Versione da Lisia: Esempi di retto comportamento, da 'La lingua greca', di Sabrina Giannicchi, Luisa Rossi - Esercizi.
Ἀδράστου καὶ Πολυνείκους ταῖς Θήβαις ἐπιθεμένων καὶ οὐ καλῶς πραξάντων ἐν τῇ μάχῃ, τῶν Θηβαίων κωλυόντων θάπτειν τοὺς νεκρούς, οἱ Ἀθηναῖοι, ἡγησάμενοι ἐκείνους μὲν ἀποθανόντας δίκην ἱκανὴν δοῦναι, τούτους, δ᾿ἐξαμαρτάνειν εἰς τοὺς θεούς, πρῶτον μὲν πέμψαντες ἀγγέλους ἐδέοντο αὐτῶν δοῦναι τῶν νεκρῶν ἀναίρεσιν· οὐ δυνάμενοι δὲ τούτων τυχεῖν ἐστράτευσαν ἐπ᾿αὐτούς, οὐδεμιᾶς διαφορᾶς πρότερον πρὸς Θηβαίους οὔσης, ἡγούμενοι δεῖν τοὺς ἀποθανόντας τῶν νομιζομένων τυχεῖν. Τὸ δὲ δίκαιον ἔχοντες σύμμαχον ἐνίκων μαχόμενοι καὶ πᾶσι τὴν ἑαυτῶν ἀρετὴν ἐπεδείξαντο. Ὑστέρῳ δὲ χρόνῳ, ἐπεὶ Ἡρακλῆς ἀπέθανεν, οἱ τούτου παῖδες φεύγοντες Εὐρυσθέα ἐξηλαύνοντο ὑπὸ πάντων τῶν Ἑλλήνων, αἰσχυμένων μὲν τοῖς ἔργοις, φοβουμένων δὲ τὴν Εὐρυσθέως δύναμιν. Ἀφικομένων τῶν παίδων εἰς τήνδε πόλιν καὶ ἐξαιτουμένου αὐτοὺς Εὐρυσθέως, οἱ Ἀθηναῖοι οὐκ ἠθέλησαν παραδοῦναι. Ἐπιστρατευόντων δὲ τῶν Ἀργείων, οὐδ᾿ἐγγὺς τῶν δεινῶν γενόμενοι μετέγνωσαν, ἀλλὰ τὴν αὐτὴν γνώμην εἶχον καὶ δεύτερον ἐνίκων μαχόμενοι.
la traduzione la trovate anche sul nostro sito cliccando
/versione-lisia/esempi-di-retto-comportamento.html