Senofonte Efesio - Gli Efesiaci Libro III

Gli Efesiaci di Senofonte Efesio 
LIBRO III

Ἐφεσιακά λόγος Γʹ

Ξενοφῶντος τῶν κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Ἐφεσιακῶν

λόγος πρῶτος

[3. 1. 1] τ ῆι δὲ ἑξῆς παρήιεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν.

[3. 1. 2] Ἐκεῖθεν γὰρ Ἱππόθοος ἐνενόει συλλεξάμενος νεανίσκους ἀκμάζοντας συστήσασθαι πάλιν τὸ ληιστήριον. Ἰοῦσι δὲ αὐτοῖς διὰ κωμῶν μεγάλων πάντων ἦν ἀφθονία τῶν ἐπιτηδείων· καὶ γὰρ ὁ Ἱππόθοος ἐμπείρως εἶχε τῆς Καππαδοκῶν φωνῆς, καὶ αὐτῶι πάντες ὡς οἰκείωι προσεφέροντο. [3. 1. 3] Διανύσαντες δὲ τὴν ὁδὸν ἡμέραις δέκα εἰς Μάζακον ἔρχονται κἀνταῦθα πλησίον τῶν πυλῶν εἰσωικίσαντο καὶ ἔγνωσαν ἑαυτοὺς ἡμερῶν τινων ἐκ τοῦ καμάτου θεραπεῦσαι. [3. 1. 4] Καὶ δὴ εὐωχουμένων αὐτῶν ἐστέναξεν ὁ Ἱππόθοος καὶ ἐπεδάκρυσεν· ὁ δὲ Ἁβροκόμης ἤρετο αὐτὸν τίς ἡ αἰτία τῶν δακρύων. Καὶ ὃς «μεγάλα» ἔφη «τἀμὰ διηγήματα καὶ πολλὴν ἔχοντα τραγωιδίαν». [3. 1. 5] Ἐδέετο Ἁβροκόμης εἰπεῖν, ὑπισχνούμενος καὶ τὰ καθ᾽ αὑτὸν διηγήσασθαι. Ὁ δὲ ἀναλαβὼν ἄνωθεν (μόνοι δὲ ἐτύγχανον ὄντες) ἐξηγεῖται τὰ καθ᾽ αὑτόν.

[3. 2. 1] «Ἐγὼ» ἔφη «εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θράικης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα. [3. 2. 2] Ἐκεῖ νέος ὢν ἠράσθην μειρακίου καλοῦ· ἦν δὲ τὸ μειράκιον τῶν ἐπιχωρίων· ὄνομα Ὑπεράνθης ἦν αὐτῶι. Ἠράσθην δὲ τὰ πρῶτα ἐν γυμνασίοις διαπαλαίοντα ἰδὼν καὶ οὐκ ἐκαρτέρησα. [3. 2. 3] Ἑορτῆς ἀγομένης ἐπιχωρίου καὶ παννυχίδος ἐπ᾽ αὐτῆς πρόσειμι τῶι Ὑπεράνθηι καὶ ἱκετεύω κατοικτεῖραι· ἀκοῦσαν δὲ τὸ μειράκιον πάντα ὑπισχνεῖται κατελεῆσάν με. [3. 2. 4] Καὶ τὰ πρῶτά γε τοῦ ἔρωτος ὁδοιπορεῖ φιλήματα καὶ ψαύσματα καὶ πολλὰ παρ᾽ ἐμοῦ δάκρυα· τέλος δὲ ἠδυνήθημεν καιροῦ λαβόμενοι γενέσθαι μετ᾽ ἀλλήλων μόνοι καὶ τὸ τῆς ἡλικίας [ἀλλήλοις] ἀνύποπτον ἦν. Καὶ χρόνωι συνῆμεν πολλῶι, στέργοντες ἀλλήλους διαφερόντως, ἕως δαίμων τις ἡμῖν ἐνεμέσησε. [3. 2. 5] Καὶ ἔρχεταί τις ἀπὸ Βυζαντίου (πλησίον δὲ τὸ Βυζάντιον τῆι Περίνθωι) ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, [ὃς] ἐπὶ πλούτωι καὶ περιουσίαι μέγα φρονῶν· Ἀριστόμαχος ἐκαλεῖτο. [3. 2. 6] Οὗτος ἐπιβὰς εὐθὺς τῆι Περίνθωι, ὡς ὑπό τινος ἀπεσταλμένος κατ᾽ ἐμοῦ θεοῦ, ὁρᾶι τὸν Ὑπεράνθην σὺν ἐμοὶ καὶ εὐθέως ἁλίσκεται, τοῦ μειρακίου θαυμάσας τὸ κάλλος, πάντα ὁντινοῦν ἐπάγεσθαι δυνάμενον. [3. 2. 7]Ἐρασθεὶς δὲ οὐκέτι μετρίως κατεῖχε τὸν ἔρωτα, ἀλλὰ τὰ μὲν πρῶτα τῶι μειρακίωι προσέπεμπεν· ὡς δὲ ἀνήνυτον ἦν αὐτῶι (ὁ γὰρ Ὑπεράνθης διὰ τὴν πρὸς ἐμὲ εὔνοιαν οὐδένα προσίετο), πείθει τὸν πατέρα αὐτοῦ, πονηρὸν ἄνδρα καὶ ἐλάττονα χρημάτων· [3. 2. 8] ὁ δὲ αὐτῶι δίδωσι τὸν Ὑπεράνθην προφάσει διδασκαλίας· ἔλεγε γὰρ εἶναι λόγων τεχνίτης. Παραλαβὼν δὲ αὐτὸν τὰ μὲν πρῶτα κατάκλειστον εἶχε, μετὰ τοῦτο δὲ ἀπῆρεν ἐς Βυζάντιον. [3. 2. 9]Εἱπόμην κἀγώ, πάντων καταφρονήσας τῶν ἐμαυτοῦ, καὶ ὅσα ἐδυνάμην συνήμην τῶι μειρακίωι· ἐδυνάμην δὲ ὀλίγα, καί μοι φίλημα σπάνιον ἐγίνετο καὶ λαλιὰ δυσχερής· ἐφρουρούμην δὲ ὑπὸ πολλῶν. [3. 2. 10] Τελευταῖον οὐκέτι καρτερῶν, ἐμαυτὸν παροξύνας ἐπάνειμι εἰς Πέρινθον καὶ πάντα ὅσα ἦν μοι κτήματα ἀποδόμενος, συλλέξας ἄργυρον εἰς Βυζάντιον ἔρχομαι καὶ λαβὼν ξιφίδιον (συνδοκοῦν τοῦτο καὶ τῶι Ὑπεράνθηι) εἴσειμι νύκτωρ εἰς τὴν οἰκίαν τοῦ Ἀριστομάχου καὶ εὑρίσκω συγκατακείμενον τῶι παιδὶ καὶ ὀργῆς πλησθεὶς παίω τὸν Ἀριστόμαχον καιρίαν. [3. 2. 11]Ἡσυχίας δὲ οὔσης καὶ πάντων ἀναπαυομένων ἔξειμι ὡς εἶχον λαθών, ἐπαγόμενος καὶ τὸν Ὑπεράνθην, καὶ δι᾽ ὅλης νυκτὸς ὁδεύσας εἰς Πέρινθον, εὐθὺς νεὼς ἐπιβὰς οὐδενὸς εἰδότος ἔπλεον εἰς Ἀσίαν. [3. 2. 12] Καὶ μέχρι μέν τινος διήνυστο εὐτυχῶς ὁ πλοῦς· τελευταῖον δὲ κατὰ Λέσβον ἡμῖν γενομένοις ἐμπίπτει πνεῦμα σφοδρὸν καὶ ἀνατρέπει τὴν ναῦν. Κἀγὼ μὲν τῶι Ὑπεράνθηι συνενηχόμην ὑπιὼν αὐτῶι καὶ κουφοτέραν τὴν νῆξιν ἐποιούμην· νυκτὸς δὲ γενομένης οὐκέτι ἐνεγκὸν τὸ μειράκιον παρείθη τῶι κολύμβωι καὶ ἀποθνήισκει. [3. 2. 13] Ἐγὼ δὲ τοσοῦτον ἠδυνήθην τὸ σῶμα διασῶσαι ἐπὶ τὴν γῆν καὶ θάψαι· καὶ πολλὰ δακρύσας καὶ στενάξας, ἀφελὼν λείψανα καὶ δυνηθεὶς εὐπορῆσαί που ἑνὸς ἐπιτηδείου λίθου στήλην ἐπέστησα τῶι τάφωι καὶ ἐπέγραψα εἰς μνήμην τοῦ δυστυχοῦς μειρακίου ἐπίγραμμα παρ᾽ αὐτὸν ἐκεῖνον τὸν καιρὸν πλασάμενος

Ἱππόθοος κλεινῶι τεῦξεν τόδε <σῆμ᾽- Ὑπεράνθηι,

οὐ τάφον ἐκ θανάτου ἀγαθὸν ἱεροῖο πολίτου

ἐς βάθος ἐκ γαίης, ἄνθος κλυτόν, ὅν ποτε δαίμων

ἥρπασεν ἐν πελάγει μεγάλου πνεύσαντος ἀήτου.

[3. 2. 14] Τοὐντεῦθεν δὲ εἰς μὲν Πέρινθον ἐλθεῖν οὐ διέγνων, ἐτράπην δὲ δι᾽ Ἀσίας ἐπὶ Φρυγίαν τὴν μεγάλην καὶ Παμφυλίαν· κἀνταῦθα ἀπορίαι βίου καὶ ἀθυμίαι τῆς συμφορᾶς ἐπέδωκα ἐμαυτὸν ληιστηρίωι. Καὶ τὰ μὲν πρῶτα ὑπηρέτης ληιστηρίου γενόμενος, τὸ τελευταῖον [δὲ] περὶ Κιλικίαν αὐτὸς συνεστησάμην ληιστήριον, εὐδοκιμῆσαν ἐπὶ πολύ, ἕως ἐλήφθησαν οἱ σὺν ἐμοὶ οὐ πρὸ πολλοῦ τοῦ σε ἰδεῖν. [3. 2. 15] Αὕτη μὲν ἡ τῶν ἐμῶν διηγημάτων τύχη· σὺ δέ, ὦ φίλτατε, εἰπέ μοι τὰ ἑαυτοῦ· δῆλος γὰρ εἶ μεγάληι τινὶ ἀνάγκηι τῆι κατὰ τὴν πλάνην χρώμενος».

[3. 3. 1] Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν. [3. 3. 2] Ἔτι λέγοντος αὐτοῦ συνανεθρήνησεν ὁ Ἱππόθοος λέγων «ὦ πατέρες ἐμοί, ὦ πατρίς, ἣν οὔποτε ὄψομαι, ὦ πάντων μοι Ὑπεράνθη φίλτατε· σὺ μὲν οὖν, Ἁβροκόμη, καὶ ὄψει τὴν ἐρωμένην καὶ ἀπολήψηι χρόνωι ποτέ· ἐγὼ δὲ Ὑπεράνθην ἰδεῖν οὐκέτι δυνήσομαι». [3. 3. 3] Λέγων ἐδείκνυέ τε τὴν κόμην καὶ ἐπεδάκρυεν αὐτῆι. Ὡς δὲ ἱκανῶς ἐθρήνησαν ἀμφότεροι, ἀποβλέψας εἰς τὸν Ἁβροκόμην ὁ Ἱππόθοος «ἄλλο» ἔφη «σοὶ [ὀλίγου] διήγημα παρῆλθον οὐκ εἰπών· [3. 3. 4] πρὸ ὀλίγου τοῦ τὸ ληιστήριον ἁλῶναι ἐπέστη τῶι ἄντρωι κόρη καλὴ πλανωμένη, τὴν ἡλικίαν ἔχουσα τὴν αὐτὴν σοί, καὶ πατρίδα ἔλεγε τὴν σήν· πλέον γὰρ οὐδὲν ἔμαθον· ταύτην ἔδοξε τῶι Ἄρει θῦσαι. Καὶ δὴ πάντα ἦν παρεσκευασμένα καὶ ἐπέστησαν οἱ διώκοντες· κἀγὼ μὲν ἐξέφυγον, ἡ δὲ οὐκ οἶδα ὅ τι ἐγένετο. [3. 3. 5] Ἦν δὲ καλὴ πάνυ, Ἁβροκόμη, καὶ ἐσταλμένη λιτῶς· κόμη ξανθή, χαρίεντες ὀφθαλμοί». Ἔτι λέγοντος αὐτοῦ ἀνεβόησεν Ἁβροκόμης «τὴν ἐμὴν Ἀνθίαν ἑώρακας, Ἱππόθοε· ποῦ δὲ ἄρα καὶ πέφευγε; τίς δὲ αὐτὴν ἔχει γῆ; Ἐπὶ Κιλικίαν τραπώμεθα, ἐκείνην ζητήσωμεν, οὐκ ἔστι πόρρω τοῦ ληιστηρίου. [3. 3. 6] Ναί, πρὸς αὐτοῦ σε ψυχῆς Ὑπεράνθους, μή με ἑκὼν ἀδικήσηις, ἀλλ᾽ ἴωμεν ὅπου δυνησόμεθα Ἀνθίαν εὑρεῖν». Ὑπισχνεῖται ὁ Ἱππόθοος πάντα ποιήσειν, ἔλεγε δὴ ἀνθρώπους δεῖν ὀλίγους συλλέξασθαι πρὸς ἀσφάλειαν τῆς ὁδοῦ.

[3. 3. 7] Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν, ἐννοοῦντες ὅπως ὀπίσω τὴν εἰς Κιλικίαν ἐλεύσονται· τῆι δὲ Ἀνθίαι αἱ τριάκοντα παρεληλύθεσαν ἡμέραι καὶ παρεσκευάζετο τῶι Περιλάωι τὰ περὶ τὸν γάμον, καὶ ἱερεῖα κατήγετο ἐκ τῶν χωρίων, πολλὴ δὲ ἡ τῶν ἄλλων ἀφθονία· συμπαρῆσαν δὲ αὐτῶι οἵ τε οἰκεῖοι καὶ συγγενεῖς· πολλοὶ δὲ καὶ τῶν πολιτῶν συνεώρταζον τὸν Ἀνθίας γάμον.

[3. 4. 1] Ἐν δὲ τῶι χρόνωι ὃν ἡ Ἀνθία ληφθεῖσα ἐκ τοῦ ληιστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίωι περιπεσὼν εἰς Αἴγυπτον πλέων. [3. 4. 2] Οὗτος ὁ Εὔδοξος περιήιει μὲν καὶ τοὺς ἄλλους ἄνδρας, ὅσοι Ταρσέων εὐδοκιμώτατοι, οὓς μὲν ἐσθῆτας, οὓς δὲ ἀργύριον αἰτῶν, διηγούμενος ἑκάστωι τὴν συμφοράν, προσῆλθε δὲ καὶ τῶι Περιλάωι καὶ εἶπεν ὅτι Ἐφέσιος καὶ ἰατρὸς τὴν τέχνην. [3. 4. 3] Ὁ δὲ αὐτὸν λαβὼν ἄγει πρὸς τὴν Ἀνθίαν, ἡσθήσεσθαι νομίζων ἀνδρὶ ὀφθέντι Ἐφεσίωι. Ἡ δὲ ἐφιλοφρονεῖτό τε τὸν Εὔδοξον καὶ ἀνεπυνθάνετο εἴ τι περὶ τῶν αὑτῆς λέγειν ἔχοι· ὁ δὲ ὅτι οὐδὲν ἐπίσταιτο μακρᾶς αὐτῶι τῆς ἀποδημίας τῆς ἀπὸ Ἐφέσου γεγενημένης· ἀλλ᾽ οὐδὲν ἧττον ἔχαιρεν αὐτῶι ἡ Ἀνθία, ἀναμιμνηισκομένη τῶν οἴκοι. [3. 4. 4] Καὶ δὴ συνήθης τε ἐγεγόνει τοῖς κατὰ τὴν οἰκίαν καὶ εἰσήιει παρ᾽ ἕκαστα πρὸς τὴν Ἀνθίαν, πάντων ἀπολαύων τῶν ἐπιτηδείων, ἀεὶ δεόμενος αὐτῆς εἰς Ἔφεσον παραπεμφθῆναι· καὶ ἄρα καὶ παῖδες ἦσαν αὐτῶι καὶ γυνή.

[3. 5. 1] Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐκτετέλεστο τῶι Περιλάωι, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτοῖς πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἀνθία ἐκεκόσμητο κόσμωι νυμφικῶι· ἐπαύετο δὲ οὔτε νύκτωρ οὔτε μεθ᾽ ἡμέραν δακρύουσα, ἀλλ᾽ ἀεὶ πρὸ ὀφθαλμῶν εἶχεν Ἁβροκόμην. [3. 5. 2] Ἐνενοεῖτο δὲ ἅμα πολλά, τὸν ἔρωτα, τοὺς ὅρκους, τὴν πατρίδα, τοὺς πατέρας, τὴν ἀνάγκην, τὸν γάμον. Καὶ δὴ καθ᾽ αὑτὴν γενομένη, καιροῦ λαβομένη, σπαράξασα τὰς κόμας «ὢ πάντα ἄδικος ἐγὼ» φησὶ «καὶ πονηρά, ὡς οὐχὶ τοῖς ἴσοις Ἁβροκόμην ἀμείβομαι. [3. 5. 3] Ὁ μὲν γὰρ ἵνα ἐμὸς ἀνὴρ μείνηι καὶ δεσμὰ ὑπομένει καὶ βασάνους καὶ ἴσως που καὶ τέθνηκεν· ἐγὼ δὲ καὶ ἐκείνων ἀμνημονῶ καὶ γαμοῦμαι δυστυχής, καὶ τὸν ὑμέναιον ἄισει τις ἐπ᾽ ἐμοί, καὶ ἐπ᾽ εὐνὴν ἀφίξομαι τὴν Περιλάου. [3. 5. 4] Ἀλλ᾽, ὦ φιλτάτη μου πασῶν Ἁβροκόμου ψυχή, μηδέν τι ὑπὲρ ἐμοῦ λυπηθῆις, οὐ γὰρ <ἄν- ποτε ἑκοῦσα ἀδικήσαιμί σε· ἐλεύσομαι, καὶ μέχρι θανάτου μείνασα νύμφη σή».

[3. 5. 5] Ταῦτα εἶπε καὶ ἀφικομένου παρ᾽ αὐτὴν τοῦ Εὐδόξου τοῦ Ἐφεσίου ἰατροῦ ἀπαγαγοῦσα αὐτὸν ἐπ᾽ οἴκημά τι ἠρεμαῖον προσπίπτει τοῖς γόνασιν αὐτοῦ καὶ ἱκετεύει μηδενὶ κατειπεῖν τῶν ῥηθησομένων μηδὲν καὶ ὁρκίζει τὴν πάτριον θεὰν Ἄρτεμιν ξυμπρᾶξαι πάντα ὅσα ἂν αὐτοῦ δεηθῆι. [3. 5. 6] Ἀνίστησιν αὐτὴν ὁ Εὔδοξος πολλὰ θρηνοῦσαν καὶ θαρρεῖν παρεκάλει καὶ ἐπώμνυε, πάντα ποιήσειν ὑπισχνούμενος. Λέγει δὴ αὐτῶι τὸν Ἁβροκόμου ἔρωτα καὶ τοὺς ὅρκους τοὺς πρὸς ἐκεῖνον καὶ τὰς περὶ τῆς σωφροσύνης συνθήκας· [3. 5. 7] καὶ «εἰ μὲν ἦν ζῶσαν» ἔφη «με ἀπολαβεῖν ζῶντα Ἁβροκόμην ἢ λαθεῖν ἀποδράσασαν ἐντεῦθεν, περὶ τούτων ἂν ἐβουλευόμην· ἐπειδὴ δὲ ὁ μὲν τέθνηκε, φυγεῖν δὲ ἀδύνατον καὶ τὸν μέλλοντα ἀμήχανον ὑπομεῖναι γάμον (οὔτε γὰρ τὰς συνθήκας παραβήσομαι τὰς πρὸς Ἁβροκόμην οὔτε τὸν ὅρκον ὑπερόψομαι), σὺ τοίνυν βοηθὸς ἡμῖν γενοῦ, φάρμακον εὑρών ποθεν, ὃ κακῶν με ἀπαλλάξει τὴν κακοδαίμονα. [3. 5. 8]Ἔσται δὲ ἀντὶ τούτων σοι πολλὰ μὲν καὶ παρὰ τῶν θεῶν, οἷς ἐπεύξομαι καὶ πρὸ τοῦ θανάτου πολλάκις ὑπὲρ σοῦ, αὐτὴ δέ σοι καὶ ἀργύριον δώσω καὶ τὴν παραπομπὴν ἐπισκευάσω. Δυνήσηι δὲ πρὸ τοῦ πυθέσθαι τινὰ ἐπιβὰς νεὼς τὴν ἐπ᾽ Ἐφέσου πλεῖν· ἐκεῖ δὲ γενόμενος, ἀναζητήσας τοὺς γονεῖς Μεγαμήδη τε καὶ Εὐίππην ἄγγελλε αὐτοῖς τὴν ἐμὴν τελευτὴν καὶ πάντα τὰ κατὰ τὴν ἀποδημίαν, <καὶ- ὅτι Ἁβροκόμης ἀπόλωλε λέγε».

[3. 5. 9] Εἰποῦσα τῶν ποδῶν αὐτοῦ προυκυλίετο καὶ ἐδεῖτο μηδὲν ἀντειπεῖν αὐτῆι δοῦναί τε τὸ φάρμακον. Καὶ προκομίσασα εἴκοσι μνᾶς ἀργυρίου περιδέραιά τε αὐτῆς (ἦν δὲ αὐτῆι πάντα ἄφθονα, πάντων γὰρ ἐξουσίαν εἶχε τῶν Περιλάου) δίδωσι τῶι Εὐδόξωι. Ὁ δὲ βουλευσάμενος πολλὰ καὶ τὴν κόρην οἰκτείρας τῆς συμφορᾶς καὶ τῆς εἰς Ἔφεσον ἐπιθυμῶν ὁδοῦ καὶ τοῦ ἀργυρίου καὶ τῶν δώρων ἡττώμενος ὑπισχνεῖται δώσειν τὸ φάρμακον, καὶ ἀπήιει κομιῶν. [3. 5. 10] Ἡ δὲ ἐν τούτωι πολλὰ καταθρηνεῖ, τήν τε ἡλικίαν κατοδυρομένη τὴν ἑαυτῆς καὶ ὅτι μέλλοι πρὸ ὥρας ἀποθανεῖσθαι λυπουμένη, πολλὰ δὲ Ἁβροκόμην ὡς παρόντα ἀνεκάλει. [3. 5. 11] Ἐν τούτωι ὀλίγον διαλιπὼν ὁ Εὔδοξος ἔρχεται κομίζων θανάσιμον <μὲν- οὐχὶ φάρμακον, ὑπνωτικὸν δέ, ὡς μή τι παθεῖν τὴν κόρην καὶ αὐτὸν ἐφοδίων τυχόντα ἀνασωθῆναι. Λαβοῦσα δὲ ἡ Ἀνθία καὶ πολλὴν γνοῦσα χάριν αὐτὸν ἀποπέμπει.

Καὶ ὁ μὲν εὐθὺς ἐπιβὰς νεὼς ἐπανήχθη, ἡ δὲ καιρὸν ἐπιτήδειον ἐζήτει πρὸς τὴν πόσιν τοῦ φαρμάκου.

[3. 6. 1] Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτωι τεταγμένοι τὴν Ἀνθίαν ἐξαίροντες· ἡ δὲ ἄκουσα μὲν καὶ δεδακρυμένη ἐξήιει, ἐν τῆι χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον· [3. 6. 2] ἡ δὲ ἀνωδύρετο καὶ ἐδάκρυεν «οὕτως ἐγὼ» λέγουσα «πρότερον ἠγόμην Ἁβροκόμηι νυμφίωι, καὶ παρέπεμπεν ἡμᾶς πῦρ ἐρωτικόν, καὶ ὑμέναιος ἤιδετο ἐπὶ γάμοις εὐδαίμοσι. [3. 6. 3] Νυνὶ δὲ τί ποιήσεις, Ἀνθία; ἀδικήσεις Ἁβροκόμην τὸν ἄνδρα, τὸν ἐρώμενον, τὸν διὰ σὲ τεθνηκότα; Οὐχ οὕτως ἄνανδρος ἐγὼ οὐδὲ ἐν τοῖς κακοῖς δειλή. Δεδόχθω ταῦτα, πίνωμεν τὸ φάρμακον· Ἁβροκόμην <μόνον- εἶναί μοι δεῖ ἄνδρα· ἐκεῖνον καὶ τεθνηκότα βούλομαι.» [3. 6. 4] Ταῦτα ἔλεγε καὶ ἤγετο εἰς τὸν θάλαμον.

Καὶ δὴ μόνη μὲν ἐγεγόνει, ἔτι δὲ Περίλαος μετὰ τῶν φίλων εὐωχεῖτο· σκηψαμένη δὲ τῆι ἀγωνίαι ὑπὸ δίψους κατειλῆφθαι ἐκέλευσεν αὑτῆι τινι τῶν οἰκετῶν ὕδωρ ἐνεγκεῖν, ὡς δὴ πιομένη· καὶ δὴ κομισθέντος ἐκπώματος, λαβοῦσα οὐδενὸς ἔνδον αὐτῆι παρόντος ἐμβάλλει τὸ φάρμακον καὶ δακρύσασα[3. 6. 5] «ὦ φιλτάτου» φησὶν «Ἁβροκόμου ψυχή, ἰδού σοι τὰς ὑποσχέσεις ἀποδίδωμι καὶ ὁδὸν ἔρχομαι τὴν παρὰ σέ, δυστυχῆ μὲν ἀλλ᾽ ἀναγκαίαν· καὶ δέχου με ἄσμενος καί μοι πάρεχε τὴν ἐκεῖ μετὰ σοῦ δίαιταν εὐδαίμονα».

Εἰποῦσα ἔπιε τὸ φάρμακον, καὶ εὐθὺς ὕπνος τε αὐτὴν κατεῖχε καὶ ἔπιπτεν εἰς γῆν, καὶ ἐποίει τὸ φάρμακον ὅσα ἐδύνατο.

[3. 7. 1] Ὡς δὲ εἰσῆλθεν ὁ Περίλαος, εὐθὺς ἰδὼν τὴν Ἀνθίαν κειμένην ἐξεπλάγη καὶ ἀνεβόησε, θόρυβός τε πολὺς τῶν κατὰ τὴν οἰκίαν ἦν καὶ πάθη συμμιγῆ, οἰμωγή, φόβος, ἔκπληξις. Οἱ μὲν ὤικτειρον τὴν δοκοῦσαν τεθνηκέναι, οἱ δὲ συνήχθοντο Περιλάωι, πάντες δὲ ἐθρήνουν τὸ γεγονός. [3. 7. 2] Ὁ δὲ Περίλαος τὴν ἐσθῆτα περιρρηξάμενος, ἐπιπεσὼν τῶι σώματι «ὦ φιλτάτη μοι κόρη» φησίν, «ὦ πρὸ τῶν γάμων καταλιποῦσα τὸν ἐρῶντα, ὀλίγαις ἡμέραις νύμφη Περιλάου γενομένη, εἰς οἷόν σε θάλαμον τὸν τάφον ἄξομεν; [3. 7. 3] εὐδαίμων ἄρα ὅστις ποτε Ἁβροκόμης ἦν· μακάριος ἐκεῖνος ὡς ἀληθῶς, τηλικαῦτα παρ᾽ ἐρωμένης λαβὼν δῶρα».

Ὁ μὲν τοιαῦτα ἐθρήνει, περιβεβλήκει δὲ ἅπασαν καὶ ἠσπάζετο χεῖράς τε καὶ πόδας «νύμφη» λέγων «ἀθλία, γύναι δυστυχεστέρα». [3. 7. 4] Ἐκόσμει δὲ αὐτὴν πολλὴν ἐσθῆτα ἐνδύων, πολὺν δὲ περιθεὶς χρυσόν· καὶ οὐκέτι φέρων τὴν θέαν, ἡμέρας γενομένης ἐνθέμενος κλίνηι τὴν Ἀνθίαν (ἡ δὲ ἔκειτο ἀναισθητοῦσα) ἦγεν εἰς τοὺς πλησίον τῆς πόλεως τάφους· κἀνταῦθα κατέθετο ἔν τινι οἰκήματι, πολλὰ μὲν ἐπισφάξας ἱερεῖα, πολλὴν δὲ ἐσθῆτα καὶ κόσμον ἄλλον ἐπικαύσας.

[3. 8. 1] Ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰκείων εἰς τὴν πόλιν ἀνήγετο· καταλειφθεῖσα δὲ ἐν τῶι τάφωι ἡ Ἀνθία ἑαυτῆς γενομένη καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα «ὢ ψευσάμενόν με [τὸ] φάρμακον» φησίν, «ὢ κωλῦσαν ὁδεῦσαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα παντάλαινα καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου. [3. 8. 2]Ἀλλὰ ἔνεστί γε ἐν τῶι τάφωι μείνασαν τὸ ἔργον ἐργάσασθαι τοῦ φαρμάκου λιμῶι. Οὐ γὰρ <ἂν- ἐντεῦθέν μέ τις ἀνέλοιτο, οὐδ᾽ ἂν ἐπίδοιμι τὸν ἥλιον οὐδ᾽ [ἂν] εἰς φῶς ἐλεύσομαι». Ταῦτα εἰποῦσα ἐκαρτέρει, τὸν θάνατον προσδεχομένη γενναίως.

[3. 8. 3] Ἐν δὲ τούτωι νυκτὸς ἐπιγενομένης ληισταί τινες μαθόντες ὅτι κόρη τέθαπται πλουσίως, καὶ πολὺς μὲν αὐτῆι κόσμος συγκατάκειται γυναικεῖος, πολὺς δὲ ἄργυρος καὶ χρυσός, ἦλθον ἐπὶ τὸν τάφον καὶ ἀναρρήξαντες τοῦ τάφου τὰς θύρας, εἰσελθόντες τόν τε κόσμον ἀνηιροῦντο καὶ τὴν Ἀνθίαν ζῶσαν ὁρῶσι· μέγα δὲ καὶ τοῦτο κέρδος ἡγούμενοι ἀνίστων τε αὐτὴν καὶ ἄγειν ἐβούλοντο. [3. 8. 4] Ἡ δὲ τῶν ποδῶν αὐτῶν προκυλιομένη πολλὰ ἐδεῖτο «ἄνδρες, οἵτινές ποτ᾽ ἐστὲ» λέγουσα, «τὸν μὲν κόσμον τοῦτον ἅπαντα ὅστις ἐστὶ καὶ ἅπαντα τὰ συνταφέντα λαβόντες κομίζετε, φείσασθε δὲ τοῦ σώματος. [3. 8. 5] Δυοῖν ἀνάκειμαι θεοῖς, Ἔρωτι καὶ Θανάτωι· τούτοις ἐάσατε σχολάσαι με. Ναὶ πρὸς τῶν θεῶν αὐτῶν τῶν πατρώιων ὑμῶν, μή με ἡμέραι δείξητε, τὴν ἄξια νυκτὸς καὶ σκότους δυστυχοῦσαν». Ταῦτα ἔλεγεν· οὐκ ἔπειθε δὲ τοὺς ληιστάς, ἀλλ᾽ ἐξαγαγόντες αὐτὴν τοῦ τάφου κατήγαγον ἐπὶ θάλατταν καὶ ἐνθέμενοι σκάφει τὴν εἰς Ἀλεξάνδρειαν ἀνήγοντο· ἐν δὲ τῶι πλοίωι ἐθεράπευον αὐτὴν καὶ θαρρεῖν παρεκάλουν. [3. 8. 6] Ἡ δὲ ἐν οἵοις κακοῖς ἐγεγόνει πάλιν ἐννοήσασα, θρηνοῦσα καὶ ὀδυρομένη «πάλιν» ἔφησε «ληισταὶ καὶ θάλασσα, πάλιν αἰχμάλωτος ἐγώ· ἀλλὰ νῦν δυστυχέστερον, ὅτι μὴ μετὰ Ἁβροκόμου. [3. 8. 7] Τίς με ἄρα ὑποδέξεται γῆ; τίνας δὲ ἀνθρώπους ὄψομαι; μὴ Μοῖριν ἔτι, μὴ Μαντώ, μὴ Περίλαον, μὴ Κιλικίαν· ἔλθοιμι δὲ ἔνθα δὴ κἂν τάφον Ἁβροκόμου μόνον ὄψομαι». Ταῦτα ἑκάστοτε ἐδάκρυε καὶ αὐτὴ μὲν οὐ πότον, οὐ τροφὴν προσίετο, ἠνάγκαζον δὲ οἱ ληισταί.

[3. 9. 1] Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐκ ὀλίγαις τὸν πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἀνθίαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ παραδοῦναί τισιν ἐμπόροις· ὁ δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν καὶ <τὴν- τοῦ σώματος ἀπώλειαν ἐν πολλῆι καὶ ἀκατασχέτωι λύπηι ἦν. [3. 9. 2] Ὁ δὲ Ἁβροκόμης ἐζήτει καὶ ἐπολυπραγμόνει εἴ τις ἐπίσταιτο κόρην ποθὲν ξένην αἰχμάλωτον μετὰ ληιστῶν ἀχθεῖσαν· ὡς δὲ οὐδὲν εὗρεν, ἀποκαμὼν ἦλθεν οὗ κατήγοντο. Δεῖπνον δὲ αὑτοῖς οἱ περὶ τὸν Ἱππόθοον παρεσκεύασαν. [3. 9. 3] Καὶ οἱ μὲν ἄλλοι ἐδειπνοποιοῦντο, ὁ δὲ Ἁβροκόμης πάνυ ἄθυμος ἦν καὶ αὑτὸν ἐπὶ τῆς εὐνῆς ῥίψας ἔκλαιε καὶ ἔκειτο οὐδὲν προσιέμενος. [3. 9. 4] Προιοῦσι δὲ τοῦ πότου [ὁ κύριος] τοῖς περὶ τὸν Ἱππόθοον παροῦσα [καί] τις πρεσβῦτις ἄρχεται διηγήματος, ἧι ὄνομα Χρυσίον. «Ἀκούσατε» ἔφη, «ὦ ξένοι, πάθους οὐ πρὸ πολλοῦ γενομένου ἐν τῆι πόλει. [3. 9. 5] Περίλαός τις, ἀνὴρ τῶν τὰ πρῶτα δυναμένων, ἄρχειν μὲν ἐχειροτονήθη τῆς εἰρήνης τῆς ἐν Κιλικίαι, ἐξελθὼν δὲ ἐπὶ ληιστῶν ζήτησιν, ἤγαγέ τινας συλλαβὼν ληιστὰς καὶ μετ᾽ αὐτῶν κόρην καλὴν καὶ ταύτην ἔπειθεν αὐτῶι γαμηθῆναι. [3. 9. 6] Καὶ πάντα μὲν τὰ πρὸς τὸν γάμον ἐκτετέλεστο· ἡ δὲ εἰς τὸν θάλαμον εἰσελθοῦσα, εἴτε μανεῖσα εἴτε ἄλλου τινὸς ἐρῶσα, πιοῦσα φάρμακόν ποθεν ἀποθνήισκει· οὗτος γὰρ ὁ τοῦ θανάτου τρόπος αὐτῆς ἐλέγετο.» Ἀκούσας ὁ Ἱππόθοος «αὕτη» ἔφησεν «ἐστὶν ἡ κόρη, ἣν Ἁβροκόμης ζητεῖ.» [3. 9. 7] Ὁ δὲ Ἁβροκόμης ἤκουε μὲν τοῦ διηγήματος, παρεῖτο δὲ ὑπὸ ἀθυμίας· ὀψὲ δὲ καὶ <μόλις- ἀναθορὼν ἐκ τῆς τοῦ Ἱπποθόου φωνῆς «ἀλλὰ νῦν μὲν σαφῶς τέθνηκεν Ἀνθία καὶ τάφος ἴσως αὐτῆς ἐστιν ἐνθάδε καὶ τὸ σῶμα σώιζεται.» [3. 9. 8] Λέγων ἐδεῖτο τῆς πρεσβύτιδος τῆς Χρυσίου ἄγειν ἐπὶ τὸν τάφον αὐτῆς καὶ δεῖξαι τὸ σῶμα· ἡ δὲ ἀναστενάξασα «τοῦτο γὰρ» ἔφη «τῆι κόρηι <τῆι- ταλαιπώρωι τὸ δυστυχέστατον· ὁ μὲν γὰρ Περίλαος καὶ ἔθαψεν αὐτὴν πολυτελῶς καὶ ἐκόσμησε· πυθόμενοι δὲ τὰ συνταφέντα ληισταί, ἀνορύξαντες τὸν τάφον τόν τε κόσμον ἀνείλοντο καὶ τὸ σῶμα ἀφανὲς ἐποίησαν· ἐφ᾽ οἷς πολλὴ καὶ μεγάλη ζήτησις ὑπὸ Περιλάου γίνεται.»

[3. 10. 1] Ἀκούσας ὁ Ἁβροκόμης περιέρρηξε τὸν χιτῶνα καὶ μεγάλως ἀνωδύρετο καλῶς μὲν καὶ σωφρόνως ἀποθανοῦσαν Ἀνθίαν, δυστυχῶς δὲ μετὰ τὸν θάνατον ἀπολομένην. [3. 10. 2] «Τίς ἄρα ληιστὴς οὕτως ἐρωτικός, ἵνα καὶ νεκρᾶς ἐπιθυμήσηι σου; ἵνα καὶ τὸ σῶμα ἀφέληται; Ἀπεστερήθην ὁ δυστυχὴς καὶ <τοῦ σώματός- σου, τῆς μόνης ἐμοὶ παραμυθίας. [3. 10. 3] Ἀποθανεῖν μὲν οὖν ἔγνωσται πάντως· ἀλλὰ τὰ πρῶτα καρτερήσω, μέχρι που τὸ σῶμα εὕρω τὸ σὸν καὶ περιβαλὼν ἐμαυτὸν ἐκείνωι συγκαταθάψω.» Ταῦτα ἔλεγεν ὀδυρόμενος· θαρρεῖν δὲ αὐτὸν παρεκάλουν οἱ περὶ τὸν Ἱππόθοον.

[3. 10. 4] Καὶ τότε μὲν ἀνεπαύσαντο δι᾽ ὅλης νυκτός· ἔννοια δὲ πάντων Ἁβροκόμην εἰσήρχετο, Ἀνθίας, τοῦ θανάτου, τοῦ τάφου, τῆς ἀπωλείας. Καὶ δὴ καὶ οὐκέτι καρτερῶν, λαθὼν πάντας (ἔκειντο δὲ ὑπὸ μέθης οἱ περὶ τὸν Ἱππόθοον) ἔξεισιν ὡς δή τινος χρήιζων, καὶ καταλιπὼν πάντας ἐπὶ τὴν θάλατταν ἔρχεται καὶ ἐπιτυγχάνει νεὼς εἰς Ἀλεξάνδρειαν ἀναγομένης, καὶ ἐπιβὰς ἀνάγεται ἐλπίζων τοὺς ληιστὰς τοὺς συλήσαντας πάντα ἐν Αἰγύπτωι καταλήψεσθαι· ὡδήγει δὲ αὐτὸν εἰς ταῦτα ἐλπὶς δυστυχής. [3. 10. 5] Καὶ ὁ μὲν ἔπλει τὴν ἐπ᾽ Ἀλεξανδρείας, ἡμέρας δὲ γενομένης οἱ περὶ τὸν Ἱππόθοον ἠνιῶντο μὲν ἐπὶ τῶι ἀπαλλαχθῆναι τοῦ Ἁβροκόμου, ἀναλαβόντες δὲ αὑτοὺς ἡμερῶν ὀλίγων ἔγνωσαν τὴν ἐπὶ Συρίας καὶ Φοινίκης ληιστεύοντες ἰέναι.

[3. 11. 1] Οἱ δὲ ληισταὶ τὴν Ἀνθίαν εἰς Ἀλεξάνδρειαν παρέδωκαν ἐμπόροις πολὺ λαβόντες ἀργύριον· οἱ δὲ ἔτρεφόν τε αὐτὴν πολυτελῶς καὶ τὸ σῶμα ἐθεράπευον, ζητοῦντες ἀεὶ τὸν ὠνησόμενον κατ᾽ ἀξίαν.
[3. 11. 2] Ἔρχεται δή τις εἰς Ἀλεξάνδρειαν ἐκ τῆς Ἰνδικῆς τῶν ἐκεῖ βασιλέων κατὰ θέαν τῆς πόλεως καὶ κατὰ χρείαν ἐμπορίας, Ψάμμις τὸ ὄνομα.
[3. 11. 3] Οὗτος ὁ Ψάμμις ὁρᾶι τὴν Ἀνθίαν παρὰ τοῖς ἐμπόροις καὶ ἰδὼν ἁλίσκεται καὶ ἀργύριον δίδωσι τοῖς ἐμπόροις πολὺ καὶ λαμβάνει θεράπαιναν αὐτήν. [3. 11. 4]Ὠνησάμενος δὲ ἄνθρωπος βάρβαρος [καὶ] εὐθὺς ἐπιχειρεῖ βιάζεσθαι καὶ χρῆσθαι πρὸς συνουσίαν· οὐ θέλουσα δὲ τὰ μὲν πρῶτα ἀντέλεγε, τελευταῖον δὲ σκήπτεται πρὸς τὸν Ψάμμιν <δεισιδαίμονες δὲ φύσει βάρβαρο-ι ὅτι αὐτὴν ὁ πατὴρ γεννωμένην ἀναθείη τῆι Ἴσιδι μέχρις ὥρας γάμων καὶ ἔλεγεν ἔτι τὸν χρόνον ἐνιαυτοῦ τεθεῖσθαι.
[3. 11. 5] «Ἢν οὖν» φησὶν «ἐξυβρίσηις εἰς τὴν ἱερὰν τῆς θεοῦ, μηνίσει μὲν ἐκείνη, χαλεπὴ δὲ ἡ τιμωρία.» Πείθεται Ψάμμις καὶ τὴν θεὸν προσεκύνει καὶ Ἀνθίας ἀπέχεται.

[3. 12. 1] Ἡ δὲ ἔτι παρὰ Ψάμμιδι ἦν φρουρουμένη, ἱερὰ τῆς Ἴσιδος νομιζομένη. Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ᾽ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παράλιον καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος. [3. 12. 2] Ἐκπεσοῦσι δὲ αὐτοῖς ἐπιδραμόντες τῶν ἐκεῖ ποιμένων τά τε φορτία διαρπάζουσι καὶ τοὺς ἄνδρας δεσμεύουσι καὶ ἄγουσιν ὁδὸν ἔρημον πολλὴν εἰς Πηλούσιον τῆς Αἰγύπτου πόλιν, καὶ ἐνταῦθα πιπράσκουσιν ἄλλον ἄλλωι. Ὠνεῖται δὴ τὸν Ἁβροκόμην πρεσβύτης στρατιώτης (ἦν δὲ πεπαυμένος), Ἄραξος τοὔνομα. [3. 12. 3] Οὗτος ὁ Ἄραξος εἶχε γυναῖκα ὀφθῆναι μιαράν, ἀκουσθῆναι πολὺ χείρω, ἅπασαν ἀκρασίαν ὑπερβεβλημένην, Κυνὼ τὸ ὄνομα. Αὕτη ἡ Κυνὼ ἐρᾶι τοῦ Ἁβροκόμου εὐθὺς ἀχθέντος εἰς τὴν οἰκίαν καὶ οὐκέτι κατεῖχε, δεινὴ καὶ ἐρασθῆναι καὶ ἀπολαύειν ἐθέλειν τῆς ἐπιθυμίας. [3. 12. 4] Ὁ μὲν δὴ Ἄραξος ἠγάπα τὸν Ἁβροκόμην καὶ παῖδα ἐποιεῖτο, ἡ δὲ Κυνὼ προσφέρει λόγον περὶ συνουσίας καὶ δεῖται πείθεσθαι καὶ ἄνδρα ἔχειν ὑπισχνεῖτο καὶ Ἄραξον ἀποκτενεῖν. Δεινὸν ἐδόκει τοῦτο Ἁβροκόμηι, καὶ πολλὰ ἅμα ἐσκόπει, τὴν Ἀνθίαν, τοὺς ὅρκους, τὴν πολλάκις αὐτὸν σωφροσύνην ἀδικήσασαν ἤδη· τέλος δὲ ἐγκειμένης τῆς Κυνοῦς συγκατατίθεται. [3. 12. 5] Καὶ νυκτὸς γενομένης ἡ μὲν ὡς ἄνδρα ἕξουσα τὸν Ἁβροκόμην τὸν Ἄραξον ἀποκτιννύει καὶ λέγει τὸ πραχθὲν τῶι Ἁβροκόμηι, ὁ δὲ οὐκ ἐνεγκὼν τὴν τῆς γυναικὸς ἀσέλγειαν ἀπηλλάγη τῆς οἰκίας, καταλιπὼν αὐτήν, οὐκ ἄν ποτε μιαιφόνωι συγκατακλιθῆναι φήσας. [3. 12. 6] Ἡ δὲ ἐν αὑτῆι γενομένη, ἅμα τῆι ἡμέραι προσελθοῦσα ἔνθα τὸ πλῆθος τῶν Πηλουσιωτῶν ἦν, ἀνωδύρετο τὸν ἄνδρα καὶ ἔλεγεν ὅτι αὐτὸν ὁ νεώνητος δοῦλος ἀποκτείνειε καὶ πολλὰ ὅσα ἐπεθρήνει καὶ ἐδόκει λέγειν τῶι πλήθει πιστά. Οἱ δὲ εὐθὺς συνέλαβον τὸν Ἁβροκόμην καὶ δήσαντες ἀνέπεμπον τῶι τῆς Αἰγύπτου τότε ἄρχοντι. Καὶ ὁ μὲν δίκην δώσων εἰς Ἀλεξάνδρειαν ἤγετο ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον ἀποκτεῖναι.

Copyright © 2007-2024 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2024 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-10-12 12:46:34 - flow version _RPTC_G1.3