα, τὰ ἀναθήματα, τὰ ὀνόματα, τὸ εἶδος. [5.12.4] Οὕτως κατὰ βραχὺ ἐγνώριζον αὐτήν· προσπεσόντες δὲ τοῖς γόνασιν ἔκειντο ἀχανεῖς· ἡ δὲ ἐτεθαυμάκει τίνες τε εἴησαν καὶ τί βούλοιντο· οὐ γὰρ ἄν ποτε Λεύκωνα καὶ Ῥόδην ἤλπισεν.[5.12.5] Οἱ δὲ ἐν ἑαυτοῖς γενόμενοι «ὦ δέσποινα» ἔφασαν Ἀνθία, ἡμεῖς οἰκέται σοί, Λεύκων καὶ Ῥόδη, οἱ τῆς ἀποδημίας κοινωνήσαντες καὶ τοῦ ληιστηρίου· ἀλλὰ τίς ἐνταῦθα ἄγει σε τύχη; θάρσει, δέσποινα, Ἁβροκόμης σώιζεται καὶ ἔστιν ἐνταῦθα ἀεί σε θρηνῶν.» [5.12.6] Ἀκούσασα ἡ Ἀνθία ἐξεπλάγη τοῦ λόγου, μόγις δὲ ἀνενεγκοῦσα καὶ γνωρίσασα περιβάλλει τε αὐτοὺς καὶ ἀσπάζεται καὶ σαφέστατα τὰ κατὰ Ἁβροκόμην μανθάνει.
[5.13.1] Συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυνθανόμενον τὴν Ἀνθίας εὕρεσιν καὶ Ἁβροκόμου· παρῆν δὲ ἐν τούτωι καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθη τε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι· καὶ ἦν τὰ μὲν ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται· ἔτρεχον δὲ ὡς εἶχον ἐπὶ τὴν οἰκίαν. [5.13.2] Ὁ δὲ ὡς ἤκουσεν ὑπό τινος τῶν Ῥοδίων τὴν τῆς Ἀνθίας εὕρεσιν, διὰ μέσης τῆς πόλεως βοῶν «Ἀνθία» ἐοικὼς μεμηνότι ἔθεε. Καὶ δὴ συντυγχάνει τοῖς περὶ τὴν Ἀνθίαν πρὸς τῶι ἱερῶι τῆς Ἴσιδος, πολὺ δὲ τῶν Ῥοδίων πλῆθος ἐφείπετο. [5.13.3] Ὡς δὲ εἶδον ἀλλήλους, εὐθὺς ἀνεγνώρισαν· τοῦτο γὰρ αὐτοῖς ἐβούλοντο αἱ ψυχαί· καὶ περιλαβόντες ἀλλήλους εἰς γῆν κατηνέχθησαν· κατεῖχε δὲ αὐτοὺς πολλὰ ἅμα πάθη, ἡδονή, λύπη, φόβος, ἡ τῶν πρότερον μνήμη, τὸ τῶν μελλόντων δέος· ὁ δὲ δῆμος ὁ Ῥοδίων ἀνευφήμησέ τε καὶ ἀνωλόλυξε, μεγάλην θεὸν ἀνακαλοῦντες τὴν Ἶσιν, «πάλιν» λέγοντες «ὁρῶμεν Ἁβροκόμην καὶ Ἀνθίαν τοὺς καλούς.» [5.13.4] Οἱ δὲ ἀναλαβόντες ἑαυτούς, διαναστάντες εἰς τὸ τῆς Ἴσιδος ἱερὸν εἰσῆλθον «σοὶ» λέγοντες, «ὦ μεγίστη θεά, τὴν ὑπὲρ τῆς σωτηρίας ἡμῶν χάριν οἴδαμεν· διὰ σέ, ὦ πάντων ἡμῖν τιμιωτάτη, ἑαυτοὺς ἀπειλήφαμεν»· προεκυλίοντό τε τοῦ τεμένους καὶ τῶι βωμῶι προσέπιπτον.
[5.13.5] Καὶ τότε μὲν αὐτοὺς ἄγουσιν οἱ περὶ τὸν Λεύκωνα εἰς τὴν οἰκίαν καὶ ὁ Ἱππόθοος τὰ αὑτοῦ μετεσκευάζετο παρὰ τὸν Λεύκωνα, καὶ ἦσαν ἕτοιμοι πρὸς τὸν εἰς Ἔφεσον πλοῦν· ὡς δὲ ἔθυσαν ἐκείνης τῆς ἡμέρας καὶ εὐωχήθησαν, πολλὰ καὶ ποικίλα παρὰ πάντων τὰ διηγήματα, ὅσα τε ἔπαθεν ἕκαστος καὶ ὅσα ἔδρασε, παρεξέτεινόν τε ἐπὶ πολὺ τὸ συμπόσιον, ὡς αὑτοὺς ἀπολαβόντες χρόνωι. [5.13.6] Ἐπεὶ δὲ νὺξ ἤδη ἐγεγόνει, ἀνεπαύοντο οἱ μὲν ἄλλοι πάντες ὅπως ἔτυχον, Λεύκων μὲν καὶ Ῥόδη, Ἱππόθοος δὲ καὶ τὸ μειράκιον τὸ ἐκ Σικελίας τὸ ἀκολουθῆσαν εἰς Ἰταλίαν ἰόντι αὐτῶι ὁ Κλεισθένης ὁ καλός· ἡ δὲ Ἀνθία ἀνεπαύετο μετὰ Ἁβροκόμου.
[5.14.1] Ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἀνθία τὸν Ἁβροκόμην ἔκλαεν «ἄνερ» λέγουσα «καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, ληιστῶν ἀπειλὰς ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους· [5.14.2] ἀλλ᾽ ἥκω σοι τοιαύτη, τῆς ἐμῆς ψυχῆς Ἁβροκόμη δέσποτα, οἵα τὸ πρῶτον ἀπηλλάγην εἰς Συρίαν ἐκ Τύρου· ἔπεισε δέ με ἁμαρτεῖν οὐδείς, οὐ Μοῖρις ἐν Συρίαι, οὐ Περίλαος ἐν Κιλικίαι, οὐκ ἐν Αἰγύπτωι Ψάμμις καὶ Πολύιδος, οὐκ Ἀγχίαλος ἐν Αἰθιοπίαι, οὐκ ἐν Τάραντι ὁ δεσπότης, ἀλλ᾽ ἁγνὴ μένω σοι πᾶσαν σωφροσύνης μηχανὴν πεποιημένη· [5.14.3] σὺ δὲ ἆρα, Ἁβροκόμη, σώφρων ἔμεινας, ἤ μέ τις παρευδοκίμησεν ἄλλη καλή; ἢ μή τις ἠνάγκασέ σε ἐπιλαθέσθαι τῶν ὅρκων τε κἀμοῦ;»[5.14.4] Ταῦτα ἔλεγε καὶ κατεφίλει συνεχῶς, ὁ δὲ Ἁβροκόμης «ἀλλ᾽ ὀμνύω σοι» φησὶ «τὴν μόγις ἡμῖν ἡμέραν ποθεινὴν εὑρημένην ὡς οὔτε παρθένος ἐμοί τις ἔδοξεν εἶναι καλή, οὔτ᾽ ἄλλη τις ὀφθεῖσα ἤρεσε γυνή, ἀλλὰ τοιοῦτον εἴληφας Ἁβροκόμην [καθαρὸν], οἷον ἐν Τύρωι κατέλιπες ἐν δεσμωτηρίωι.»
[5.15.1] Ταῦτα δι᾽ ὅλης νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥαιδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον· ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους· συναπήιει δὲ καὶ ὁ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη· καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον.[5.15.2] Προεπέπυστο δὲ τὴν σωτηρίαν αὐτῶν ἡ πόλις ἅπασα· ὡς δὲ ἐξέβησαν, εὐθὺς ὡς εἶχον ἐπὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἤιεσαν καὶ πολλὰ ηὔχοντο καὶ θύσαντες ἄλλα ἐνέθεσαν ἀναθήματα καὶ δὴ καὶ [τὴν] γραφὴν τῆι θεῶι ἀνέθεσαν πάντα ὅσα τε ἔπαθον καὶ ὅσα ἔδρασαν· [5.15.3] καὶ ταῦτα ποιήσαντες, ἀνελθόντες εἰς τὴν πόλιν τοῖς γονεῦσιν αὑτῶν τάφους κατεσκεύασαν μεγάλους (ἔτυχον γὰρ ὑπὸ γήρως καὶ ἀθυμίας προτεθνηκότες), καὶ αὐτοὶ τοῦ λοιποῦ διῆγον ἑορτὴν ἄγοντες τὸν μετ᾽ ἀλλήλων βίον. [5.15.4] Καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη κοινωνοὶ πάντων τοῖς συντρόφοις ἦσαν, διέγνω δὲ καὶ ὁ Ἱππόθοος ἐν Ἐφέσωι τὸν λοιπὸν καταβιῶναι χρόνον. Καὶ ἤδη Ὑπεράνθηι τάφον ἤγειρε μέγαν κατὰ Λέσβον γενόμενος, καὶ τὸν Κλεισθένη παπόθοος διῆγεν ἐν Ἐφέσωι μεθ᾽ Ἁβροκόμου καὶ Ἀνθίας.
Le versioni del tuo libro senza doverle cercare?